Homiliae - Greek

Ομιλια θ’

I. Τῇ μὲν οὖν ἐπιούσῃ ἡμέρᾳ ὁ Πέτρος ἅμα τοῖς ἑταίροις ἐξιὼν καὶ ἐπὶ τὸν πρὸ μιᾶς τόπον ἐλθὼν καὶ ἐπιστὰς ἤρξατο λέγειν· Ὁ θεὸς τοὺς πάλαι ἀνθρώπους ἀσεβήσαντας πάντας ὕδατι διαφθείρας, ἐκ πάντων ἕνα εὐσεβῆ εὑρὼν ἐν λάρνακι μετὰ τριῶν αὐτοῦ υἱῶν καὶ γυναικῶν σωθῆναι ἐποίησεν. ὅθεν συνιδεῖν ἔστιν αὐτοῦ τὴν φύσιν, ὄχλου μὲν ἀσεβούντων οὐ φροντίζουσαν, ἑνὸς δὲ εὐσεβοῦς σωτηρίας οὐκ ἀμελοῦσαν. πασῶν οὖν μείζων ἐστὶν ἀσέβεια τὸ τὸν μόνον πάντων καταλείψαντα δεσπότην πολλοὺς τοὺς οὐκ ὄντας ὡς ὄντας σέβειν θεούς.  II. ἐὰν οὖν ἐμοῦ ὑμῖν ὑφηγουμένου καὶ δεικνύντος ὅτι τοῦτό ἐστι τὸ μέγιστον ἁμάρτημα, ὃ πάντας ὑμᾶς ἀπολέσαι δύναται, τὸν ὑμέτερον ὑποδράμῃ νοῦν ὅτι οὐκ ἀπόλλυσθε, πολλοὶ ὄντες ὄχλοι, ἠπάτησθε· ἔχετε γὰρ τοῦ πάλαι κατακλυσθέντος κόσμου τὸ ὑπόδειγμα. καίτοι ἐκείνων μὲν τὸ ἁμάρτημα πολὺ ἧττον ἦν τοῦ καθ’ ὑμᾶς· ἐκεῖνοι γὰρ εἰς τοὺς ὁμοίους ἠσέβουν ἢ φονεύοντες ἢ μοιχεύοντες, ὑμεῖς δὲ εἰς τὸν τῶν ὅλων ἀσεβεῖτε θεόν, ἀντ’ αὐτοῦ ἢ καὶ σὺν αὐτῷ ἄψυχα ἀγάλματα σέβοντες καὶ τὸ θεῖον αὐτοῦ ὄνομα πάσῃ ἀναισθήτῳ ὕλῃ ἐπιρρίψαντες. πρῶτον μὲν οὖν δεδυστυχήκατε, μὴ γνωρίσαντες τὴν διαφορὰν τὴν μεταξὺ μοναρχίας καὶ πολυαρχίας, ὅτι ἡ μὲν μοναρχία ὁμονοίας ἐστὶν παρεκτική, ἡ δὲ πολυαρχία πολέμων ἐξεργαστική. τὸ γὰρ ἓν ἑαυτῷ οὐ μάχεται, τὰ δὲ πολλὰ πρόφασιν ἔχει τὴν πρὸς ἕτερον μάχην ἐπιχειρεῖν.

III. Αὐτίκα γοῦν εὐθὺ μετὰ τὸν κατακλυσμὸν ὁ Νῶε τριακόσια ἐπιζήσας ἔτη μετὰ τῶν ἐξ αὐτοῦ γενομένων ὄχλων ἐν ὁμονοίᾳ διετέλει, τοῦ μόνου θεοῦ κατ’ εἰκόνα ὑπάρξας βασιλεύς. μετὰ δὲ τὴν αὐτοῦ τελευτὴν πολλοὶ τῶν ἐξ αὐτοῦ βασιλείας ὠρέχθησαν καὶ πρὸς τὸ βασιλεῦσαι σπεύδοντες τὸ πῶς δυνηθείη ἕκαστος ἐπενόει. καὶ ὁ μὲν πολέμῳ, ἄλλος δόλῳ, ἕτερος πειθοῖ καὶ ἄλλος ἄλλως, ὧν εἷς τις ἀπὸ γένους ὢν Χάμ, τοῦ ποιήσαντος τὸν Μεστρέμ, ἐξ οὗπερ τὰ Αἰγυπτίων καὶ Βαβυλωνίων καὶ Περσῶν ἐπλήθυνε φῦλα.  IV. ἐκ τοῦ γένους τούτου γίνεταί τις κατὰ διαδοχὴν μαγικὰ παρειληφὼς ὀνόματι Νεβρώδ, ὥσπερ γίγας ἐναντία τῷ θεῷ φρονεῖν ἑλόμενος, ὃν οἱ Ἕλληνες Ζωροάστρην προσηγόρευσαν. οὗτος μετὰ τὸν κατακλυσμὸν βασιλείας ὀρεχθεὶς καὶ μέγας ὢν μάγος, τοῦ νῦν βασιλεύοντος κακοῦ τὸν ὡροσκοποῦντα κόσμον ἀστέρα πρὸς τὴν ἐξ αὐτοῦ βασιλείας δόσιν μαγικαῖς ἠνάγκαζε τέχναις. ὁ δέ (ἅτε δὴ ἄρχων ὢν καὶ τοῦ βιαζομένου τὴν ἐξουσίαν ἔχων) μετὰ ὀργῆς τὸ τῆς βασιλείας προσέχεε πῦρ, ἵνα πρός τε τὸν ὁρκισμὸν εὐγνωμονήσῃ καὶ τὸν πρώτως ἀναγκάσαντα τιμωρήσηται.  