Homiliae - Greek

Ομιλια γ’

Ι. Δύο μὲν οὖν διελθουσῶν ἡμερῶν, ἐπιφωσκούσης δὲ τρίτης, πρὸς τὸ διαλεχθῆναι τῷ Σίμωνι ἐξυπνισθεὶς ἐγὼ Κλήμης καὶ οἱ συνόντες ἑταῖροι ὑπὸ τὰς δευτέρας τῶν ἀλεκτρυόνων φωνάς, εὕρομεν τὸν μὲν λύχνον ἔτι φαίνοντα, τὸν δὲ Πέτρον γονυκλινῆ προσευχόμενον. συντελέσας οὖν τὴν δέησιν, ἐπιστραφεὶς καὶ ἰδὼν ἡμᾶς πρὸς τὸ ἀκοῦσαι ἑτοίμως ἔχοντας, ἔφη·  II. Γινώσκειν ὑμᾶς θέλω ὅτι οἱ καθ’ ἡμετέραν πρόνοιαν συνόντες τῷ Σίμωνι, ὅπως τὰς βουλὰς αὐτοῦ μανθάνοντες ὑποβάλλωσιν ἡμῖν, ἵνα δυνώμεθα πρὸς τὴν τῆς κακίας αὐτοῦ ποικιλίαν ἁρμόσασθαι, αὐτοὶ πέμψαντες ἐδήλωσαν ἡμῖν λέγοντες· Σίμων σήμερον, καθὰ συνετάξατο, ἕτοιμός ἐστιν ἀπὸ τῶν γραφῶν ἐπὶ πάντων ἐλθὼν ἀποδεικνύειν μὴ τοῦτον εἶναι θεὸν ἀνώτατον, «ὃς οὐρανὸν ἔκτισε καὶ γῆν» καὶ πάντα τὰ ἐν αὐτοῖς, ἀλλὰ ἄλλον τινὰ ἄγνωστον καὶ ἀνώτατον ὡς ἐν ἀπορρήτοις ὄντα θεὸν θεῶν· ὃς δύο ἔπεμψε θεούς, ἀφ’ ὧν ὁ μὲν εἷς ἐστιν ὁ κόσμον κτίσας, ὁ δὲ ἕτερος ὁ τὸν νόμον δούς· καὶ ταῦτα μηχανᾶται λέγειν, ὅπως τῶν τὸν ἕνα καὶ μόνον μελλόντων σέβειν θεόν, «ὃς οὐρανὸν ἔκτισε καὶ γῆν», τὴν ὀρθὴν προεκλύσει πίστιν.  III. ταῦτα ἀκούσας πῶς οὐκ ἂν ἠθύμησα; διὸ καὶ ὑμᾶς τοὺς συνόντας μοι ἀδελφοὺς εἰδέναι ἠθέλησα ὡς οὐ μετρίως τὴν ψυχὴν ἀλγῶ, ἐνορῶν τὸν μὲν πονηρὸν πρὸς δοκιμὴν ἀνθρώπων ἐγρηγορότα, τοὺς δὲ ἀνθρώπους τῆς ἑαυτῶν σωτηρίας πάνυ ἀμελοῦντας. ἐμηχανήσατο γὰρ τοῖς ἀπὸ ἐθνῶν μέλλουσιν περὶ τῶν ἐπιγείων ξοάνων πείθεσθαι ὅτι οὐκ εἰσὶν θεοί, ἑτέρων πολλῶν θεῶν δόξας εἰσενεγκεῖν, ὅπως. ἐὰν παύσωνται τῆς κάτω πολυθέου μανίας, ἑτέρως ἢ καὶ χεῖρον κατὰ τῆς τοῦ θεοῦ μοναρχίας λέγειν ἀπατηθήσονται, ἵνα μηδέποτε τὰ τῆς μοναρχίας προτιμήσαντες οὐπώποτε ἐλέους τυχεῖν δυνηθῶσιν. ταύτης δὲ τῆς τόλμης ἕνεκα ὁ Σίμων ταῖς ψευδέσιν τῶν γραφῶν περικοπαῖς ὡπλισμένος πολεμεῖν ἡμῖν προσέρχεται. καὶ τὸ δεινότερον ὅτι ἀφ’ ὧν πεπίστευκε προφητῶν τοιαῦτα δογματίζειν κατὰ τοῦ ὄντως θεοῦ οὐ πεφόβηται.  IV. καὶ ἡμῖν μὲν τοῖς ἐκ προγόνων παρειληφόσιν τὸν τὰ πάντα κτίσαντα σέβειν θεόν, ἔτι δὲ καὶ τῶν ἀπατᾶν δυναμένων βίβλων τὸ μυστήριον, οὐδὲν δυνήσεται, τοῖς δὲ ἀπὸ ἐθνῶν, τὴν πολύθεον ὑπόληψιν σύντροφον ἔχουσιν καὶ τῶν γραφῶν τὰ ψευδῆ οὐκ εἰδόσιν, πολὺ δυνήσεται οὐ μόνον αὐτός, ἀλλ’ εἰ καὶ ἄλλος τις τοῖς ἀπὸ ἐθνῶν κατὰ τοῦ θεοῦ κενόν τινα, ὅμοιον ὀνείρῳ, πλουσίως κεκοσμημένον ὑφηγήσεται μῦθον, πιστευθήσεται τῷ ἐκ παίδων τὸν νοῦν αὐτῶν τὰ κατὰ τοῦ θεοῦ λεγόμενα ἐθισθῆναι λαμβάνειν. σπάνιοι δέ τινες οἱ μὲν αὐτῶν ἔσονται, ὡς ἐκ πλήθους ὀλίγοι, οἵτινες δι’ εὐγνωμοσύνην οὐ θελήσουσι κατὰ τοῦ τὰ πάντα κτίσαντος θεοῦ κακὸν λόγον αὐτὸ κἂν ἀκοῦσαι μόνον· οἷς μόνοις ἀπὸ ἐθνῶν οὖσιν σωθῆναι γενήσεται. μὴ οὖν ὑμῶν τις τὸν Σίμωνα παντελῶς μεμφέσθω ἢ καὶ ἄλλον τινά· οὐδὲν γὰρ ἀδίκως γίνεται, ὅπου καὶ τὰ τῶν γραφῶν ψευδῆ εὐλόγως πρὸς δοκιμὴν ἔχοντα τυγχάνει.

V. Κἀγὼ Κλήμης ἀκούσας ἔφην· Πῶς λέγεις, κύριε, καὶ τὰ τῶν γραφῶν ψευδῆ εὐλόγως πρὸς δοκιμὴν ἀνθρώπων ἔχειν; ὁ δὲ ἀπεκρίνατο· Τὰ ψευδῆ τῶν γραφῶν αἰτήματι κακίας δικαίῳ τινὶ λόγῳ γραφῆναι συνεχωρήθη· εὐλόγως δὲ λέγω οὕτως· Ἐν ταῖς θεολογίαις ὁ πονηρὸς τοῦ ἀγαθοῦ τὸν θεὸν οὐκ ἔλαττον ἀγαπῶν ἑνὶ μόνῳ ἀπολείπεται τοῦ ἀγαθοῦ, ὅτι καὶ τῶν ἀγνοίας αἰτίᾳ ἀσεβούντων οὐ συγγινώσκων, στοργῇ τῇ πρὸς τὸ ἀσεβούμενον τῶν ἀσεβούντων ἐπιθυμεῖ τὸν ὄλεθρον, οὐδὲ τὴν ἴασιν αὐτοῖς προσφέρων. ὁ γὰρ ἀγαθὸς ἰᾶσθαι πάντας θέλει ταῖς μεταμελείαις, σῴζει δὲ μόνους τοὺς ἐγνωκότας τὸν θεόν. τοὺς δὲ ἀγνοοῦντας οὐκ ἰᾶται, οὐχ ὅτι οὐ θέλει, ἀλλ’ ὅτι οὐκ ἔξεστιν τὰ ἡτοιμασμένα τοῖς υἱοῖς τῆς βασιλείας ἀγαθὰ τοῖς διὰ τὸ ἀδιάκριτον ἀλόγοις ζῴοις παρεικασθεῖσιν παρασχεῖν.  VI. τοῦ ἑνὸς καὶ μόνου θεοῦ τοῦ τὸν κόσμον πεποιηκότος καὶ ἡμᾶς κτίσαντος καὶ πάντα παρεσχηκότος τοιαύτη πέφυκεν φύσις, παντὸς οὐδήποτε ἐκτὸς ὅρων θεοσεβείας ὄντος καὶ μὴ βλασφημοῦντος αὐτοῦ τὸ ἅγιον πνεῦμα, στοργῇ τῇ πρὸς αὐτὸν εἰς αὑτὸν φέρειν τὴν ψυχήν, † ὑπ’ αὐτοῦ εἰς αὐτὴν ἔρωτος ἰδέᾳ †. κἂν ἁμαρτωλὸς ᾖ, μετὰ τὸ κατ’ ἀξίαν ὧν ἔπραξεν κολασθῆναι σῴζεσθαι φύσιν ἔχει. εἰ δέ τις αὐτὸν ἀρνήσεται ἢ ἑτέρως πως λόγῳ εἰς αὐτὸν ἀσεβήσει, ἔπειτα μετανοήσει, κολασθήσεται μὲν ἐφ’ ὧν εἰς αὐτὸν ἥμαρτεν, σωθήσεται δέ, ὅτι ἐπιστρέψας ἠγάπησεν. ἴσως δὲ τῇ τῆς εὐσεβείας ὑπερβολῇ καὶ τῆς ἱκεσίας [ἢ] καὶ τοῦ κολασθῆναι ἀπολυθήσεται, † συγγνώμης τῆς ἁμαρτίας † μετὰ τῆς μετανοίας δεδωκὼς τὴν ἄγνοιαν. οἱ δὲ μὴ μετανοήσαντες διὰ τῆς τοῦ πυρὸς κολάσεως καὶ τὸ τέλος ἕξουσιν, κἂν ἐν τοῖς λοιποῖς ἅπασιν ὁσιώτατοι ὦσιν· ἀλλ’ ὡς ἔφην, μεμετρημένου αἰῶνος τὸ πέμπτον πυρὶ αἰωνίῳ κολασθέντες ἀποσβεσθήσονται. εἶναι γὰρ εἰς ἀεὶ οὐκέτι δύνανται οἱ εἰς τὸν ἀεὶ καὶ μόνον ἀσεβήσαντες θεόν.  