Homiliae - Greek

Ομιλια ζ’

I. Τετάρτῃ δὲ ἡμέρᾳ τῆς ἐν Τύρῳ ἡμῶν ἐπιδημίας ὑπὸ τὸν ὄρθρον προεληλυθότι τῷ Πέτρῳ ἀπήντων πλησιόχωροί τε οὐκ ὀλίγοι καὶ αὐτῆς Τύρου πάνπολλοι καὶ ἐπεφώνουν λέγοντες· Ὁ θεὸς διὰ σοῦ ἡμᾶς ἐλεείτω, διὰ σοῦ θεραπευέτω. ὁ δὲ Πέτρος ἔστη ἐπὶ λίθου τινὸς ὑψηλοῦ πρὸς τὸ δύνασθαι πᾶσιν ὁρᾶσθαι καὶ προσαγορεύσας θεοσεβεῖ νόμῳ οὕτως ἤρξατο· Θεῷ τῷ κτίσαντι τὸν οὐρανὸν καὶ τὸ σύμπαν οὐ λείπει πρόφασις πρὸς σωτηρίαν τῶν σῴζεσθαι θελόντων.  II. ὅθεν μηδὲ ἐπὶ τοῖς δοκοῦσιν φαύλοις ὑπὸ προπετείας τις αὐτὸν ὡς μὴ φιλάνθρωπον αἰτιάσθω. τῶν γὰρ συμβαινόντων ἀνθρώπῳ τὰ τέλη ἀνθρώποις μὲν ἄγνωστα, ὡς ἐπὶ κακῷ ὑποπτευόμενα, θεῷ δὲ ὡς ἀποβησόμενα εὐτυχῶς γνώριμα. αὐτίκα γοῦν Σίμων ἀριστερὰ τοῦ θεοῦ δύναμις ὢν καὶ τῶν τὸν θεὸν οὐκ εἰδότων ἐπὶ κακοποιίᾳ τὴν ἐξουσίαν ἔχων νόσοις ὑμᾶς περιβαλεῖν ἠδυνήθη, αἵτινες διὰ τὴν τοῦ θεοῦ ἀγαθὴν πρόνοιαν γενέσθαι συγχωρηθεῖσαι ἠνάγκασαν ὑμᾶς, τὸν ἰᾶσθαι δυνάμενον περιβλεψαμένους καὶ εὑρόντας, προφάσει τῆς τοῦ σώματος θεραπείας τὰ θεῷ δοκοῦντα ἀναδεξαμένους πεισθῆναι φρονεῖν, ἵνα οὕτως ἅμα τοῖς σώμασι σωθησομένοις καὶ τὰς ψυχὰς σώας ἔχητε.  III. μανθάνω οὖν ὡς βουθυτήσας εἱστίασεν ὑμᾶς ἐν μέσῃ τῇ ἀγορᾷ καὶ οὕτως ὑμεῖς οἴνῳ πολλῷ παρενεχθέντες ἅμα τοῖς πονηροῖς δαίμοσιν τὸν ἄρχοντα αὐτῶν ἐφιλοφρονεῖσθε καὶ οὕτως ὑμῶν οἱ πλεῖστοι ὑπὸ τῶν παθῶν κατελήφθησαν, ἀγνοίας αἰτίᾳ καθ’ ἑαυτῶν ἰδίαις χερσὶν ἐπισπασάμενοι τὸ τοῦ ὀλέθρου ξίφος. οὐ γὰρ ἂν τὴν καθ’ ὑμῶν ἔσχον ἐξουσίαν οἱ δαίμονες, εἰ μὴ πρότερον τῷ ἄρχοντι αὐτῶν ὁμοδίαιτοι ἐγεγόνειτε. οὕτω γὰρ ἀπ’ ἀρχῆς ὑπὸ τοῦ πάντα κτίσαντος θεοῦ δυσὶν ἑκάστοτε ἄρχουσι, δεξιῶν τε καὶ εὐωνύμων, ὡρίσθη νόμος, μὴ ἔχειν ἑκάτερον αὐτῶν ἐξουσίαν, ἐὰν μὴ πρότερόν τινι ὁμοτράπεζος γένηται, ὃν εὖ ποιῆσαι ἢ κακῶσαι βούλεται. ὥσπερ οὖν τῶν δαίμοσιν ἀποδεδομένων θυμάτων μεταλαβόντες τῷ τῆς κακίας ἡγεμόνι κατεδουλώθητε, οὕτως, ἂν τούτων παυσάμενοι τῷ θεῷ διὰ τοῦ ἀγαθοῦ καὶ δεξιοῦ ἡγεμόνος προσφύγητε, ἀθύτοις τιμαῖς ποιοῦντες ἃ βούλεται, εὖ ἴστε ὅτι σὺν τῇ τοῦ σώματος ἰάσει καὶ τὰς ψυχὰς ὑγιαινούσας ἕξετε. αὐτὸς γὰρ μόνος διὰ τῆς ἀριστερᾶς ἀναιρῶν διὰ τῆς δεξιᾶς ζωοποιῆσαι δύναται, ὁμοίως δὲ καὶ πατάξαι καὶ ἀναστῆσαι κείμενον.  