V. ἐκ ταύτης οὖν τῆς ἐξ οὐρανοῦ χαμαὶ πεσούσης ἀστραπῆς ὁ μάγος ἀναιρεθεὶς Νεβρώδ, ἐκ τοῦ συμβάντος πράγματος Ζωροάστρης μετωνομάσθη διὰ τὸ τὴν τοῦ ἀστέρος κατ’ αὐτοῦ ζῶσαν ἐνεχθῆναι ῥοήν. οἱ δὲ ἀνόητοι τῶν τότε ἀνθρώπων ὡς διὰ τὴν εἰς θεὸν φιλίαν κεραυνῷ μεταπεμφθεῖσαν τὴν ψυχὴν νομίσαντες, τοῦ σώματος τὸ λείψανον κατορύξαντες, τὸν μὲν τάφον ναῷ ἐτίμησαν ἐν Πέρσαις, ἔνθα ἡ τοῦ πυρὸς καταφορὰ γέγονεν, αὐτὸν δὲ ὡς θεὸν ἐθρήσκευσαν. τούτῳ τῷ ὑποδείγματι καὶ οἱ λοιποὶ ἐκεῖσε τοὺς κεραυνῷ θνῄσκοντας ὡς θεοφιλεῖς θάπτοντες ναοῖς τιμῶσιν καὶ τῶν τεθνεώτων ἰδίων μορφῶν ἱστᾶσιν ἀγάλματα. ἐντεῦθεν ὁμοίως ἐζήλωσαν καὶ τῶν κατὰ τόπους οἱ δυναστεύσαντες, ὧν οἱ πλεῖστοι τῶν αὐτοῖς ἠγαπημένων καὶ μὴ κεραυνῷ θνῃσκόντων τοὺς τάφους ναοῖς καὶ ξοάνοις τιμῶντες καὶ βωμοὺς ἀνάπτοντες ὡς θεοὺς προσκυνεῖσθαι προσέταξαν. πολλῷ δὲ ὕστερον διὰ τὸν πολὺν χρόνον ὑπὸ τῶν μεταγενεστέρων ὄντως θεοὶ εἶναι ἐνομίσθησαν.  VI. ὅμως τῆς ὑπαρχῆς μιᾶς οὔσης, βασιλείας πολλαὶ διαιρέσεις τοῦτον ἐγένοντο τὸν τρόπον. Πέρσαι πρῶτοι τῆς ἐξ οὐρανοῦ πεσούσης ἀστραπῆς λαβόντες ἄνθρακας τῇ οἰκείᾳ διεφύλαξαν τροφῇ, καὶ ὡς θεὸν οὐράνιον προτιμήσαντες τὸ πῦρ, ὡς πρῶτοι προσκυνήσαντες ὑπ’ αὐτοῦ τοῦ πυρὸς πρῶτοι βασιλείας τετίμηνται. μεθ’ οὓς Βαβυλώνιοι ἀπὸ τοῦ ἐκεῖ πυρὸς ἄνθρακας κλέψαντες καὶ διασώσαντες εἰς τὰ ἑαυτῶν καὶ προσκυνήσαντες καὶ αὐτοὶ ἀκολούθως ἐβασίλευσαν, Αἰγύπτιοι δὲ ὁμοίως πράξαντες καὶ τὸ πῦρ ἰδίᾳ διαλέκτῳ Φθάε καλέσαντες, ὃ ἑρμηνεύεται Ἥφαιστος, οὗ τῷ ὀνόματι καὶ ὁ παρ’ αὐτοῖς πρῶτος βασιλεύσας προσαγορεύεται. τοῦτον μὲν οὖν τὸν τρόπον χρησάμενοι καὶ οἱ κατὰ τόπον βασιλεύσαντες καὶ ἵδρυμα ποιήσαντες καὶ βωμοὺς εἰς τιμὴν τοῦ πυρὸς ἀνάψαντες τῆς μὲν βασιλείας οἱ πλεῖστοι ἀπεσβέσθησαν,  VII. τοῦ δὲ τὰ ξόανα σέβειν οὐκ ἐπαύσαντο διὰ τὴν κακὴν τῶν μάγων ἐπίνοιαν εὑρόντων αὐτοῖς προφάσεις κρατεῖν αὐτοὺς πρὸς τὴν ματαίαν λατρείαν δυναμένας· ἱδρύσαντες γὰρ αὐτὰ μαγικαῖς τελεταῖς ἑορτὰς αὐτοῖς ὥρισαν ἔκ τε θυμάτων, σπονδῶν, αὐλῶν τε καὶ κρότων, ὧν προφάσει οἱ ἀνόητοι ἀπατώμενοι, καίτοι τῆς βασιλείας αὐτῶν ἀφαιρεθείσης, αὐτοὶ τῶν παρελθουσῶν θρησκειῶν οὐκ ἀπολείπονται· ἐπὶ τοσοῦτον τῆς ἀληθείας διὰ τὴν ἡδυπάθειαν προετίμησαν τὴν πλάνην. οἳ καὶ μετὰ μέθην παραβώμιον ἐπολολύζουσιν, τῆς ψυχῆς ἐκ βάθους ὥσπερ δι’ ὀνείρων αὐτοῖς τὴν μέλλουσαν ἐπὶ ταῖς τοιαύταις αὐτῶν πράξεσιν προαγγελλούσης τιμωρίαν.