VII. ἡ δὲ εἰς αὐτὸν ἀσέβειά ἐστιν τὸ ἐν τῷ τῆς θεοσεβείας λόγῳ ὄντα τελευτᾶν λέγοντα ἄλλον εἶναι θεόν, ἢ ὡς κρείττονα ἢ ὡς ἥττονα ἢ ὁπώσποτε λέγοντα παρὰ τὸν ὄντως ὄντα. ὁ γὰρ ὄντως ὢν οὗτός ἐστιν, οὗ τὴν μορφὴν τὸ ἀνθρώπου βαστάζει σῶμα, οὗ εἵνεκεν ὁ οὐρανὸς καὶ πάντες οἱ ἀστέρες ὑπέμειναν δουλεύειν, κατ’ οὐσίαν κρείττονες ὄντες, τῷ κατ’ οὐσίαν χείρονι διὰ τὴν τοῦ κρείττονος μορφήν. τοσοῦτον ὁ θεὸς ὑπὲρ πάντα εὐεργέτηκεν τὸν ἄνθρωπον, ἵνα εἰς τὸ πλῆθος τῶν εὐεργεσιῶν τὸν εὐεργέτην ἀγαπήσας ὑπὸ αὐτῆς τῆς ἀγάπης καὶ εἰς δεύτερον αἰῶνα διασωθῆναι δυνηθῇ.  VIII. αὐτάρκης οὖν εἰς σωτηρίαν ἡ εἰς θεὸν ἀνθρώπων στοργή. εἰδὼς δὲ ὁ πονηρός, ἡμῶν σπευδόντων τοῖς ἀπὸ ἐθνῶν πιστεύειν μέλλουσιν ἑνὸς καὶ μόνου θεοῦ ἐν ψυχαῖς σπείρειν τὴν ἀθανατοποιὸν πρὸς αὐτὸν ἀνθρώπων στοργήν, αὐτὸς ὁ πονηρὸς κατὰ τῶν ἀγνοούντων ἱκανὸν ὅπλον ἔχων πρὸς ὄλεθρον σπουδάζει πολλῶν θεῶν ἢ καὶ ἑνὸς ὡς κρείττονος σπεῖραι τὴν ὑπόληψιν, ἵνα συλλαβόντες καὶ συνπεισθέντες ἃ μὴ θέμις, ἀποθανόντες ὡς ἐπὶ μοιχείας ἐγκλήματι τῆς αὐτοῦ βασιλείας ἀποβληθῶσιν.  IX. ἄξιος οὖν τῆς ἀποβολῆς πᾶς κατὰ τῆς θεοῦ μοναρχίας αὐτὸ μόνον κἂν ἀκοῦσαί τι τοιοῦτον θελήσας· εἰ δ’ ὡς γραφαῖς τεθαρρηκὼς κατὰ τοῦ θεοῦ τολμᾷ τις κἂν ἀκούειν, πρῶτον ἐκεῖνό μοι συνενθυμηθήτω ὅτι, ἄν τις εὔλογον ἑαυτῷ δόγμα ὡς βούλεται ἀναπλάσῃ, ἔπειτα αὐταῖς ἐνκύψῃ, δυνατὸς ἔσται πολλὰς ὑπὲρ οὗ ἐπλάσατο δόγματος ἀπ’ αὐτῶν μαρτυρίας φέρειν. πῶς οὖν ἐπὶ ταύταις κατὰ τοῦ θεοῦ θαρρεῖν ἔστιν, ἐν αἷς ἡ πάντων βουλὴ εἰσευρίσκεται;

X. Αὐτίκα γοῦν Σίμων αὔριον ἡμῖν συνζητεῖν μέλλων, δημοσίᾳ κατὰ τῆς τοῦ θεοῦ μοναρχίας τολμᾶν θέλων, πολλὰς ἐξ αὐτῶν τῶν γραφῶν φωνὰς ἐνεγκεῖν ἔχει, ὅτι πολλοί εἰσιν θεοί, εἷς δέ τις οὐχ ὁ τὸν κόσμον κτίσας τούτου ἀνώτερος· καὶ ὁμῶς τὰς ἀποδείξεις ἐγγράφους ἔχει παρασχεῖν. καὶ ἡμεῖς δὲ ἐξ αὐτῶν πολλὰς περικοπὰς δεῖξαι σαφῶς ἔχομεν, ὅτι εἷς ἐστιν θεὸς οὗτος ὁ τὸν κόσμον κτίσας καὶ «ἄλλος οὐκ ἔστιν πλὴν αὐτοῦ». ἀλλὰ καὶ εἴ τις ἄλλως πως εἰπεῖν θελήσει, ἕξει καὶ αὐτὸς ἐξ αὐτῶν ὡς βούλεται περὶ ὧν βούλεται τὰς ἀποδείξεις παρασχεῖν. πάντα γὰρ αἱ γραφαὶ λέγουσιν, ἵνα μηδεὶς τῶν ἀγνωμόνως ζητούντων τὸ ἀληθὲς εὕρῃ, ἀλλ’ ὃ βούλεται, τοῦ ἀληθοῦς τοῖς εὐγνώμοσιν τετηρημένου. εὐγνωμοσύνη δέ ἐστιν τὸ πρὸς τὸν τοῦ εἶναι ἡμᾶς αἴτιον ἀποσῴζειν στοργήν.  XI. ὅθεν πρὸ πάντων εἰδέναι ὀφείλει ὅτι οὐδαμόθεν αὐτὴν εὑρίσκει, εἰ μὴ ἂν ἀπὸ προφήτου ἀληθείας. προφήτης δὲ ἀληθής ἐστιν ὁ πάντα πάντοτε εἰδώς, ἔτι δὲ καὶ τὰς πάντων ἐννοίας, ἀναμάρτητος, ὡς περὶ θεοῦ κρίσεως πεπληροφορημένος. διὸ ἡμεῖς ὀφείλομεν περὶ τῆς προγνώσεως αὐτοῦ μὴ ἁπλῶς διαλαμβάνειν, ἀλλ’ εἰ δύναται ἄνευ ἑτέρας προφάσεως συνεστάναι αὐτοῦ ἡ πρόγνωσις. ἃ γὰρ οἱ ἰατροὶ προλέγουσιν, ὑποβεβλημένην ὕλην ἔχοντες τοῦ νοσοῦντος τὸν σφυγμόν (καὶ οἱ μὲν πτηνά, οἱ δὲ θύματα, καὶ ἄλλοι ἄλλας ὕλας πολλὰς διαφόρους ὑποβεβλημένας ἔχοντες) προλέγουσιν, καὶ προφῆται οὐκ εἰσίν.  XII. εἰ δὲ βουληθείη τις λέγειν τὴν διὰ τῶν τοιούτων πρόρρησιν τῇ ὄντως ἐνφύτῳ προγνώσει ὁμοίαν εἶναι, πολὺ ἠπάτηται. τὰ γὰρ τοιαῦτα παρόντα μηνύει μόνον, καὶ ταῦτα εἰ ἀληθεύει (ἄλλως δέ μοι καὶ αὐτὰ εὐχρηστεῖ· πρόγνωσιν γὰρ εἶναι συνίστησιν), ἡ δὲ τοῦ μόνου καὶ ἀληθοῦς πρόγνωσις οὐ μόνον τὰ παρόντα ἐπίσταται, ἀλλὰ καὶ μέχρις αὐτοῦ <τοῦ> μέλλοντος αἰῶνος ἀπέραντον ἐκτείνει τὴν προφητείαν, καὶ οὐδενὸς δεῖται πρὸς ἐπίγνωσιν προφητεύων ἀμαυρὰ καὶ ἀμφίβολα, ἵνα ἄλλου προφήτου χρείαν ἔχῃ τὰ λεγόμενα πρὸς ἐπίγνωσιν, ἀλλὰ ῥητὰ καὶ ἁπλᾶ, ὥσπερ ὁ διδάσκαλος ἡμῶν καὶ προφήτης ὢν ἐνφύτῳ καὶ ἀεννάῳ πνεύματι πάντα πάντοτε ἠπίστατο.  XIII. διὸ τεθαρρηκότως ἐξετίθετο περὶ τῶν μελλόντων ἔσεσθαι, λέγω δὲ πάθη, τόπους, ὅρους· προφήτης γὰρ ὢν ἄπταιστος, ἀπείρῳ ψυχῆς ὀφθαλμῷ πάντα κατοπτεύων ἐπίσταται λανθάνων. εἰ δὲ παραδεξόμεθα καὶ ἡμεῖς (ὡς οἱ πολλοί) ὅτι καὶ ὁ ἀληθὴς προφήτης οὐ πάντοτε, ἀλλ’ ἐνίοτε (ὅτε ἔχει τὸ πνεῦμα καὶ διὰ τοῦτο) προγινώσκει, ὁπότε δὲ οὐκ ἔχει, ἀγνοεῖ, – ἐὰν οὕτως ὑπολάβωμεν, καὶ ἑαυτοὺς ἀπατῶμεν καὶ ἄλλους ἐνεδρεύσομεν. τὸ γὰρ τοιοῦτον μανικῶς ἐνθουσιώντων ἐστὶν ὑπὸ πνεύματος ἀταξίας, τῶν παρὰ βωμοῖς μεθυόντων καὶ κνίσης ἐνφορουμένων.  