IV. διὰ τοῦτο πρῶτον ὑπὸ τοῦ προδρόμου Σίμωνος προαπατηθέντες, θεῷ τὰς ψυχὰς ἀπεθάνετε καὶ τὰ σώματα ἐπατάχθητε· δύνασθε δὲ ὁμοίως τὸ δεύτερον διὰ τῆς μετανοίας (ὡς ἔφην) τὰ θεῷ ἀρέσκοντα ἀναδεξάμενοι καὶ τὰ σώματα ἀναρρῶσαι καὶ τὰς ψυχὰς ἀναλαβεῖν. ἔστιν δὲ τὰ ἀρέσκοντα τῷ θεῷ τὸ αὐτῷ προσεύχεσθαι, αὐτὸν αἰτεῖν ὡς πάντα νόμῳ κριτικῷ διδόντα, «τραπέζης δαιμόνων» ἀπέχεσθαι, νεκρᾶς μὴ γεύεσθαι σαρκός, μὴ ψαύειν αἵματος, ἐκ παντὸς ἀπολούεσθαι λύματος. τὰ δὲ λοιπὰ ἑνὶ λόγῳ ὡς οἱ θεὸν σέβοντες ἤκουσαν Ἰουδαῖοι, καὶ ὑμεῖς ἀκούσατε ἅπαντες ἐν πολλοῖς σώμασιν μίαν γνώμην ἀναλαβόντες· Ἅπερ ἕκαστος ἑαυτῷ βούλεται καλά, τὰ αὐτὰ βουλευέσθω καὶ τῷ πλησίον. οὕτω δ’ ἂν ὑμῶν ἕκαστος νοήσειεν τὸ καλόν, εἰ ἑαυτῷ διαλεχθείη τὰ τοιαῦτα· Οὐ θέλεις φονευθῆναι, ἕτερον μὴ φονεύσῃς· οὐ θέλεις τὴν σὴν ὑφ’ ἑτέρου μοιχευθῆναι γυναῖκα, τὴν ἑτέρου μὴ μοίχευε γαμετήν· οὐ θέλεις τι τῶν σῶν κλαπῆναι, ἑτέρου μὴ κλέπτε μηδέν. καὶ οὕτως ἀφ’ ὑμῶν αὐτῶν τὸ εὔλογον συννοοῦντες καὶ ποιοῦντες, θεῷ προσφιλεῖς γενόμενοι, ἐπιτεύξεσθε τῆς ἰάσεως, ἐπεὶ καὶ ἐν τῷ παρόντι αἰῶνι βασανισθήσεσθε τὰ σώματα καὶ ἐν τῷ μέλλοντι κολασθήσεσθε τὰς ψυχάς.  V. τοιαῦτα ὑπὸ τοῦ Πέτρου ἐν ὀλίγαις ἡμέραις κατηχηθέντες καὶ ἰαθέντες ἐβαπτίσθησαν, ἐπί τε τοῖς λοιποῖς αὐτοῦ θαύμασιν οἱ λοιποὶ πάντες ἐν μέσαις ταῖς ἀγοραῖς πανδημεὶ ἐπὶ σποδοῦ καὶ σάκκου ἐκαθέζοντο, μετανοοῦντες ἐπὶ τοῖς πρότερον ἡμαρτημένοις. καὶ οἱ ἐν Σιδῶνι ταῦτα ἀκούσαντες τὰ ὅμοια ἐποίησαν καὶ ἱκέτας πρὸς τὸν Πέτρον ἀπέστελλον ὡς αὐτοὶ διὰ τὰς νόσους πρὸς αὐτὸν ἐλθεῖν μὴ δυνάμενοι. ὁ Πέτρος δὲ ἡμερῶν οὐ πολλῶν ἐνδιατρίψας τῇ Τύρῳ καὶ κατηχήσας τοὺς ἐν αὐτῇ ἅπαντας καὶ παντοδαπῶν αὐτοὺς ἀπαλλάξας παθῶν ἐκκλησίαν τε συστησάμενος καὶ ἀπὸ τῶν ἑπομένων αὐτῷ πρεσβυτέρων ἐπίσκοπον αὐτοῖς καταστήσας ὥρμησεν εἰς Σιδῶνα. ὁ δὲ Σίμων μαθὼν ἥκοντα τὸν Πέτρον εὐθὺς ἀπέδρα εἰς Βηρυτὸν μετὰ Ἀππίωνος καὶ τῶν αὐτοῦ ἑταίρων.