VIII. Πολλῶν οὖν ἐν βίῳ παρελθουσῶν θρησκειῶν πάρεσμεν φέροντες ὑμῖν (οἱ ἀγαθοὶ ἔμποροι) ἐκ προγόνων ἡμῖν παραδοθείσης καὶ φυλαχθείσης θρησκείας ὡς σπέρματα φυτῶν, δεικνύντες καὶ ἐπὶ τῇ ὑμετέρᾳ κρίσει καὶ ἐξουσίᾳ τιθέντες. τὸ ὑμῖν δοκοῦν ἐπιλέξασθε. ἐὰν μὲν οὖν τὰ ἡμέτερα ἕλησθε, οὐ μόνον δαίμονας καὶ τὰ ἐκ δαιμόνων πάθη φυγεῖν δυνήσεσθε, ἀλλ’ αὐτοὶ αὐτὰ φυγαδεύοντες καὶ ἱκετευόμενοι ὑπ’ αὐτῶν καὶ τῶν εἰσαεὶ ἐσομένων ἀγαθῶν ἀπολαύσετε.  IX. ἐπείγε τοὐναντίον ἐν μὲν τῷ νῦν βίῳ ὑπὸ δαιμόνων ἀλλοκότοις πάθεσιν ἐνυβριζόμενοι, ἐπὶ τῇ ἐκ τοῦ σώματος ἀπαλλαγῇ καὶ τὰς ψυχὰς εἰσαεὶ κολασθησομένας ἕξετε, τὰ ἀληθῆ οὐ θεοῦ καταδικάζοντος, ἀλλὰ κακῶν πράξεων τοιαύτην ἐχουσῶν κρίσιν. οἱ γὰρ δαίμονες διὰ τῆς αὐτοῖς ἀποδοθείσης τροφῆς ἐξουσίαν ἔχοντες ὑπὸ τῶν ὑμετέρων χειρῶν εἰς τὰ ὑμέτερα εἰσκρίνεται σώματα. ἐνδομυχήσαντες γὰρ πολλῷ τῷ χρόνῳ καὶ τῇ ψυχῇ ἀνακίρνανται. καὶ διὰ τὴν ἀμέλειαν τῶν ἑαυτοῖς βοηθεῖν μὴ νοούντων ἢ καὶ μὴ βουλομένων, τούτων αὐτῶν ἐπὶ τῇ τοῦ σώματος λύσει ἡ ψυχὴ τῷ δαίμονι ἡνωμένη ἀνάγκην ἔχει φέρεσθαι ὑπ’ αὐτοῦ εἰς οὓς βούλεται τόπους. τὸ δὲ πάντων χαλεπώτατον, ἐπὰν ἐν τῇ τῶν ὅλων συντελείᾳ ὁ δαίμων τὰ πρῶτα εἰς τὸ καθαῖρον πῦρ ἀποδοθῇ, ἡ συγκραθεῖσα αὐτῷ ψυχὴ ἀνάγκην ἔχει αὐτὴ μὲν ἀπορρήτως κολάζεσθαι, ὁ δὲ δαίμων ἥδεσθαι. ἡ γὰρ ἐκ φωτὸς οὖσα τὴν ἀλλόφυλον τοῦ πυρὸς φλόγα μὴ φέρουσα βασανίζεται, ὁ δὲ ἐν τῇ τοῦ γένους αὐτοῦ ὢν οὐσίᾳ μεγάλως ἥδεται, δεσμὸς δύσρηκτος γενόμενος τῆς ὑπ’ αὐτοῦ συμποθείσης ψυχῆς.  X. τὸ δὲ τοὺς δαίμονας γλίχεσθαι εἰς τὰ ἀνθρώπων εἰσδύειν σώματα, αἰτία αὕτη. πνεύματα ὄντες καὶ τὴν ἐπιθυμίαν ἔχοντες εἰς βρωτὰ καὶ ποτὰ καὶ συνουσίαν, μεταλαμβάνειν δὲ μὴ δυνάμενοι διὰ τὸ πνεύματα εἶναι καὶ δεῖσθαι ὀργάνων τῶν πρὸς τὴν χρῆσιν ἐπιτηδείων, εἰς τὰ ἀνθρώπων εἰσίασιν σώματα, ἵνα ὥσπερ ὑπουργούντων ὀργάνων τυχόντες, ὧν θέλουσιν, ἐπιτυχεῖν δυνατοὶ ὦσιν, εἴτε βρωτῶν, διὰ τῶν ἀνθρώπου ὀδόντων, εἴτε συνουσίας, διὰ τῶν ἐκείνου αἰδοίων. ὅθεν πρὸς τὴν τῶν δαιμόνων φυγὴν ἡ ἔνδεια καὶ ἡ νηστεία καὶ ἡ κακουχία οἰκειότατόν ἐστιν βοήθημα. εἰ γὰρ τοῦ μεταλαμβάνειν χάριν εἰσέρχονται εἰς ἀνθρώπου σῶμα, δῆλον ὅτι κακουχίᾳ φυγαδεύονται. ἀλλ’ ἐπειδὴ ἔνια δεινότερα τυγχάνοντα προσφιλονεικήσαντα καίτοι τιμωρούμενα τῷ τιμωρουμένῳ προσμένει σώματι, διὰ τοῦτο χρὴ προσφεύγειν θεῷ εὐχαῖς καὶ δεήσεσιν ἀπεχομένους τε πάσης ἀκαθάρτου προφάσεως, ὅπως ἡ τοῦ θεοῦ χεὶρ εἰς ἴασιν αὐτοῦ ἐπιψαῦσαι δυνηθῇ ὡς ἁγνοῦ καὶ πιστεύοντος.  