XIV. τινὶ γὰρ προφητείαν ἐπαγγέλλεσθαι θέλοντι ἐὰν συγχωρηθῇ πιστεύεσθαι ἐν οἷς ψεύστης φωρᾶται ὅτι τότε τὸ τῆς προγνώσεως ἅγιον οὐκ εἶχεν πνεῦμα, οὐκ εὐέλεγκτος ἔσται ψεύστης ὑπάρχων προφήτης· ἐν οἷς γὰρ ὡς πολλὰ λέγων ὀλίγα ἐπιτυγχάνει, τότε τὸ πνεῦμα ἔχειν πιστεύεται, ἔτι τε τὰ πρῶτα ἔσχατα λέγει, τὰ ἔσχατα πρῶτα, τὰ γενόμενα ὡς ἐσόμενα, τὰ ἐσόμενα ὡς ἤδη γεγονότα, ἀλλὰ καὶ ἀνακόλουθα καὶ ἐξ ἄλλων ὑφῃρημένα καὶ μεταμεμορφωμένα, ἃ δὲ μεμειωμένα, ἀνίδεα, ἀνόητα, ἀμφίβολα, λοξά, ἄδηλα, πάσης κεκραγότα δυσσυνειδησίας.  XV. ὁ δὲ ἡμέτερος διδάσκαλος οὐδέν τι τοιοῦτο ἐγοητεύσατο, ἀλλ’ (ὡς φθάσας εἶπον) προφήτης ὢν ἐνφύτῳ καὶ ἀεννάῳ πνεύματι πάντα πάντοτε ἐπιστάμενος τεθαρρηκὼς ἐξετίθετο, ὡς προέλεγεν σαφῶς πάθη, τόπους, ἐνπροθέσμους χρόνους, τρόπους, ὅρους. αὐτίκα γοῦν περὶ τοῦ ἁγιάσματος προλέγων ἔφη· «Ὁρᾶτε τὰς οἰκοδομὰς ταύτας; ἀμὴν ὑμῖν λέγω, λίθος ἐπὶ λίθον οὐ μὴ ἀφεθῇ ὧδε, ὃς οὐ μὴ καθαιρεθῇ» καὶ «Οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη, καὶ ἡ καθαίρεσις ἀρχὴν λήψεται. ἐλεύσονται γὰρ καὶ καθιοῦσιν ἐνταῦθα καὶ περιχαρακώσουσιν καὶ τὰ τέκνα ὑμῶν ἐνταῦθα κατασφάξουσιν». ὁμῶς καὶ τὰ ἑξῆς εἴρηκεν σαφεῖ φωνῇ ἅτινα αὐτοῖς ὀφθαλμοῖς ἰδεῖν ἔχομεν· ἵνα ἐφ’ ὧν ὁ λόγος ἐρρέθη, καὶ τὸ ἔργον γένηται. πρὸς γὰρ πίστιν ἀκουόντων τὸν λόγον τῆς ἀποδείξεως ὁ τῆς ἀληθείας ποιεῖται προφήτης.  XVI. πλὴν πολλοί εἰσιν τῆς πλάνης κήρυκες, ἕνα τὸν τῆς κακίας ἡγεμόνα ἔχοντες· ᾧ λόγῳ τῆς ἀληθείας εἷς ὢν καὶ αὐτὸς τῆς εὐσεβείας ἡγεμὼν ἐν ἰδίοις καιροῖς τοὺς πάντας καθαροὺς εὑρεθέντας ἕξει προφήτας. ἡ δὲ πολλὴ τῶν πεπλανημένων αἰτία γέγονεν αὕτη, τὸ μὴ πρότερον νοῆσαι τὸν τῆς συζυγίας λόγον, ὃν ἰδίᾳ ὑμῖν ἑκάστοτε οὐ παύσομαι ἐκτιθέμενος κεφαλαιωδῶς· πολὺ γὰρ τὸ κατ’ εἶδος λέγειν. ὑμεῖς οὖν τῶν λεγομένων γένεσθέ μοι φιλαλήθεις κριταί. τοῦ δὲ λέγειν ἄρξομαι ἤδη.

XVII. Θεοῦ τοῦ τὰ πάντα πεποιηκότος τὸ μέγα καὶ ἅγιον τῆς προγνώσεως αὐτοῦ πνεῦμα εἰ μὴ τῷ ὑπὸ χειρῶν αὐτοῦ κυοφορηθέντι ἀνθρώπῳ δῴη τις ἐσχηκέναι, πῶς ἔτι ἑτέρῳ τῳ ἐκ μυσαρᾶς σταγόνος γεννηθέντι ὁ ἀπονέμων οὐ τὰ μέγιστα ἁμαρτάνει; καὶ οὐκ οἶμαι αὐτὸν συγγνώμης τυγχάνειν, κἂν ὑπὸ νόθου γραφῆς κατὰ τοῦ πάντων πατρὸς δεινὰ νοεῖν ἀπατηθείη· ὁ γὰρ εἰκόνα (καὶ ταῦτα αἰωνίου βασιλέως) ὑβρίσας τὴν ἁμαρτίαν εἰς ἐκεῖνον ἀναφερομένην ἔχει, οὗπερ καθ’ ὁμοίωσιν ἡ εἰκὼν ἐτύγχανεν οὖσα. ἀλλά (φησίν) ἁμαρτήσαντα κατέλιπεν τὸ θεῖον πνεῦμα. οὐκοῦν συνήμαρτεν. καὶ πῶς ὁ τοῦτο λέγων οὐ κινδυνεύει; ἀλλὰ μετὰ τὸ ἁμαρτῆσαι εἰλήφει τὸ πνεῦμα. ἀδίκοις ἄρα δέδοται. καὶ ποῦ τὸ δίκαιον; ἀλλὰ δικαίοις καὶ ἀδίκοις ἐπιχορηγεῖται. τοῦτο πάντων ἀδικώτατον. οὕτως πᾶν ψεῦσμα, κἂν μυρίαις ἐπινοίαις βοηθῆται, τὸν ἔλεγχον κἂν ἐν μακρῷ χρόνῳ λαβεῖν ἔχει.  XVIII. μὴ ἀπατᾶσθε. ὁ πατὴρ ἡμῶν οὐδὲν ἠγνόει. ὁπότε καὶ ὁ δημοσίᾳ κείμενος νόμος, ἀγνοίας ἐνκλήματι διὰ τοὺς ἀναξίους σκέπων αὐτόν, τοὺς ἀληθείας γλιχομένους ἐπ’ αὐτὸν ἀναπέμπει λέγων· «Ἐξέτασον τὸν πατέρα σου καὶ ἐρεῖ σοι, τοὺς πρεσβυτέρους σου, καὶ ἀναγγελοῦσίν σοι». τοῦτον ἐχρῆν τὸν πατέρα ζητῆσαι, τούτους τοὺς πρεσβυτέρους ἐπιζητῆσαι. ἀλλ’ οὐκ ἐζήτησας τίνος ἐστὶν ὁ τῆς βασιλείας χρόνος, τίνος ἡ τῆς προφητείας καθέδρα, καίτοι αὐτοῦ ἑαυτὸν μηνύοντος τῷ λέγειν· «Ἐπὶ τῆς καθέδρας Μωυσέως ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι· πάντα ὅσα λέγουσιν ὑμῖν, ἀκούετε αὐτῶν». αὐτῶν δὲ εἶπεν ὡς τὴν κλεῖδα τῆς βασιλείας πεπιστευμένων, ἥτις ἐστὶν γνῶσις, ἣ μόνη τὴν πύλην τῆς ζωῆς ἀνοῖξαι δύναται, δι’ ἧς μόνης εἰς τὴν αἰωνίαν ζωὴν εἰσελθεῖν ἔστιν. ἀλλὰ ναί (φησίν), κρατοῦσι μὲν τὴν κλεῖν, τοῖς δὲ βουλομένοις εἰσελθεῖν οὐ παρέχουσιν.  XIX. διὰ τοῦτο (φημί) αὐτὸς τῆς καθέδρας ἐγερθείς, ὡς πατὴρ ὑπὲρ τέκνων, τὰ ἀπὸ αἰῶνος ἐν κρυπτῷ ἀξίοις παραδιδόμενα κηρύσσων, μέχρις αὐτῶν ἐθνῶν τὸν ἔλεον ἐκτείνων καὶ ψυχὰς πάντων ἐλεῶν, ἰδίου αἵματος ἠμέλει. μέλλοντος γὰρ αἰῶνος βασιλεὺς εἶναι κατηξιωμένος πρὸς τὸν νῦν ἐνπροθέσμῳ παρειληφότα νόμῳ τὴν βασιλείαν <...> καὶ τὸ μέγιστον ὅπερ αὐτὸν λίαν ἐλύπει ἐστὶν τοῦτο ὅτι, ὑπὲρ ὧν ὡς τέκνων τὴν μάχην ἐποιεῖτο, ὑπ’ αὐτῶν ἀγνοίας αἰτίᾳ ἐπολεμεῖτο. καὶ ὅμως ἠγάπα καὶ τοὺς μισοῦντας καὶ ἔκλαιε τοὺς ἀπειθοῦντας καὶ εὐλόγει τοὺς λοιδοροῦντας, ηὔχετο ὑπὲρ ἐχθραινόντων. καὶ οὐ μόνον ταῦτα ἐποίει ὡς πατήρ, ἀλλὰ καὶ τοῖς αὐτοῦ μαθηταῖς ὡς πρὸς ἀδελφοὺς ἔχοντας τὰ ὅμοια ποιεῖν ἐδίδασκεν. τοῦτο πατήρ, τοῦτο προφήτης, τοῦτο εὔλογον τὸ αὐτὸν ἰδίων τέκνων βασιλεῦσαι, ἵνα τῇ ἐκ πατρὸς πρὸς τέκνα στοργῇ καὶ τῶν τέκνων πρὸς τὸν πατέρα ἐνδιαθέτῳ τιμῇ αἰώνιος εἰρήνη γενέσθαι δυνηθῇ. τοῦ γὰρ εὐλόγου βασιλεύοντος, ἐπὶ τοὺς βασιλευομένους ἀληθὴς χαρὰ περὶ τοῦ βασιλεύοντος γίνεται.