VI. Τοῦ δὲ Πέτρου εἰσιόντος εἰς τὴν Σιδῶνα πολλοὺς ἐν κλίναις φέροντες πρὸ αὐτοῦ ἐτίθεσαν. ὁ δὲ πρὸς αὐτοὺς ἔφη· Μὴ τοίνυν νομίσητε ἐμέ τι δύνασθαι πρὸς ὑμετέραν ἴασιν, ἄνδρα θνητὸν καὶ αὐτὸν πολλοῖς πάθεσιν ὑποπεσεῖν δυνάμενον· ὑφηγεῖσθαι δὲ ὑμῖν τὸν τρόπον δι’ οὗ σωθῆναι δυνήσεσθε οὐ φθονῶ, καὶ αὐτὸς παρὰ τοῦ τῆς ἀληθείας προφήτου μαθὼν τοὺς προωρισμένους τοῦ θεοῦ «πρὸ καταβολῆς κόσμου» ὁρισμούς, λέγω δὲ ἐπὶ ποίαις κακαῖς πράξεσιν τοὺς ἀνθρώπους ἔταξεν ὑπὸ τοῦ τῆς κακίας ἡγεμόνος κακοῦσθαι, ὁμοίως τε ἐπὶ ποίαις ἀγαθαῖς πράξεσιν ὥρισεν πρότερον πιστεύσαντας αὐτῷ ἰωμένῳ τὰ σώματα σῴζεσθαι, ἔπειτα καὶ τὰς ψυχὰς ἐπανορθοῦσθαι πρὸς τὸ ἀνώλεθρον.  VII. ταύτας τοίνυν τάς τε ἀγαθὰς καὶ κακὰς πράξεις εἰδὼς προμηνύω ὑμῖν ὡς ὁδοὺς δύο, ὑποδεικνύων διὰ ποίας μὲν βαδίζοντες ἀπόλλυνται, ποίᾳ δὲ ὁδεύοντες ἀποσῴζονται, θεῷ ὁδηγούμενοι. ἡ μὲν οὖν τῶν ἀπολλυμένων ὁδὸς πλατεῖα μὲν καὶ ὁμαλωτάτη, ἀπολλύουσα δὲ ἄνευ τοῦ πόνου, ἡ δὲ τῶν σῳζομένων στενὴ μὲν καὶ τραχεῖα, σῴζουσα δὲ πρὸς τῷ τέλει τοὺς διαπορευθέντας ἐπιπόνως. τούτων δὲ τῶν δύο ὁδῶν προκαθέζεται ἀπιστία καὶ πίστις, καὶ ὁδεύουσιν διὰ μὲν ἀπιστίας οἱ τὰς ἡδονὰς προκρίναντες, διὰ δὲ .... συζητεῖν τὸ συμφέρον οὐ διεφύλαξαν. ἀγνοοῦσιν μέντοι ὡς οὐκ ἀνθρωπίνοις ὅμοια τὰ θεοῦ βουλήματα. πρῶτον μὲν γὰρ οἶδεν τὰ πάντων διανοήματα, καὶ οὐκ ἐν τῷ ἐνχειρῆσαι μόνον, ἀλλὰ καὶ ἐν τῷ ἐννοῆσαι ἕκαστος εὐθύνεται. πολλῷ δὲ ἧττον ἀσεβοῦσιν οἱ ἐνχειροῦντες καλὰ νοεῖν καὶ ἀποτυγχάνοντες τῶν μηδὲ ὅλως ἐνχειρούντων τοῖς καλοῖς. ὅτι αὐτῷ τῷ θεῷ ἔδοξεν τὸν ἐν γνώσει τῶν καλῶν παραπίπτοντα κατὰ λόγον τῶν ἀνθρωπίνων παραπτωμάτων μετρίως κολασθέντα σωθῆναι. οἱ δὲ τὴν ἀρχὴν καὶ τοῦ γνῶναι τὸ κρεῖττον ἐξημεληκότες, κἂν μυρία ἕτερα πράξωσιν καλά, ἐν ᾗ δὲ αὐτὸς ὥρισεν θρησκείᾳ μὴ γένωνται, ἀμελείας ἔγκλημα λαβόντες τῇ μεγίστῃ ἀποσβεσθήσονται κολάσει παντελῶς.  