XI. δεῖ δὲ καὶ ἐν ταῖς εὐχαῖς τὸ θεῷ προσπεφευγέναι ὁμολογεῖν καὶ διαμαρτύρεσθαι τὴν τοῦ δαίμονος οὐκ ἀπείθειαν, ἀλλὰ βραδυτῆτα. πάντα γὰρ τῷ πιστεύοντι γίνεται, ἀπιστοῦντι δὲ οὐδέν. ὅθεν αὐτοὶ οἱ δαίμονες, εἰδότες ὧν ἐπικρατοῦσιν τῆς πίστεως τὴν ποσότητα, ἀναλογοῦσαν ἐπιμετροῦσιν αὐτῶν τὴν ἐπιμονήν. διὰ τοῦτο τοῖς ἀπιστοῦσιν ἐπιμένουσιν, τοῖς δὲ δυσπίστοις ἐνβραδύνουσιν, τοῖς δὲ παντάπασιν πιστεύσασι καὶ εὖ πράττουσιν οὐδὲ πρὸς ῥοπὴν ὥρας συνεῖναι δύνανται. ἡ γὰρ ψυχὴ τῇ πρὸς θεὸν πίστει ὡς εἰς ὕδατος φύσιν τραπεῖσα τὸν δαίμονα ὡς σπινθῆρα πυρὸς ἀποσβέννυσιν. κάματος οὖν ἐστιν ἑκάστῳ ἐννοηθῆναι τὴν τοῦ ἐν αὐτῷ δαίμονος φυγήν. ἀνακιρνάμενοι γὰρ ταῖς ψυχαῖς, ὅπως τις τῆς αὑτοῦ σωτηρίας ἀμελήσῃ, ἐνθυμήσεις πρὸς ἃ βούλονται ὑποβάλλουσιν εἰς τὸν ἑκάστου νοῦν.  XII. ὅθεν πολλοὶ οὐκ εἰδότες, πόθεν ἐνεργοῦνται, ταῖς τῶν δαιμόνων κακαῖς ὑποβαλλομέναις ἐπινοίαις ὡς τῷ τῆς ψυχῆς αὐτῶν λογισμῷ συντίθενται. διὸ πρὸς τοὺς σῴζειν αὐτοὺς δυναμένους ἐλθεῖν ὀκνηρότεροι γίνονται καὶ [τοὺς] ὑπ’ αὐτῶν τῶν ἐνεδρευόντων δαιμόνων ἀναλισκόμενοι ἀγνοοῦσιν. ὑπὸ μὲν οὖν τῶν ταῖς ψυχαῖς αὐτῶν ἐνδομυχούντων δαιμόνων ἐπιδίδοται αὐτοῖς ἐνθυμεῖσθαι ὡς οὐ δαίμονος ἐνοχλοῦντος, ἀλλὰ σωματικῆς νόσου (οἷον ἢ ὕλης δριμείας ἢ χολῆς ἢ φλέγματος ἢ αἵματος ἀμετρία ἢ μήνιγγος φλεγμονῆς ἢ ἄλλου τινός). εἰ δὲ καὶ τοῦτο ἦν, οὐδὲ αὐτὸ ἀπήλλακται δαίμονος εἶδος εἶναι. ἡ γὰρ καθόλου καὶ γεώδης ψυχή, αἰτίᾳ πάντων βρωτῶν διικνουμένη, ὑπὸ τῆς πλείονος τροφῆς ἐπὶ πλεῖον προσληφθεῖσα, αὐτὴ μὲν ὡς συγγενεῖ ἑνοῦται τῷ πνεύματι (ὅπερ ἐστὶν ἀνθρώπου ψυχή), τὸ δὲ τῆς τροφῆς ὑλῶδες τῷ σώματι ἑνωθὲν ὡς δεινὸς αὐτῷ ὑπολείπεται ἰός.  XIII. διὸ ἐπὶ πάντων καλὸν ἡ αὐτάρκεια. τινὲς δὲ τῶν κακούργων δαιμόνων ἄλλως ἐνεδρεύουσιν, τὴν ἀρχὴν οὐδὲ ὅτι εἰσὶν ἐνφαίνοντες, ὅπως ἡ κατ’ αὐτῶν σπουδὴ μὴ γένηται, εὐκαίρως δὲ ὀργῆς προφάσει, ἔρωτος ἢ ἄλλου τινὸς ἤτοι ξίφει ἢ βρόχῳ ἢ κρημνῷ ἢ ἑτέρῳ τινὶ τὸ σῶμα αἰφνιδίως ἐνυβρίζουσιν καὶ εἰς τέλος κολασθησομένας καθιστᾶσιν τῶν ἀνακεκραμένων τὰς ἠπατημένας αὐτοῖς ψυχάς, ὡς ἔφαμεν, εἰς τὸ καθάρσιον χωρήσαντες πῦρ. ἄλλοι δὲ ἄλλως ἐνεδρευόμενοι οὐ προσίασιν ἡμῖν, ταῖς τῶν κακούργων δαιμόνων ἐνθυμήσεσιν ἀπατώμενοι ὡς ὑπὸ μὲν τῶν θεῶν αὐτῶν ταῦτα πάσχοντες διὰ τὴν πρὸς αὐτοὺς ἀμέλειαν, θυσίαις δὲ αὐτοὺς διαλλάσσειν δυνάμενοι, καὶ ὅτι μὴ χρὴ αὐτοὺς ἡμῖν προσιέναι, ἀλλὰ τοὐναντίον φεύγειν καὶ μισεῖν. καὶ ὁμῶς μισοῦσιν καὶ φεύγουσιν τοὺς μᾶλλον ἐλεῶντας καὶ ἐπ’ εὐεργεσίᾳ αὐτοὺς διώκοντας.  