XX. Πλὴν ἐπὶ τὸν πρῶτον τῆς ἀληθείας ἐπάνειμι λόγον. ἐὰν τῷ ὑπὸ χειρῶν θεοῦ κυοφορηθέντι ἀνθρώπῳ τὸ ἅγιον Χριστοῦ μὴ δῷ τις ἔχειν πνεῦμα, πῶς ἑτέρῳ τινὶ ἐκ μυσαρᾶς σταγόνος γεγενημένῳ διδοὺς ἔχειν οὐ τὰ μέγιστα ἀσεβεῖ; τὰ δὲ μέγιστα εὐσεβεῖ, ἐὰν ἑτέρῳ μὲν μὴ δῷ ἔχειν, ἐκεῖνον δὲ μόνον ἔχειν λέγῃ ὃς ἀπ’ ἀρχῆς αἰῶνος ἅμα τοῖς ὀνόμασιν μορφὰς ἀλλάσσων τὸν αἰῶνα τρέχει μέχρις ὅτε ἰδίων χρόνων τυχών, διὰ τοὺς καμάτους θεοῦ ἐλέει χρισθείς, εἰς ἀεὶ ἕξει τὴν ἀνάπαυσιν. οὗτος ἄρχειν τε καὶ κυριεύειν πάντων τῶν ἐν ἀέρι καὶ γῇ καὶ ὕδασιν τετίμηται· πρὸς τούτοις δὲ αὐτοῦ τοῦ πεποιηκότος τὸν ἄνθρωπον τὴν πνοὴν ἔσχεν, ψυχῆς ἄρρηκτον περιβολήν, ὅπως ἀθάνατος εἶναι δυνηθῇ.  XXI. οὗτος αὐτὸς μόνος ἀληθὴς ὑπάρξας προφήτης ἑκάστῳ ζῴῳ κατ’ ἀξίαν τῆς φύσεως, καθὼς ὁ πεποιηκὼς αὐτόν, οἰκείως τέθεικεν τὰ ὀνόματα. εἴ τι γὰρ ἐπωνόμασεν, τοῦτο ἦν καὶ ἐκ τοῦ πεποιηκότος ὄνομα τῷ γεγενημένῳ. διὸ πῶς ἔτι φυτοῦ χρείαν εἶχε προσλαβεῖν, ἵνα τί ποτ’ ἔστιν ἴδῃ καλὸν ἢ κακόν; «ἐνετέλλετο». ἀλλὰ ταῦτα πιστεύουσιν οἱ ἄκριτοι, οἱ ἄλογον θηρίον θεοῦ τοῦ κτίσαντος αὐτούς τε καὶ τὰ πάντα εὐεργετικώτερον γεγενῆσθαι οἰηθέντες.  XXII. πλὴν τούτῳ σύζυγος συνεκτίσθη θήλεια φύσις, πολὺ ἀποδέουσα αὐτοῦ, ὡς οὐσίας μετουσία, ὡς ἡλίου σελήνη, ὡς φωτὸς τὸ πῦρ. αὕτη τοῦ νῦν κόσμου ὡς θήλεια ὁμοίου ἄρχουσα πρώτη προφῆτις εἶναι πεπίστευται, μετὰ πάντων τῶν «ἐν γεννητοῖς γυναικῶν» προφητείαν ἐπαγγελλομένη. ὁ δὲ ἕτερος, ὡς «υἱὸς ἀνθρώπου» ἄρσην ὤν, καὶ τὰ διαφέροντα ὡς ἄρσενι τῷ μέλλοντι αἰῶνι προφητεύει.  XXIII. δύο οὖν ἡμῖν γενικαὶ ἔστωσαν προφητεῖαι· ἡ μὲν ἀρσενική (καὶ διωρίσθω ὅτι ἡ μὲν πρώτη ἄρσην οὖσα δευτέρα τοῦ λοιποῦ τέτακται κατὰ τὸν τῆς προόδου λόγον, ἡ δὲ δευτέρα θῆλυς οὖσα πρώτη ὡρίσθη ἔρχεσθαι ἐν τῇ τῶν συζυγιῶν προελεύσει) – ἡ μὲν οὖν «ἐν γεννητοῖς γυναικῶν» οὖσα, ὡς θήλεια τοῦ νῦν κόσμου ἐπαγγελλομένη, ἀρσενικὴ εἶναι πιστεύεσθαι θέλει. διὸ κλέπτουσα τὰ τοῦ ἄρσενος σπέρματα καὶ τοῖς ἰδίοις τῆς σαρκὸς σπέρμασιν ἐπισκέπουσα ὡς ὅλα ἴδια συνεκφέρει τὰ γεννήματα, τουτέστιν τὰ ῥήματα. καὶ τὸν παρόντα ἐπίγειον πλοῦτον ὡς προῖκα δώσειν ἐπαγγέλλεται, τῷ ταχεῖ <τὸ βραδύ>, τὸ βραχὺ τῷ μείζονι ὑπαλλάξαι θέλουσα.  XXIV. πολλοὺς μέντοι θεοὺς λέγειν καὶ ἀκούειν οὐ μόνον τολμῶσα, ἀλλὰ καὶ αὐτὴ γενέσθαι πιστεύουσα, καὶ ἐλπίδι τοῦ γενέσθαι ὃ μὴ ἔχει φύσιν καὶ ὃ ἔχει προσαπολλύουσα, καὶ ὡς θήλεια <ἐν> ἐνμηνίοις γινομένη προφάσει θυσιῶν αἱμάσσεται καὶ οὕτως τοὺς ψαύοντας αὐτῆς μολύνει. ἐπὰν δὲ συλλαβοῦσα τοὺς προσκαίρους τίκτῃ βασιλεῖς, τοὺς αἷμα πολὺ χέοντας ἐγείρει πολέμους. τοὺς δὲ παρ’ αὐτῆς μαθεῖν ἀλήθειαν ὀρεγομένους τῷ τὰ πάντα λέγειν [τὰ] ἐναντία καὶ πολλὰς καὶ διαφόρους παρέχειν ὑπουργίας, ζητοῦντας αἰεὶ καὶ μηδὲν εὑρίσκοντας, μέχρις αὐτοῦ θανάτου καθίστησιν· ἀπ’ ἀρχῆς γὰρ ἀνθρώποις τυφλοῖς θανάτου κεῖται πρόφασις· πλάνα γὰρ καὶ ἀμφίβολα καὶ λοξὰ προφητεύουσα τοὺς πιστεύοντας ἀπατᾷ.  XXV. διὸ τῷ πρωτοτόκῳ αὐτῆς ἀμφοτερίζον ἐπέθηκεν ὄνομα, καλέσασα Κάιν, ὃ διχῇ ἔχει τῆς ἑρμηνείας τὴν ἐκδοχήν· ἑρμηνεύεται γὰρ καὶ κτῆσις καὶ ζῆλος, ὡς ζηλοῦν αὐτοῦ μέλλοντος ἐν τοῖς ἐσομένοις ἢ γυναῖκα ἢ κτήματα ἢ τὴν τῶν γονέων πρὸς αὐτὸν στοργήν. εἰ δ’ ἄρα μηδὲν τούτων γένηται, καὶ οὕτως τὸ «κτῆμα» λέγεσθαι καλῶς ἐπιτέτευκται· αὐτὸν γὰρ πρῶτον ἐκτήσατο. ὅπερ αὐτῇ καὶ ἐχρησίμευσεν· «φονεὺς» γὰρ ἦν «καὶ ψεύστης» καὶ μετὰ ἁμαρτιῶν ἡσυχάζειν μηδὲ ἐπὶ τῷ ἄρχειν θέλων. ἔτι μὴν καὶ οἱ ἀπὸ τῆς τούτου διαδοχῆς προεληλυθότες πρῶτοι μοιχοὶ ἐγένοντο· καὶ ψαλτήρια καὶ κιθάρας ἡρμόσαντο καὶ χαλκεῖς ὅπλων πολεμικῶν ἐγένοντο. διὸ καὶ ἡ τῶν ἐγγόνων προφητεία, μοιχῶν καὶ ψαλτηρίων γέμουσα, λανθανόντως διὰ τῶν ἡδυπαθειῶν ὡς τοὺς πολέμους ἐγείρει.  XXVI. ὁ δὲ ἐν υἱοῖς ἀνθρώπων προφητείαν ἔμφυτον ψυχῆς ἰδίαν ἔχων, ῥητῶς ὡς ἄρσην τοῦ μέλλοντος αἰῶνος τὰς ἐλπίδας μηνύων τὸν αὐτοῦ υἱὸν προσηγόρευσεν Ἄβελ, ὃ ἄνευ πάσης ἀμφιβολίας πένθος ἑρμηνεύεται. πενθεῖν γὰρ τοῖς αὐτοῦ υἱοῖς παρέχει τοὺς ἐξαπατωμένους ἀδελφοὺς αὐτῶν, ἀψευστὶ αὐτοῖς ἐν τῷ μέλλοντι αἰῶνι τὴν παράκλησιν ὑπισχνούμενος. θεὸν ἕνα μόνον αἰτεῖν λέγει, θεοὺς οὔτε αὐτὸς λέγει οὔτε ἄλλῳ λέγοντι πιστεύει. καλὸν ὃ ἔχει τηρεῖ καὶ ἐπὶ πλείονα αὔξει. θυσίας, αἵματα, σπονδὰς μισεῖ. ἁγνούς, καθαρούς, ὁσίους ἀγαπᾷ. πῦρ βωμῶν σβέννυσιν. πολέμους καταργεῖ, εἰρήνην διδάσκει. σωφροσύνην ἐντέλλεται. τὰς ἁμαρτίας καθαιρεῖ. γάμον νομιτεύει, ἐγκράτειαν συγχωρεῖ, εἰς ἁγνείαν πάντας ἄγει. ἐλεημονικοὺς ποιεῖ. δικαιοσύνην νομιτεύει, τοὺς τελείους αὐτῶν σφραγίζει καὶ τὸν τῆς ἀναπαύσεως λόγον ἐκφαίνει. ῥητὰ προφητεύει, σαφῆ λέγει. πῦρ αἰώνιον κολάσεως πυκνῶς ὑπομιμνήσκει, βασιλείαν θεοῦ συνεχῶς καταγγέλλει. πλοῦτον οὐράνιον μηνύει, δόξαν ἀναφαίρετον ὑπισχνεῖται, τῆς ἁμαρτίας τὴν ἄφεσιν ἔργῳ δείκνυσιν.  XXVII. καὶ τί δεῖ λέγειν; ὁ ἄρσην ὅλος ἀλήθεια. ἡ θήλεια ὅλη πλάνη, ὁ δὲ ἐξ ἄρσενος καὶ θηλείας γεγονὼς ἃ μὲν ψεύδεται, ἃ δὲ ἀληθεύει. ἡ γὰρ θήλεια ἰδίῳ αἵματι ὥσπερ ἐρυθρῷ πυρὶ περιβάλλουσα τὸ τοῦ ἄρσενος λευκὸν σπέρμα, ἀλλοτρίοις ἐρείσμασιν ὀστέων τὸ ἀσθενὲς αὐτῆς συνίστησιν καὶ τῷ τῆς σαρκὸς προσκαίρῳ ἄνθει τέρπουσα καὶ βραχείαις ἡδοναῖς τοῦ λογισμοῦ τὴν ἰσχὺν ὑποσυλῶσα τοὺς πλείονας εἰς μοιχείαν ἄγει καὶ οὕτως τοῦ μέλλοντος καλοῦ στερίσκει νυμφίου. νύμφη γάρ ἐστιν ὁ πᾶς ἄνθρωπος, ὁπόταν τοῦ ἀληθοῦς προφήτου λευκῷ λόγῳ ἀληθείας σπειρόμενος φωτίζηται τὸν νοῦν.  XXVIII. διὸ ἑνὸς μόνου τοῦ τῆς ἀληθείας προφήτου ἀκούειν δεῖ, εἰδότα ὅτι ὁ παρ’ ἑτέρου σπαρεὶς λόγῳ, μοιχείας ἔγκλημα λαβών, ὡς ὑπὸ νυμφίου τῆς βασιλείας αὐτοῦ ἐκβάλλεται. τοῖς δὲ τὸ μυστήριον εἰδόσιν ὑπὸ ψυχικῆς μοιχείας καὶ θάνατος γίνεται. ὁπόταν ἡ ψυχὴ ὑφ’ ἑτέρων σπαρῇ, τότε ὡς πορνεύσασα ἢ μοιχευσαμένη ὑπὸ τοῦ πνεύματος ἐγκαταλείπεται καὶ οὕτως τὸ ἔμψυχον σῶμα, τοῦ ζωοποιοῦ πνεύματος χωρισθέν, εἰς γῆν ἀναλύεται, καὶ τοῦ ἁμαρτήματος ἡ κατ’ ἀξίαν κόλασις ἐν τῷ τῆς κρίσεως καιρῷ ἀποδίδοται τῇ ψυχῇ μετὰ τὴν τοῦ σώματος ἀνάλυσιν· ὥσπερ ἐπ’ ἀνθρώπων ἡ ἐπὶ μοιχείᾳ φωραθεῖσα πρῶτον τῶν οἴκων ἐκβάλλεται, εἶθ’ ὕστερον ἐπὶ καταδίκῃ κρίνεται.