VIII. ἡ δὲ ὑπ’ αὐτοῦ ὁρισθεῖσα θρησκεία ἐστὶν αὕτη· Τὸ μόνον αὐτὸν σέβειν καὶ τῷ τῆς ἀληθείας μόνῳ πιστεύειν προφήτῃ καὶ «εἰς ἄφεσιν ἁμαρτιῶν» βαπτισθῆναι καὶ οὕτως διὰ τῆς ἁγνοτάτης βαφῆς ἀναγεννηθῆναι θεῷ διὰ τοῦ σῴζοντος ὕδατος, «τραπέζης δαιμόνων» μὴ μεταλαμβάνειν (λέγω δὲ εἰδωλοθύτων, νεκρῶν, πνικτῶν, θηριαλώτων, αἵματος), μὴ ἀκαθάρτως βιοῦν, ἀπὸ κοίτης γυναικὸς λούεσθαι, αὐτὰς μέντοι καὶ ἄφεδρον φυλάσσειν, πάντας δὲ σωφρονεῖν, εὖ ποιεῖν, μὴ ἀδικεῖν, παρὰ τοῦ πάντα δυναμένου θεοῦ ζωὴν αἰώνιον προσδοκᾶν, εὐχαῖς καὶ δεήσεσιν συνεχέσιν αἰτουμένους αὐτὴν λαβεῖν. τοιαῦτα καὶ ἐν τῇ Σιδῶνι τοῦ Πέτρου παραινοῦντος, ἡμέραις ὀλίγαις πολλῶν κἀκεῖ μετανοησάντων καὶ πιστευσάντων καὶ θεραπευθέντων ἐκκλησίαν συνέστησεν καὶ τῶν συνεπομένων αὐτῷ πρεσβυτέρων τινὰ καταστήσας αὐτοῖς ἐπίσκοπον ἐξῄει τῆς Σιδῶνος.

IX. Ὡς δὲ εὐθὺς ἐπέβη τῆς Βηρυτοῦ, σεισμὸς ἐγένετο. καὶ οἱ ὄχλοι προσιόντες τῷ Πέτρῳ, Βοήθει, ἔλεγον· πεφοβήμεθα γάρ (ἔφασαν), μὴ ἄρα ἄρδην πάντες ἀπολώμεθα. τότε ὁ Σίμων τολμήσας ἅμα τῷ Ἀππίωνι καὶ Ἀννουβίωνι καὶ Ἀθηνοδώρῳ καὶ τοῖς λοιποῖς ἑταίροις αὐτοῦ δημοσίᾳ τοῖς ὄχλοις κατὰ τοῦ Πέτρου ἐβόα· Φεύγετε, ἄνδρες, τὸν ἄνδρα τοῦτον· μάγος ἐστίν, πιστεύσατε, καὶ τὸν σεισμὸν αὐτὸς ἐποίησεν ἡμῖν καὶ τὰς νόσους ἐκίνησεν αὐτός, ἵνα ὑμᾶς καταπλήξηται ὡς αὐτὸς ὢν θεός. καὶ πολλὰ τοιαῦτα ὡς ὑπὲρ δύναμιν ἀνθρωπίνην δυναμένου τοῦ Πέτρου κατεψεύδοντο οἱ περὶ τὸν Σίμωνα. ἡσυχίαν δὲ αὐτῷ παρασχόντων τῶν ὄχλων ὁ Πέτρος βραχὺ ὑπομειδιάσας καταπληκτικῇ τῇ παρρησίᾳ, Ἄνδρες, εἶπεν, ἅπερ οὗτοι λέγουσιν, θεοῦ θέλοντος ποιεῖν δυνατὸς εἶναι ὁμολογῶ, πρὸς δὲ τούτοις ἕτοιμός εἰμι, ἐὰν μὴ πείθησθέ μοι περὶ ὧν λέγω, τὴν πᾶσαν ὑμῶν ἐκβαθρεῦσαι πόλιν.  