XIV. μισοῦντες οὖν καὶ φεύγοντες ἡμᾶς ἐνεδρεύονται, οὐκ εἰδότες πόθεν αὐτοῖς τὰ ἐναντία τῇ αὐτῶν σωτηρίᾳ φρονεῖν γίνεται· οὔτε γὰρ ἡμεῖς αὐτοὺς μὴ βουλομένους πρὸς σωτηρίαν νεῦσαι βιάσασθαι δυνάμεθα (ἐπεὶ μὴ τοσαύτην νῦν κατ’ αὐτῶν ἔχομεν ἐξουσίαν) οὔτε αὐτοὶ ἀφ’ ἑαυτῶν τὴν κακὴν τοῦ δαίμονος ἐνθύμησιν νοῆσαι δύνανται (οὐ γὰρ ἴσασιν ὅθεν αὐτοῖς αἱ τῶν κακῶν ἐνθυμήσεις ὑποβάλλονται). εἰσὶν δὲ [οὗτοι], οὓς οἱ δαίμονες καθ’ ἃς βούλονται μορφὰς ἐπιφαινόμενοι φοβοῦσιν. ἔσθ’ ὅτε δὲ καὶ τοῖς νοσοῦσιν θεραπείας συντάσσουσιν καὶ οὕτως τοῖς προηπατημένοις θεῶν δόξαν ἀποφέρονται καὶ τοῦ δαίμονας εἶναι τοὺς πολλοὺς λανθάνουσιν, ἀλλ’ οὐχ ἡμᾶς τοὺς εἰδότας αὐτῶν τὸ μυστήριον, τίνος ἕνεκα τοιαῦτα πράττουσιν, ἑαυτοὺς κατ’ ὄναρ καθ’ ὧν τὴν ἐξουσίαν ἔχουσι μεταμορφοῦντες. καὶ οὓς μὲν φοβοῦσιν, οἷς δὲ χρηματίζουσιν καὶ θυσίας ἀπαιτοῦσιν καὶ συνεστιᾶσθαι κελεύουσιν, ἵνα αὐτῶν τὰς ψυχὰς συνπίνωσιν.  XV. ὡς γὰρ οἱ δεινοὶ ὄφεις τοῖς αὑτῶν πνεύμασιν τοὺς στρουθοὺς ἐπισπῶνται, οὕτω καὶ αὐτοὶ τοὺς μεταλαμβάνοντας τῆς αὐτῶν τραπέζης (διά γε τῶν βρωτῶν καὶ ποτῶν ἀνακραθέντες αὐτῶν τῷ νῷ) εἰς τὸ ἴδιον αὐτῶν ἐπισπῶνται βούλημα, μεταμορφοῦντες ἑαυτοὺς κατ’ ὄναρ κατὰ τὰς τῶν ξοάνων ἰδέας, ἵνα τὴν πλάνην αὐξήσωσιν. τὸ γὰρ ξόανον οὔτε ζῷόν ἐστιν οὔτε θεῖον ἔχει πνεῦμα, ὁ δὲ ὀφθεὶς δαίμων τῇ μορφῇ ἀπεχρήσατο. πόσοις κατ’ ὄναρ ὁμοίως ἄλλοις ὤφθησαν καὶ ὕπαρ συναντήσαντες ἀλλήλοις [πρὸς] τὸ κατ’ ὄναρ ἀντιβάλλοντες οὐ συνεφώνησαν; ὥστε οὐκέτι ὄναρ ἐπιφάνεια ἐκεῖνό ἐστιν, ἀλλ’ ἢ δαίμονός ἐστιν ἢ ψυχῆς [τὰ] ἐπιγενήματα τοῖς παριοῦσι φόβοις καὶ ἐπιθυμίᾳ ἀποδιδούσης τὰς ἰδέας· ἡ γὰρ φόβῳ τὸν νοῦν πληγεῖσα, διὰ ὀνείρων τὰς ἰδέας ἀποκυίσκει. εἰ δὲ τὰ ξόανα οἴεσθε ὡς ἔνπνοα ὑπάρχοντα τὰ τοιαῦτα ἐνεργεῖν δύνασθαι, ἐπὶ ζυγοῦ ἐπιστήσαντες αὐτά, ἴσου ὄντος τοῦ κανόνος, τὸ ἀντίρροπον ἐπὶ τῆς ἑτέρας πλάστιγγος θέντες, ἀξιώσατε αὐτὰ ἢ ὁλκότερα γενέσθαι ἢ κουφότερα, καὶ οὕτως ἐὰν γένηται, ἔνπνοά ἐστιν· ἀλλ’ οὐ γίνεται· εἰ δὲ ἔσται, οὔπω τὸ τοιοῦτο θεός ἐστιν. καὶ γὰρ δακτύλῳ δαίμονος τοῦτο γενέσθαι δύναται. καὶ σκώληκες κινοῦνται, καὶ θεοὶ οὐ λέγονται.  