XXIX. Τοῦ Πέτρου τοῦτον αὐτὸν μέλλοντος ἡμῖν τελείως ἐκφαίνειν τὸν μυστικὸν λόγον, Ζακχαῖος ἧκεν λέγων· Ἤδη λοιπόν, ὦ Πέτρε, καιρὸς πρὸς τὸ ἐκβάντα διαλεχθῆναί σε. πολὺς γὰρ ἐπὶ τῆς αὐλῆς συναθροισθεὶς ἀναμένει σε ὄχλος, οὗ ἐν μέσῳ ὡς πολέμαρχος ὑπ’ αὐτοῦ δορυφορούμενος ἕστηκε Σίμων. ὁ δὲ Πέτρος ἀκούσας, εὐχῆς χάριν ὑποχωρῆσαί μοι κελεύσας ὡς μήπω εἰληφότι τὸ πρὸς σωτηρίαν βάπτισμα, τοῖς ἤδη τελείοις ἔφη· Ἐγερθέντες εὐξώμεθα, ἵνα ὁ θεὸς τοῖς ἀνεκλείπτοις αὐτοῦ οἰκτιρμοῖς συνεργήσῃ μοι ὁρμῶντι πρὸς σωτηρίαν τῶν ὑπ’ αὐτοῦ κτισθέντων ἀνθρώπων. καὶ ταῦτ’ εἰπὼν εὐξάμενος ἐξῄει εἰς τὸν ὕπαιθρον τῆς αὐλῆς τόπον μέγαν ὄντα, ἔνθα συνεληλυθότες ἦσαν πολλοὶ τοῦ ἐποπτεῦσαι χάριν, τῆς διακρίσεως αὐτοὺς ἐπὶ τὸ σπεύδειν τοῦ ἀκούειν σπουδαιοτέρους πεποιηκυίας.  XXX. στὰς οὖν καὶ ἰδὼν μετὰ πολλῆς ἡσυχίας τὸν πάντα λαὸν εἰς αὐτὸν ἀτενίζοντα, Σίμωνα δὲ τὸν μάγον εἰς μέσον ἑστῶτα, τοῦ λέγειν ἤρξατο οὕτως· Εἰρήνη εἴη πᾶσιν ὑμῖν τοῖς ἑτοίμως ἔχουσιν δεξιὰς διδόναι τῇ τοῦ θεοῦ ἀληθείᾳ, ἣν αὐτοῦ μεγάλην τε καὶ ἀσύγκριτον ἐν τῷ νῦν κόσμῳ ὑπάρχουσαν δωρεὰν ὁ ἀποστείλας ἡμᾶς, τοῦ ἐν ὑπεροχῇ συμφέροντος ἀψευδὴς ὑπάρχων προφήτης, ταύτην ἡμῖν ἐνετείλατο προφάσει προσηγορίας πρὸ τῶν τῆς διδασκαλίας λόγων ὑμῖν ἐπιφθέγγεσθαι, ἵνα, ἐὰν ᾖ τις ἐν ὑμῖν εἰρήνης τέκνον, διὰ τῆς διδασκαλίας ἡμῶν καταλάβῃ αὐτὸν ἡ εἰρήνη, εἰ δὲ ταύτην λαβεῖν ὑμῶν τις μὴ θέλοι, τότε ἡμεῖς ἀποτιναξάμενοι εἰς μαρτυρίαν τῶν ποδῶν ἡμῶν τὸν ἐκ τῶν ὁδῶν κονιορτόν, ὃν διὰ τοὺς καμάτους βαστάξαντες ἠνέγκαμεν πρὸς ὑμᾶς ὅπως σωθῆτε, εἰς ἑτέρων ἀπίωμεν οἰκίας καὶ πόλεις.  XXXI. καὶ ἀληθῶς ὑμῖν λέγομεν, ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόρρας ἐν ἡμέρᾳ κρίσεως ἢ τῷ τῆς ἀπειθείας τόπῳ ἐνδιατελεῖν· πρῶτον μέν, ὅτι τὸ εὔλογον ἀφ’ ἑαυτῶν οὐκ ἐνοήσατε· δεύτερον, ὅτι ἀκούσαντες τὰ καθ’ ἡμᾶς οὐκ ἤλθετε πρὸς ἡμᾶς· τρίτον, ὅτι καὶ ἐλθοῦσιν ἡμῖν ἠπειθήσατε. διὸ φειδόμενοι ὑμῶν προῖκα εὐχόμεθα τὴν εἰρήνην ἡμῶν ἐλθεῖν ἐφ’ ὑμᾶς. εἰ οὖν ταύτην ἔχειν θέλετε, δεῖ ὑμᾶς προθύμως τὸ μὴ ἀδικεῖν ἀναδέξασθαι καὶ τὸ ἀδικεῖσθαι γενναίως φέρειν, ὅπερ ἀνθρώπου φύσις οὐκ ἂν ὑποσταίη, ἐὰν μὴ πρότερον τοῦ ἐν ὑπεροχῇ συμφέροντος τὴν γνῶσιν λάβῃ, ὅπερ ἐστὶν τὸ εἰδέναι τοῦ πάντα ὑπερέχοντος τὴν δικαίαν φύσιν ὅτι ἀδικουμένους ἐκδικῶν τιμωρεῖ καὶ τοὺς εὐσεβοῦντας εἰς ἀεὶ εὐεργετεῖ.  XXXII. ὑμεῖς οὖν ὡς θεοῦ δοῦλοι εὐγνώμονες, ἀφ’ ἑαυτῶν τὸ εὔλογον νοοῦντες, τὴν αὐτῷ ἀρέσκουσαν ἀναδέξασθε πολιτείαν, ἵνα οὕτως αὐτὸν φιλοῦντες καὶ φιλούμενοι ὑπ’ αὐτοῦ εἰς ἀεὶ τὸ συμφέρον ἔχητε· αὐτῷ γὰρ μόνῳ τὸ παρασχεῖν δυνατώτατόν ἐστιν, τῷ τὰ μὴ ὄντα εἰς τὸ εἶναι συστησαμένῳ, οὐρανὸν δημιουργήσαντι, γῆν πιλώσαντι, θάλασσαν περιορίσαντι, τὰ ἐν ᾅδῃ ταμιεύσαντι καὶ τὰ πάντα ἀέρι πληρώσαντι.  XXXIII. οὗτος μόνος τὴν μίαν καὶ πρώτην μονοειδῆ οὐσίαν τετραχῶς καὶ ἐναντίως ἔτρεψεν, εἶτα μίξας μυρίας κράσεις ἐξ αὐτῶν ἐποίησεν, ἵνα εἰς ἐναντίας φύσεις τετραμμέναι καὶ μεμιγμέναι τοῦ ζῆν ἡδονὴν ἐκ τῆς ἀντισυζυγίας ἐργάσωνται. ὁμῶς αὐτὸς μόνος δήμους ἀγγέλων καὶ πνευμάτων βουλῆς νεύματι δημιουργήσας ἔπλησε τοὺς οὐρανούς· ὡς καὶ τὸ φαινόμενον στερέωμα ἄστροις ἐκόσμησεν, οἷς καὶ τρίβους ὥρισεν καὶ δρόμον ἔταξεν. γῆν ἐπίλωσεν εἰς καρπῶν αὔξησιν, θάλασσαν δὲ περιώρισεν, ἐνύδροις οἴκησιν ἀφορίσας. τὰ ἐν ᾅδῃ ταμιεύει, ψυχῶν χῶρον ὀνομάσας· τὰ δὲ πάντα ἔπλησεν ἀέρος, ἵνα πάντα τὰ ζῷα πρὸς τὸ ζῆν ἀδεῶς ἀναπνέειν ἔχῃ.  XXXIV. ὢ τῆς μεγάλης θεοῦ φρονίμου χειρός, τῆς ἐν πᾶσιν πάντα ποιούσης. μυρίος γὰρ ὄχλος πτηνῶν ὑπ’ αὐτοῦ γεγένηται καὶ οὗτος ποικίλος, πρὸς τὸν ἕτερον κατὰ πάντα ἐξηλλαγμένος, λέγω δὲ τά τε χρώματα, ῥάμφη, ὄνυχας, βλέμματα, γνώμας, φθέγματα καὶ τὰ λοιπὰ πάντα. πόσαι δὲ καὶ φυτῶν διάφοροι ἰδέαι, χρώμασιν καὶ ποιότησιν καὶ ὀδμαῖς ἀπείροις διωρισμέναι. πόσα δὲ τῆς χέρσου ζῷα καὶ τῶν ἐν ὕδασιν, ὧν ἀδύνατον εἰπεῖν σχήματα, μορφάς, θέσεις, χρώματα, βίους, γνώμας, φύσεις, ὄχλον. ἔτι τε ὀρέων πλήθη καὶ ὕψη, λίθων διαφοράς, μυχοὺς φοβερούς, πηγάς, ποταμούς, λίμνας, θαλάσσας, λιμένας, νήσους, ὕλας, οἰκουμένην τε πᾶσαν καὶ ἀοικήτους τόπους.  