X. τῶν δὲ ὄχλων φοβηθέντων καὶ ἑτοίμως ποιήσειν ἐπαγγειλαμένων ὅπερ ἂν ὑπ’ αὐτοῦ κελεύωνται, Μηδεὶς ὑμῶν, ἔφη ὁ Πέτρος, μήτε ὁμιλείτω τούτοις τοῖς γόησιν μήτε ἀναμιγνύσθω. οἱ δὲ ὄχλοι ἅμα τῷ ἀκοῦσαι τοῦ κελεύσματος τοῦ συντόμου ξύλα λαβόντες ἐδίωκον αὐτούς, ἕως αὐτοὺς παντελῶς τῆς πόλεως ἐξήλασαν. καὶ εἰσελθόντες οἱ νοσοῦντες αὐτῶν καὶ δαιμονῶντες πρὸς ποσὶν τοῦ Πέτρου ἑαυτοὺς ἐρρίπτουν. ὁ δὲ ταῦτα βλέπων καὶ τὴν κατάπληξιν αὐτῶν ἀναλῦσαι θέλων πρὸς αὐτοὺς ἔφη·  XI. Ἐγὼ σεισμοὺς καὶ πᾶν ὅ, τι βούλομαι ποιεῖν εἰ ἐδυνάμην, Σίμωνα οὐ λέγω ὅτι μετὰ τῶν αὐτοῦ ἑταίρων ἐξωλόθρευον (οὐ γὰρ ἐπὶ φθορᾷ ἀνθρώπων ἀπέσταλμαι), ἀλλὰ φίλον ἐμαυτῷ αὐτὸν ἂν ἐποιησάμην, ἵνα μή μου τὸ ἀληθὲς διαβάλλων κήρυγμα πολλοῖς ἐμποδίζῃ πρὸς σωτηρίαν. εἰ δ’ ἐμοὶ πιστεύετε, αὐτός ἐστιν μάγος, αὐτὸς διάβολος, αὐτὸς κακίας ὑπηρέτης κατὰ τῶν ἀγνοούντων τὸ ἀληθές· καὶ διὰ τοῦτο ἁμαρτάνουσι νόσους ἐνεργεῖν δύναται, συνεργοὺς ἔχων τοὺς ἁμαρτάνοντας τῆς κατ’ αὐτῶν δυνάμεως. ἐγὼ δὲ θεοῦ τοῦ πάντα πεποιηκότος εἰμὶ δοῦλος, τοῦ δεξιοῦ αὐτοῦ προφήτου μαθητής. διὸ ἐκείνου ἀπόστολος ὢν ἀληθεύω. ἀγαθῷ γὰρ ὑπηρετῶν καὶ νόσους ἀπελαύνω· ἐπέμφθην γὰρ δεύτερος· ἐπεὶ προηγεῖται μὲν νόσος, ἕπεται δὲ ἴασις, δι’ ἐκείνου μὲν οὖν τοῦ κακοποιοῦ μάγου τῷ θεῷ ἀπιστήσαντες ἐνοσήσατε, δι’ ἐμοῦ δὲ ἐάν τε αὐτῷ πιστεύσητε, ἰαθήσεσθε. οὕτω γὰρ τοῦ δυνατοῦ τὴν πεῖραν λαβόντες, ἐπὶ τὸ εὖ ποιεῖν τραπόμενοι καὶ τὰς ψυχὰς ἀνασωθῆναι δυνηθείητε.  XII. ταῦτα αὐτοῦ λέγοντος οἱ πάντες γονυπετεῖς πρὸ τῶν αὐτοῦ ἔκειντο ποδῶν. ὁ δὲ εἰς οὐρανὸν ἄρας τὰς χεῖρας καὶ τῷ θεῷ προσευξάμενος ἰάσατο τοὺς πάντας ἐκ μόνης εὐχῆς. οὐκ ὀλίγων δὲ ἡμερῶν παραμείνας τοῖς Βηρυτίοις καὶ πολλοὺς τῇ μοναρχικῇ θρησκείᾳ συνεθίσας καὶ βαπτίσας, ἀπὸ τῶν ἑπομένων αὐτῷ πρεσβυτέρων ἕνα ἐπίσκοπον αὐτοῖς καταστήσας, εἰς τὴν Βύβλον ἐξῄει. καὶ γενόμενος ἐκεῖ καὶ μαθών, ὅτι Σίμων οὐδὲ μιᾶς ἡμέρας αὐτοῖς προσέμεινεν, ἀλλ’ εὐθέως εἰς Τρίπολιν ὥρμησεν, ὀλίγων ἡμερῶν αὐτοῖς ἐπιμείνας καὶ θεραπεύσας οὐκ ὀλίγους καὶ ταῖς βίβλοις αὐτοὺς ἐνασκήσας, κατ’ ἴχνος τοῦ Σίμωνος εἰς τὴν Τρίπολιν ἐπορεύετο, μεταδιώκειν αὐτὸν μᾶλλον, οὐχ ὑποφεύγειν προῃρημένος.

 

Homiliae