XVI. ὅτι δὲ πρὸς τὰς προλήψεις ἡ ἑκάστου ψυχὴ ἰδέας δαιμόνων ἀπεικονίζει καὶ οὐχ οἱ λεγόμενοι θεοὶ ἐπιφαίνονται, σαφές ἐστιν ἐκ τοῦ Ἰουδαίοις μὴ ἐπιφαίνεσθαι. ἀλλ’ ἐρεῖ τις· Πῶς οὖν χρηματίζουσιν τὰ μέλλοντα προσημαίνοντες; καὶ τοῦτο ψεῦδός ἐστιν. δεδόσθω δὲ ἀλήθεια εἶναι, οὔπω τὸ τοιοῦτο θεός ἐστιν. οὐ γὰρ εἴ τι μαντεύεται, θεός ἐστιν· ὅτι καὶ πύθωνες μαντεύονται, ἀλλ’ ὑφ’ ἡμῶν ὡς δαίμονες ὁρκιζόμενοι φυγαδεύονται. ἀλλ’ ἐρεῖ τις· Ἐνίοις θεραπείας προστάσσουσιν. ψεῦδός ἐστιν· δεδόσθω δὲ οὕτως ἔχειν, οὔπω τὸ τοιοῦτο θεός ἐστιν. καὶ γὰρ ἰατροὶ ἰῶνται πολλοὺς καὶ θεοὶ οὔκ εἰσιν. ἀλλά (φησίν) ἰατροὶ οὐ πάντως ἰῶνται ἐκείνους, ὧν τὴν πρόνοιαν ποιοῦνται, οὗτοι δὲ καὶ χρηματίσαντες ἰῶνται. ἀλλ’ ἴσασιν οἱ δαίμονες τὰ ὄντως πρὸς ἕκαστον πάθος προσῳκειωμένα βοηθήματα· διὸ ἰατροὶ ἐπιστήμονες ἰᾶσθαι δυνάμενοι, καὶ ταῦτα τὰ ὑπὸ ἀνθρώπων ἰαθῆναι δυνάμενα, ἀλλὰ καὶ μαντικὰ ὄντα καὶ εἰδότα πότε ἕκαστον ἐξ αὐτομάτου θεραπεύεται, τότε συντάσσουσιν τὰς θεραπείας, ἵνα ἑαυτοὺς ἐπιγράφωσιν.  XVII. ἐπεὶ διὰ τί μετὰ πολὺν χρόνον χρηματίζουσιν τὰς ἰάσεις; διὰ τί δέ, εἰ πάντα δύνανται, ἄνευ τοῦ προσφέρειν τι τὴν ἴασιν οὐ ποιοῦνται; τίνος δὲ ἕνεκα τισὶν μὲν εὐξαμένοις θεραπείας προστάσσουσιν, ἐνίοις δὲ ἔσθ’ ὅτε καὶ οἰκειοτέροις οὖσιν οὐ χρηματίζουσιν; οὕτως ὁπόταν ἐξ αὐτομάτου θεραπεία μέλλῃ γίνεσθαι, ἐπαγγέλλονται, ἵνα ἑαυτοὺς ἐπιγράψωσιν. ἄλλοι δὲ νοσήσαντες καὶ εὐξάμενοι ἐξ αὐτομάτου ὑγιάναντες, οὓς ἐπεκαλέσαντο, ἐπέγραψαν καὶ ἀναθήματα ἐποίησαν. οἱ μέντοι γε μετὰ εὐχὴν διαφωνήσαντες τὰς ἀποτυχίας ἀναθεῖναι οὐ δύνανται. πλὴν εἰ οἱ συγγενεῖς τῶν τεθνεώτων <ἢ> ἐξ αὐτῶν τινες συνεζήτησαν τὰς ἀποτυχίας, πλείονας ἂν εὑρήκειτε τὰς ἀποτυχίας τῶν ἐπιτευγμάτων. ἀλλ’ οὐδεὶς προειλημμένος αὐτοῖς τὸν κατ’ αὐτῶν ἔλεγχον ἐκφᾶναι θέλει αἰδούμενος ἢ φοβούμενος, ἀλλὰ τοὐναντίον τὰ πιστὰ αὐτῶν ἀτοπήματα συνκρύβουσιν.  XVIII. πόσοι δὲ καὶ καταψεύδονται χρηματισμοὺς καὶ θεραπείας ἐξ αὐτῶν ἀποτελεσθείσας καὶ ταύτας βεβαιοῦνται μετὰ ὅρκων; πόσοι δὲ ἐπὶ μισθῷ ἑαυτοὺς ἐξέδωκαν, δι’ ἐνίων ἐπινοιῶν πάσχειν τινὰ ἀναδεξάμενοι καὶ οὕτως κηρύξαντες, αὐτῶν τὸ πάθος ἀντιπαθείᾳ ἀποκατασταθέντες, κεχρηματίσθαι τὴν θεραπείαν λέγουσιν, ἵνα τὸ ἀναίσθητον ἐπιγράψωσιν σέβασμα; πόσα δὲ αὐτῶν ἐκ καταρχῆς μαγικῇ τέχνῃ ἐτελέσθη, ἵνα ὀνειροπολῇ καὶ χρηματίζῃ; καὶ ὅμως μακρῷ χρόνῳ καὶ ταῦτα διεφώνησεν. πόσοι δὲ νῦν τὰ τοιαῦτα κρατύνειν θέλοντες γοητεύουσιν; πλὴν οὐκ εἴ τι μαντικόν ἐστιν ἢ θεραπευτικόν, τοῦτο θεός ἐστιν.  XIX. ὁ γὰρ θεὸς πάντα δύναται. ἐκεῖνος γάρ ἐστιν ἀγαθὸς καὶ δίκαιος, νῦν πᾶσιν μακροθυμῶν, ἵνα οἱ βουλόμενοι ἐφ’ οἷς ἔπραξαν κακοῖς μεταμεληθέντες καὶ πολιτευσάμενοι ἐν ἡμέρᾳ, ᾗ τὰ πάντα κρίνεται, τῶν κατ’ ἀξίαν ἀπολαύσωσιν.