XXXV. πόσα δὲ καὶ ἄλλα ἄγνωστα τυγχάνει, στοχασμὸν ἀνθρώπων ἐκπεφευγότα. τῶν δὲ ἐν καταλήψει ὄντων τίς ἀνθρώπων ἕνα ὅρον οἶδεν; λέγω δὲ πῶς οὐρανὸς εἰλεῖται, πῶς ἄστρα φέρεται καὶ τίνας ἔχουσιν τὰς μορφὰς καὶ τοῦ ζῆν τὴν σύστασιν τίνες τε οἱ τούτων ἀερώδεις τρίβοι – πόθεν τε καὶ τὰ ἀνέμων πνεύματα περιωθεῖται καὶ διαφόρους ἔχει τὰς ἐνεργείας – πόθεν ἀνελλιπῶς βρύουσιν αἱ πηγαὶ καὶ ἀέναοι ποταμοὶ γινόμενοι· εἰς θάλασσαν καταντῶσιν καὶ οὔτε ὅθεν ἔρχονται κενοῦται οὔτε ὅπου ἀπέρχονται πληροῦσιν – μέχρι ποῦ τοῦ ἀπεράντου ταρτάρου τὸ ἄπειρον βάθος – ἐπὶ τίνι ἄρα ἐπαιωρεῖται ὁ πάντα περιέχων οὐρανός, πῶς νέφη ἐξ ἀέρος βρύει καὶ εἰς ἀέρα συνπίνεται, τίς φύσις βροντῶν καὶ ἀστραπῶν, χιόνων, χαλάζης, ὀμίχλης, κρυστάλλων, καταιγίδων, ὄμβρων, νεφῶν αἰωρουμένων καὶ πῶς φυτὰ <καὶ> ζῷα πλάσσει καὶ ταῦτα διαφοραῖς ἀναριθμήτοις πάσῃ ἀκριβείᾳ συνεχῶς ἀποτελουμένη.  XXXVI. ὅμως ἐάν τις τὸ πᾶν ἀκριβῶς λογισμῷ συνίδῃ, εὑρήσει δι’ ἄνθρωπον τὸν θεὸν πεποιηκότα· οἱ γὰρ ὄμβροι καρπῶν ἕνεκα γίνονται, ἵνα ἄνθρωπος μεταλάβῃ καὶ ζῷα τραφῇ ὅπως ἀνθρώπῳ χρησιμεύῃ – καὶ ἥλιος φαίνει καὶ τὸν ἀέρα εἰς τέσσαρας τροπὰς τρέπει, ἵνα ἕκαστος καιρὸς τὰ ἴδια ἀνθρώπῳ παράσχῃ – καὶ πηγαὶ βρύουσιν, ἵνα πόμα ἀνθρώποις δοθῇ. ἀλλ’ ἔτι μὴν κατὰ τὸ δυνατὸν τίς ἐπὶ τῆς κτίσεως κυριεύει; οὐχὶ ἄνθρωπος, ὃς σοφίαν εἴληφεν γῆν γεωργεῖν, θάλασσαν πλεῖν, νηκτὰ πτηνὰ θηρία ἀγρεύειν, ἄστρων δρόμον λογιστεύειν, γῆν μεταλλεύειν, θάλασσαν σήθειν, πόλεις ἐγείρειν, βασιλεῖς ὁρίζειν, νόμους τάσσειν, δικάζειν, θεὸν ἀόρατον νοεῖν, ἀγγέλων ὀνόματα γνωρίζειν, δαίμονας ἀπελαύνειν, νόσους φαρμακείαις πειρᾶσθαι παύειν, κατὰ δ’ ἰοβόλων ἑρπετῶν ἐπαοιδὰς εὑρίσκειν, ἀντιπαθείας ἐπινοεῖν;  XXXVII. εἰ δὲ εὐγνωμονεῖς, ἄνθρωπε, νενοηκὼς τὸν ἐν πᾶσιν εὐεργετήσαντά σε θεόν, καὶ ἀθάνατος ἂν ᾖς, τῶν διὰ σὲ κτισθέντων δι’ εὐγνωμοσύνην τὸ διαμένειν ἐχόντων. καὶ νῦν δὲ γενέσθαι δύνασαι ἄφθαρτος, ἐὰν ἐπιγνῷς ὃν ἔλαθες, ἐὰν ἀγαπήσῃς ὃν κατέλιπες, ἐὰν αὐτῷ μόνῳ προσεύχῃ τῷ σῶμά σου καὶ ψυχὴν κολάσαι καὶ σῶσαι δυναμένῳ. διὸ πρὸ πάντων ἐννοοῦ ὅτι οὐδεὶς αὐτῷ συνάρχει, οὐδεὶς τῆς αὐτοῦ κοινωνεῖ ὀνομασίας, τοῦτο ὃ δὴ λέγεται θεός. μόνος γὰρ αὐτὸς καὶ λέγεται καὶ ἔστιν, ἄλλον δὲ οὔτε νομίσαι οὔτε εἰπεῖν ἔξεστιν· εἰ δέ τις τολμήσειεν, ἀιδίως τὴν ψυχὴν κολασθῆναι ἔχει.

XXXVIII. Τοῦ Πέτρου ταῦτα εἰπόντος ὁ Σίμων ἔξω τοῦ ὄχλου βοῇ μεγάλῃ ἔφη· Τί ψευδόμενος ἀπατᾶν θέλεις τὸν παρεστῶτά σοι ἰδιώτην ὄχλον, πείθων αὐτὸν θεοὺς μήτε νομίζειν μήτε λέγειν ἐξὸν εἶναι, τῶν παρὰ Ἰουδαίοις δημοσίων βίβλων πολλοὺς θεοὺς εἶναι λεγουσῶν; καὶ νῦν δὲ μετὰ πάντων ἀπ’ αὐτῶν σοι τῶν βίβλων περὶ τοῦ δεῖν θεοὺς νομίζειν συζητῆσαι θέλω, πρότερον περὶ οὗ ἔφης θεοῦ δείξας μὴ αὐτὸν εἶναι τὴν ἀνωτάτω καὶ πάντα δυναμένην <δύναμιν> καθὸ ἀπρόγνωστός ἐστιν, ἀτελής, ἐνδεής, οὐκ ἀγαθὸς καὶ πολλοῖς καὶ μυρίοις χαλεποῖς ὑποκείμενος πάθεσιν· ὅθεν τούτου δειχθέντος ἀπὸ τῶν γραφῶν, ὡς ἐγὼ λέγω, ἕτερος ἀγράφως περιλείπεται εἶναι προγνωστικός, τέλειος, ἀνενδεής, ἀγαθός, πάντων χαλεπῶν ἀπηλλαγμένος παθῶν. ὃν δὲ σὺ φὴς δημιουργόν, τοῖς ἐναντίοις ὑποκείμενος τυγχάνει.  XXXIX. αὐτίκα γοῦν ὁ καθ’ ὁμοίωσιν αὐτοῦ γεγονὼς Ἀδὰμ καὶ τυφλὸς κτίζεται καὶ γνῶσιν ἀγαθοῦ ἢ κακοῦ οὐκ ἔχων παραδέδοται καὶ παραβάτης εὑρίσκεται καὶ τοῦ παραδείσου ἐκβάλλεται καὶ θανάτῳ τιμωρεῖται. ὁμοίως τε καὶ ὁ πλάσας αὐτόν, ἐπεὶ μὴ πανταχόθεν βλέπει, ἐπὶ τῇ Σοδόμων καταστροφῇ λέγει· «Δεῦτε καὶ καταβάντες ἴδωμεν, εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρὸς μὲ συντελοῦνται· εἰ δὲ μή, ἵνα γνῶ» καὶ ἀγνοοῦντα ἑαυτὸν δείκνυσιν. τὸ δὲ εἰπεῖν περὶ τοῦ Ἀδάμ· «Ἐκβάλωμεν αὐτόν, μήπως ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἅψηται τοῦ ξύλου τῆς ζωῆς καὶ φάγῃ καὶ ζήσεται εἰς τὸν αἰῶνα» – τὸ εἰπεῖν· «μήπως» ἀγνοεῖ, τὸ δὲ ἐπαγαγεῖν· «Μήπως φαγὼν ζήσεται εἰς τὸν αἰῶνα» καὶ φθονεῖ. καὶ τὸ γεγράφθαι ὅτι «ἐνεθυμήθη ὁ θεὸς ὅτι ἐποίησεν τὸν ἄνθρωπον» καὶ μετανοεῖ καὶ ἀγνοεῖ· τὸ γὰρ «ἐνεθυμήθη» σκέψις ἐστίν, ᾗ τις δι’ ἄγνοιαν ὧν βούλεται τὸ τέλος ἀκριβῶσαι θέλει, ἢ ἐπὶ τῷ μὴ κατὰ γνώμην ἀποβάντι μεταμελομένου. καὶ τὸ γεγράφθαι· «Καὶ ὠσφράνθη κύριος ὀσμὴν εὐωδίας» ἐνδεοῦς ἐστιν, καὶ τὸ ἐπὶ κνίσῃ σαρκῶν ἡσθῆναι οὐκ ἀγαθοῦ. τὸ δὲ πειράζειν (ὡς γέγραπται· «Καὶ ἐπείρασεν κύριος τὸν Ἀβραάμ») κακοῦ καὶ τὸ τέλος τῆς ὑπομονῆς ἀγνοοῦντος.