Διὸ νῦν ἄρξασθε ἀγαθῆς γνώσεως αἰτίᾳ θεῷ πειθόμενοι ἀντιλέγειν ὑμῶν ταῖς κακαῖς ἐπιθυμίαις καὶ ἐννοίαις, ἵνα δυνηθῆτε ἀνακαλέσασθαι τὴν πρώτην τῇ ἀνθρωπότητι παραδοθεῖσαν σωτήριον θρησκείαν. οὕτω γὰρ ὑμῖν ἐξαυτῆς ἀνατελεῖ τὰ ἀγαθά, ἅτινα λαβόντες πεῖραν τῶν κακῶν τοῦ λοιποῦ καταλείψετε. ἀλλὰ τῷ δεδωκότι εὐχαριστήσατε, μετὰ τοῦ τῆς εἰρήνης βασιλέως εἰσαεὶ τῶν ἀπορρήτων ἀπολαύοντες ἀγαθῶν. ἐν δὲ τῷ παρόντι, ἀενάῳ ποταμῷ ἢ πηγῇ ἐπεί γε κἂν θαλάσσῃ ἀπολουσάμενοι ἐπὶ τῇ τρισμακαρίᾳ ἐπονομασίᾳ οὐ μόνον τὰ ἐνδομυχοῦντα ὑμῖν πνεύματα ἀπελάσαι δυνήσεσθε, ἀλλ’ αὐτοὶ μηκέτι ἁμαρτάνοντες καὶ θεῷ ἀνενδοιάστως πιστεύοντες τὰ ἄλλων κακὰ πνεύματα καὶ δαιμόνια χαλεπὰ σὺν τοῖς δεινοῖς πάθεσιν ἀπελάσετε. ἐνίοτε δὲ μόνον ἐνιδόντων ὑμῶν φεύξονται· ἴσασιν γὰρ τοὺς ἀποδεδωκότας ἑαυτοὺς τῷ θεῷ, διὸ τιμῶντες αὐτοὺς πεφοβημένοι φεύγουσιν, ὥσπερ ἐχθὲς ἑωράκατε πῶς ἐμοῦ ἀναθεμένου μετὰ τὴν προσομιλίαν εὔξασθαι ὑπὲρ τῶν πασχόντων, αὐτὰ [τὰ πάθη] τῇ πρὸς τὴν θρησκείαν τιμῇ ἀνέκραγεν, βραχεῖαν ὥραν στέξαι μὴ δυνηθέντα.  XX. μὴ οὖν νομίσητε ὅτι ἡμεῖς ἄλλης φύσεως ὄντες κατὰ τοῦτο δαίμονας οὐ φοβούμεθα. τῆς γὰρ αὐτῆς ὑμῖν ἐσμεν φύσεως, ἀλλ’ οὐ θρησκείας. διὸ ὑμῶν οὐ πολύ, ἀλλὰ τὸ πᾶν κρείττονες ὄντες καὶ ὑμᾶς τοιούτους γενέσθαι οὐ φθονοῦμεν, ἀλλὰ τοὐναντίον συμβουλεύομεν, εἰδότες ὅτι τοὺς θεῷ προσοικειωθέντας ταῦτα πάντα ἀγνώστως προτιμᾷ καὶ φοβεῖται.  XXI. ὅνπερ γὰρ τρόπον Καίσαρος χιλιάρχῳ οἱ ὑποκείμενοι στρατιῶται διὰ τὴν τοῦ δεδωκότος ἐξουσίαν τὸν εἰληφότα οἴδασι τιμᾶν τοσοῦτον ὥστ’ ἂν τοὺς ἐφεστῶτας λέγειν τούτῳ· Ἐλθέ, καὶ ἔρχεσθαι καὶ ἄλλῳ· Πορεύου, καὶ πορεύεσθαι, οὕτως καὶ ὁ θεῷ ἑαυτὸν ἀποδούς, πιστὸς ὤν, δαίμοσίν τε καὶ πάθεσιν μόνον λέγων ἀκούεται, καὶ ὑποχωροῦσιν δαίμονες πολὺ ἰσχυρότεροι ὄντες τῶν κελευόντων. ἀφράστῳ γὰρ δυνάμει τὸν ἑκάστου νοῦν ὁ θεὸς ὑποτάσσει ᾧ βούλεται. ὡς γὰρ τὸν Καίσαρα πεφόβηνται ὄντα ἄνθρωπον πολλοὶ ἡγεμόνες μετὰ πασῶν τῶν παρεμβολῶν καὶ πόλεων, τῆς ἑκάστου καρδίας <τὴν> τῶν ὅλων εἰκόνα προτιμᾶν σπευδούσης (θεοῦ γὰρ βουλῇ τὰ πάντα δεδουλωμένα φόβῳ τὴν αἰτίαν οὐκ οἶδεν), οὕτω καὶ τὸν θεῷ προσφεύγοντα καὶ τὴν δικαίαν πίστιν ὥσπερ εἰκόνα αὐτοῦ ἐν τῇ αὐτοῦ βαστάζοντα καρδίᾳ πάντα τὰ παθοποιὰ πνεύματα τιμᾷ καὶ φεύγει, φυσικῇ τινι ὁδῷ πεφοβημένα.