XL. Ὁμῶς ὁ Σίμων πολλὰ ἀπὸ τῶν γραφῶν ἐδόκει δεικνύειν τὸν θεὸν παντὶ πάθει ὑποκείμενον. καὶ ὁ Πέτρος πρὸς ταῦτα ἔφη· Εἰ μηδὲν ἀγαπᾷ ὁ κακὸς καὶ πάνυ μοχθηρὸς ἐφ’ οἷς ἁμαρτάνει ἑαυτὸν ἐλέγχειν, ἀπόκριναί μοι. καὶ ὁ Σίμων ἔφη· Οὐκ ἀγαπᾷ. καὶ ὁ Πέτρος ἔφη· Πῶς οὖν κακὸς καὶ μοχθηρὸς εἶναι δύναται ὁ θεός, εἴπερ αὐτοῦ θελήματι τὰ κατ’ αὐτοῦ κακὰ δημοσίᾳ γραφέντα προσετέθη; καὶ ὁ Σίμων· Ἐνδέχεται παρὰ προαίρεσιν αὐτοῦ ὑφ’ ἑτέρας δυνάμεως τὸν κατ’ αὐτοῦ γραφῆναι ἔλεγχον. καὶ ὁ Πέτρος ἔφη· Πρῶτον οὖν τοῦτο ζητήσωμεν. εἰ μὲν ὑπὸ τῆς ἑαυτοῦ βουλῆς ἑαυτὸν ἤλεγξεν, ὡς φθάσας συνωμολόγησας, μοχθηρὸς οὐκ ἔστιν· εἰ δὲ ὑφ’ ἑτέρας δυνάμεως, ζητητέον καὶ παντὶ σθένει ἐξεταστέον μή τις αὐτὸν μόνον ἀγαθὸν ὄντα ἐπὶ πᾶσιν τοῖς κακοῖς ὑπέβαλεν.  XLI. καὶ ὁ Σίμων· Πρόδηλος εἶ φεύγων ἀπὸ τῶν γραφῶν τὸν κατὰ τοῦ θεοῦ σου ἀκοῦσαι ἔλεγχον. καὶ ὁ Πέτρος· Αὐτός μοι φαίνῃ τοῦτο ποιῶν· ὁ γὰρ τάξιν ζητήσεως φεύγων ἐξέτασιν ἀληθῆ γενέσθαι οὐ βούλεται. ὅθεν ἐγὼ τῇ τάξει χρώμενος καὶ βουλόμενος πρῶτον τὸν συγγραφέα νοηθῆναι, πρόδηλός εἰμι τὴν εὐθεῖαν ὁδεύειν θέλων. καὶ ὁ Σίμων· Ὁμολόγησον πρῶτον εἴγε τὰ κατὰ τοῦ δημιουργοῦ γεγραμμένα ἀληθῆ ἐστιν καὶ οὐκ ἔστιν τῶν ὅλων ἀνώτερος, κατὰ τὰς γραφὰς πάσῃ ὑποκείμενος μοχθηρίᾳ, καὶ ὕστερον ζητήσομεν τὸν συνγράψαντα. καὶ ὁ Πέτρος· Ἵνα μὴ δόξω ἀντιλέγειν σου τῇ ἀταξίᾳ μηδὲ θέλειν ζητεῖν, ἀποκρίνομαι· ἐγώ φημι ὅτι, εἰ τὰ κατὰ τοῦ θεοῦ γεγραμμένα ἀληθῆ εἴη, οὔπω τὸν θεὸν δείκνυσιν μοχθηρόν.  XLII. καὶ ὁ Σίμων ἔφη· Πῶς τοῦτο συστῆσαι δύνασαι; καὶ ὁ Πέτρος· Ὅτι ταῖς αὐτὸν κακῶς λεγούσαις φωναῖς τὰ ἐναντία γέγραπται, οὗ εἵνεκεν οὐδ’ ὁπότερον βεβαιωθῆναι δύναται. καὶ ὁ Σίμων· Πῶς οὖν τῶν γραφῶν τῶν μὲν αὐτὸν κακὸν λεγουσῶν, τῶν δὲ ἀγαθόν, τὸ ἀληθὲς ἔστιν ἐπιγνῶναι; καὶ ὁ Πέτρος· Ὅσαι τῶν γραφῶν φωναὶ συμφωνοῦσιν τῇ ὑπ’ αὐτοῦ γενομένῃ κτίσει, ἀληθεῖς εἰσιν, ὅσαι δὲ ἐναντίαι, ψευδεῖς τυγχάνουσιν. καὶ ὁ Σίμων ἔφη· Πῶς δύνασαι ἐναντιουμένας ἑαυταῖς δεῖξαι τὰς γραφάς; καὶ ὁ Πέτρος ἔφη· Τὸν Ἀδὰμ τυφλὸν λέγεις γεγενῆσθαι, ὅπερ οὐκ ἦν· οὐ γὰρ ἂν τυφλῷ ἐντελλόμενος ἐδείκνυεν λέγων· «Ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν μὴ γεύσησθε». καὶ ὁ Σίμων· Τυφλὸν ἔλεγεν τὸν νοῦν αὐτοῦ. καὶ ὁ Πέτρος· Πῶς καὶ τὸν νοῦν τυφλὸς εἶναι ἐδύνατο, ὁ πρὸ τοῦ γεύσασθαι τοῦ φυτοῦ συμφώνως τῷ κτίσαντι αὐτὸν οἰκεῖα πᾶσιν τοῖς ζῴοις ἐπιθεὶς ὀνόματα; καὶ ὁ Σίμων· Εἰ πρόγνωσιν εἶχεν ὁ Ἀδάμ, διὰ τί οὐ προέγνω τὸ τὴν γυναῖκα αὐτοῦ ἀπατᾶν ὄφιν; καὶ ὁ Πέτρος· Εἰ πρόγνωσιν μὴ εἶχεν ὁ Ἀδάμ, πῶς τοῖς υἱοῖς αὐτοῦ πρὸς τὰς ἐσομένας πράξεις ἅμα τῷ γεννηθῆναι τὰ ὀνόματα ἐπέθηκεν; τὸν μὲν πρῶτον καλέσας Κάιν, ὃ ἑρμηνεύεται ζῆλος, ὃς καὶ ζηλώσας ἀνεῖλεν τὸν ἀδελφὸν αὐτοῦ Ἄβελ, ὃ ἑρμηνεύεται πένθος· ἐπ’ αὐτῷ γὰρ πρώτῳ φονευθέντι ἐπένθησαν οἱ γονεῖς.  XLIII. εἰ δὲ Ἀδὰμ ἔργον θεοῦ ὑπάρχων πρόγνωσιν εἶχεν, πολὺ μᾶλλον ὁ δημιουργήσας αὐτὸν θεός. καὶ ψεῦδός ἐστιν τὸ γεγράφθαι· «Ἐνεθυμήθη ὁ θεός», ὡς λογισμῷ χρησαμένου διὰ τὴν ἄγνοιαν. ἔτι μὴν καὶ εἰ «ἐπείραζεν κύριος τὸν Ἀβραάμ», ἵνα γνῷ εἰ ὑπομενεῖ. καὶ τὸ γεγραμμένον· «Καταβάντες ἴδωμεν εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρὸς μὲ συντελοῦνται· εἰ δὲ μή, ἵνα γνῶ» – καὶ ἵνα μὴ εἰς πολὺ μηκύνω τὸν λόγον, ὅσαι ποτὲ φωναὶ ἀγνοίας αὐτοῦ καταλέγουσιν ἢ ἄλλο τι χαλεπόν, ὑφ’ ἑτέρων φωνῶν τὰ ἐναντία λεγουσῶν ἀνασκευαζόμεναι ψευδεῖς εἶναι ἐλέγχονται. ὅτι δὲ ὄντως προγινώσκει, λέγει τῷ Ἀβραάμ· «Γινώσκων γνώσῃ ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ, καὶ δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν καὶ ταπεινώσουσιν αὐτοὺς τετρακόσια ἔτη. τὸ δὲ ἔθνος ᾧ ἂν δουλεύσωσιν κρινῶ ἐγώ. μετὰ δὲ ταῦτα ἐξελεύσονται ὧδε μετὰ ἀποσκευῆς πολλῆς. σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου μετ’ εἰρήνης, τραφεὶς ἐν γήρει καλῷ. τετάρτῃ δὲ γενεᾷ ἀποστραφήσονται ὧδε· οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμορραίων ἕως τοῦ νῦν.»  XLIV. τί δέ; οὐχὶ καὶ Μωυσῆς τὰ ἁμαρτήματα τοῦ λαοῦ προσημαίνει καὶ τὴν διασπορὰν τὴν εἰς τὰ ἔθνη προδηλοῖ; εἰ δὲ Μωυσῇ αὐτὸς δέδωκεν προγινώσκειν, πῶς αὐτὸς οὐκ εἶχεν; ἔχει δέ. εἰ δὲ ἔχει, ὥσπερ καὶ ἐδείξαμεν, περισσόν ἐστιν τὸ γεγραμμένον· «ἐνεθυμήθη» καὶ «μετεμελήθη» καὶ τὸ «καταβὰς ὄψομαι» καὶ ὅσα τοιαῦτα· ἅτινα πρὸ τοῦ γενέσθαι ὡς ἀποβαίνειν ἤμελλεν προγνωσθέντα, οἰκονομίᾳ σοφῇ ἀμεταμέλητον λαμβάνει τὴν ἔκβασιν.  