XXII. Ἀλλ’ ὅμως κἂν πάντες δαίμονες μετὰ πάντων τῶν παθῶν ὑμᾶς φεύγωσιν, οὐκ ἔστιν ἐν τούτῳ μόνον χαίρειν, ἀλλ’ ἐν τῷ δι’ εὐαρεστίαν τὰ ὀνόματα ὑμῶν ἐν οὐρανῷ ὡς ἀεὶ ζώντων ἀναγραφῆναι. οὕτω καὶ τὸ θεῖον ἅγιον πνεῦμα χαίρει ὅτι τὸν θάνατον νενίκηκεν ἄνθρωπος· τὸ γὰρ δαίμονας φυγαδεύειν εἰς τὴν ἄλλου ἴασιν γίνεται. ταῦτα δὲ λέγομεν οὐχ ὡς ἀρνούμενοι τὸ μὴ δεῖν ἄλλοις βοηθεῖν, ἀλλ’ ὅτι μὴ χρὴ ἐπὶ τούτῳ τυφωθέντας ἑαυτῶν ἀμελεῖν. ἔσθ’ ὅτε δέ τινας ἀνόμους ἄνδρας δαίμονες φεύγουσιν δι’ ὄνομα τίμιον καὶ ἐνεδρεύονται ὅ τε ἀπελάσας καὶ <ὁ> ἱστορήσας· ὁ μὲν ἀπελάσας ὡς διὰ δικαιοσύνην προτιμηθεὶς οὐκ εἰδὼς τοῦ δαίμονος τὸ κακοῦργον (ἅμα τε γὰρ τὸ ὄνομα τετίμηκεν καὶ τῇ φυγῇ τὸν ἀσεβῆ εἰς οἴησιν δικαιοσύνης περιβαλὼν τοῦ μὴ μετανοεῖν ἠπάτησεν), ὁ δὲ ἱστορήσας ὡς εὐσεβεῖ συνχρησάμενος τῷ ἀπελάσαντι πρὸς τὴν ὁμοίαν πολιτείαν σπεύσας ἀπόλλυται. ἐνίοτε δὲ καὶ τοὺς μὴ θεῷ προσκειμένους ὅρκους φεύγειν ὑποκρίνονται, ἵν’ ἀπατήσαντες αὐτοὺς ὅτε θελήσωσιν ἀνέλωσιν.

XXIII. Καὶ τοῦτο οὖν ὑμᾶς εἰδέναι βουλόμεθα ὅτι, ἐὰν μή τις ἑκὼν ἑαυτὸν δαίμοσιν δοῦλον ἐκδῴη (ὡς τάχιον εἶπον), ὁ δαίμων τὴν κατ’ αὐτοῦ ἐξουσίαν οὐκ ἔχει. ἕνα οὖν θεὸν σέβειν ἑλόμενοι καὶ «τραπέζης δαιμόνων» ἀποσχόμενοι καὶ σωφροσύνην μετὰ φιλανθρωπίας καὶ δικαιοσύνης ἀναδεξάμενοι καὶ τρισμακαρίᾳ ἐπονομασίᾳ εἰς ἄφεσιν ἁμαρτιῶν βαπτισάμενοι τῷ ὅσον δύνασθε ἐπὶ τὸ τέλειον τῆς ἁγνείας ἑαυτοὺς ἐπιδιδόναι δύνασθε κολάσεως ἀιδίου ῥυσθέντες αἰωνίων ἀγαθῶν κληρονόμοι καταστῆναι. ταῦτα εἰπὼν τοῖς ὑπὸ παθῶν ὀχλουμένοις προσιέναι ἐκέλευσεν, καὶ οὕτως πολλοὶ πείρᾳ τῶν ἐχθὲς θεραπευθέντων συνεληλυθότες προσῄεσαν· ὁ δὲ τὰς χεῖρας αὐτοῖς ἐπιθεὶς καὶ εὐξάμενος, ἐξαυτῆς ἰασάμενος, ἐντειλάμενος αὐτοῖς καὶ τοῖς ἄλλοις ὀρθρίτερον συνεδρεύειν, αὐτὸς λουσάμενος καὶ τροφῆς μεταλαβὼν ὕπνωσεν.

 

Homiliae