XLV. τὸ δὲ θυσιῶν αὐτὸν μὴ ὀρεχθῆναι φαίνεται ἐκ τοῦ τοὺς ἐπιθυμήσαντας κρεῶν ἅμα τῷ γεύσασθαι ἀναιρεθῆναι καὶ χωσθέντας ἐπὶ τῷ. τάφῳ «βουνὸν ἐπιθυμιῶν» προσαγορευθῆναι. ὁ δὲ τὴν ἀρχὴν ἐπὶ θύσει ζῴων χαλεπαίνων, θύεσθαι αὐτὰ μὴ θέλων, θυσίας ὡς ἐπιθυμῶν οὐ προσέτασσεν καὶ ἀπαρχὰς οὐκ ἀπῄτει· ἄνευ γὰρ θύσεως ζῴων οὔτε θυσίαι τελοῦνται οὔτε ἀπαρχαὶ δοθῆναι δύνανται. πῶς δὲ σκότος καὶ γνόφος καὶ θύελλα συνεῖναι ἐδύνατο (καὶ γὰρ τοῦτο γέγραπται) τῷ καθαρὸν συστήσαντι οὐρανὸν καὶ φῶς φαίνειν δημιουργήσαντι τὸν ἥλιον καὶ πᾶσιν τοῖς ἀναριθμήτοις ἄστροις ἀμεταμέλητον ὁρίσαντι τῶν δρόμων τὴν τάξιν; οὕτως, ὦ Σίμων, τὸ τοῦ θεοῦ χειρόγραφον (λέγω δὲ τὸν οὐρανόν) καθαρὰν καὶ βεβαίαν τὴν τοῦ πεποιηκότος δείκνυσιν γνώμην.  XLVI. οὕτως αἱ τοῦ τὸν οὐρανὸν κτίσαντος θεοῦ διάβολοι φωναὶ καὶ ὑπὸ τῶν σὺν αὐταῖς ἐναντίων φωνῶν ἀκυροῦνται καὶ ὑπὸ τῆς κτίσεως ἐλέγχονται· οὐ γὰρ ὑπὸ χειρὸς προφητικῆς ἐγράφησαν, διὸ καὶ τῇ τοῦ τὰ πάντα κτίσαντος θεοῦ χειρὶ ἐναντίαι φαίνονται. καὶ ὁ Σίμων ἔφη· Πῶς τοῦτο ἀποδεῖξαι δύνῃ;  XLVII. καὶ ὁ Πέτρος· Ὁ τοῦ θεοῦ νόμος διὰ Μωυσέως ἑβδομήκοντα σοφοῖς ἀνδράσιν ἀγράφως ἐδόθη παραδίδοσθαι, ἵνα τῇ διαδοχῇ πολιτεύεσθαι δύνηται, μετὰ δὲ τὴν Μωυσέως ἀνάληψιν ἐγράφη ὑπό τινος, οὐ μὴν ὑπὸ Μωυσέως· ἐν αὐτῷ γὰρ τῷ νόμῳ γέγραπται· «Καὶ ἀπέθανεν Μωυσῆς καὶ ἔθαψαν αὐτὸν ἐγγὺς οἴκου Φογόρ, καὶ οὐδεὶς οἶδεν τὴν ταφὴν αὐτοῦ ἕως τῆς σήμερον». οἷόν τε ἦν ἀποθανόντα Μωυσῆν γράφειν· «Ἀπέθανεν Μωυσῆς»; ἐπεὶ ἐν τῷ μετὰ Μωυσέα χρόνῳ (ὥς γε ἔτη που πεντακόσια ἢ καὶ πρός) ἐν τῷ κτισθέντι ναῷ κείμενος εὑρίσκεται, καὶ μεθ’ ἕτερά που πεντακόσια ἔτη φέρεται καὶ ἐπὶ τοῦ Ναβουχοδονόσορ οὕτως ἐνπρησθεὶς ἀπόλλυται. καὶ ὅμως μετὰ Μωυσῆν γραφεὶς καὶ πολλάκις ἀπολωλὼς τὴν τοῦ Μωυσέως πρόγνωσιν καὶ οὕτως ὡμολόγησεν, ὅτι τὸν ἀφανισμὸν αὐτοῦ προειδὼς οὐκ ἔγραψεν· οἱ δὲ γράψαντες τῷ τὸν ἀφανισμὸν μὴ προεγνωκέναι ἐπ’ ἀγνωσίας ἐλεγχθέντες, προφῆται οὐκ ἦσαν.  XLVIII. καὶ ὁ Σίμων· Ἐπειδὴ τὰ περὶ θεοῦ (ὡς ἔφης) ἐκ τῆς πρὸς τὴν κτίσιν παραβολῆς ἔστιν νοῆσαι, πῶς τὰ λοιπὰ ἐν τῷ νόμῳ, ἐκ παραδόσεως Μωυσέως ὄντα καὶ ἀληθῆ τυγχάνοντα καὶ τοῖς ψευδέσιν μεμιγμένα ἐπιγνῶναί ἐστιν δυνατόν; καὶ ὁ Πέτρος ἔφη· Περικοπή τις ἐν τῷ γραφέντι νόμῳ κατὰ τὴν τοῦ θεοῦ πρόνοιαν ἀπταίστως ἐπεμνημονεύθη, ὥστ’ ἂν σαφῶς δεῖξαι τῶν γεγραμμένων ποῖά ἐστιν ἀληθῆ, ποῖα δὲ ψευδῆ. καὶ ὁ Σίμων· Τίς ἐστιν αὕτη μήνυσον ἡμῖν.  XLIX. καὶ ὁ Πέτρος ἔφη· Αὐτίκα ἐρῶ. γέγραπται ἐν τῷ πρώτῳ τοῦ νόμου βιβλίῳ πρὸς τοῖς τελευταίοις· «Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ οὗ ἔστιν· καὶ αὐτὸς προσδοκία ἐθνῶν». ἐάν τις οὖν τὸν μετὰ τὸ ἐξ Ἰούδα ἐκλεῖψαι ἄρχοντα καὶ ἡγούμενον ἐληλυθότα καὶ ὑπὸ ἐθνῶν προσδοκᾶσθαι μέλλοντα νοῆσαι δυνηθῇ, οὗτος τὴν περικοπὴν ἐκ τῶν ἀποτελεσθέντων <...> ἀληθῆ τὸν ἐληλυθότα ἐπιγνῶναι· οὗ τῇ διδασκαλίᾳ πειθόμενος γνώσεται τίνα ἐστὶν τῶν γραφῶν τὰ ἀληθῆ, τίνα δὲ τὰ ψευδῆ. καὶ ὁ Σίμων· Συνίημι ὅτι τὸν Ἰησοῦν ὑμῶν λέγεις ὡς αὐτὸν ὑπὸ τῆς γραφῆς προφητευθέντα· δεδόσθω τοιγαροῦν οὕτως ἔχειν. λέγε τοίνυν πῶς ὑμᾶς διακρίνειν τὰς γραφὰς ἐδίδαξεν;  L. καὶ ὁ Πέτρος· Ὅτι μέμικται τὰ ἀληθῆ τοῖς ψευδέσι, μέμνημαί που αὐτὸν αἰτιώμενον τοὺς Σαδδουκαίους εἰπεῖν· «Διὰ τοῦτο πλανᾶσθε, μὴ εἰδότες τὰ ἀληθῆ τῶν γραφῶν, οὗ εἵνεκεν ἀγνοεῖτε τὴν δύναμιν τοῦ θεοῦ». εἰ δὲ τὰ ἀληθῆ τῶν γραφῶν ἀγνοεῖν αὐτοὺς ὑπέβαλεν, δῆλον ὡς ὄντων ψευδῶν· ἀλλὰ καὶ ἐν τῷ φῆναι· «Γίνεσθε τραπεζῖται δόκιμοι», ὡς δοκίμων καὶ κιβδήλων λόγων ὄντων. καὶ τῷ εἰπεῖν· «Διὰ τί οὐ νοεῖτε τὸ εὔλογον τῶν γραφῶν;» βεβαιότερον τοῦ αὐθαιρέτως εὐγνωμονοῦντος τίθησιν τὸν νοῦν.  LI. τὸ δὲ καὶ τῶν γραφῶν προκειμένων ἐπὶ γραμματεῖς καὶ διδασκάλους πέμπειν ὡς τοῦ ὄντως νόμου εἰδότας τὰ ἀληθῆ, δῆλόν ἐστιν. τὸ δὲ καὶ εἰπεῖν αὐτόν· «Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον» καὶ φαίνεσθαι αὐτὸν καταλύοντα σημαίνοντος ἦν ὅτι ἃ κατέλυεν οὐκ ἦν τοῦ νόμου. τὸ δὲ καὶ εἰπεῖν· «Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου» τὰ πρὸ οὐρανοῦ καὶ γῆς παρερχόμενα ἐσήμανεν μὴ ὄντα τοῦ ὄντως νόμου.  LII. ἐπεὶ οὖν οὐρανοῦ καὶ γῆς ἔτι συνεστώτων παρῆλθαν θυσίαι, βασιλεῖαι, αἱ «ἐν γεννητοῖς γυναικῶν» προφητεῖαι καὶ ὅσα τοιαῦτα, ὡς οὐκ ὄντα θεοῦ προστάγματα (ἔνθεν γοῦν λέγει· «Πᾶσα φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ πατὴρ ὁ οὐράνιος, ἐκριζωθήσεται»), διὰ τοῦτο αὐτὸς ἀληθὴς ὢν προφήτης ἔλεγεν· «Ἐγώ εἰμι ἡ πύλη τῆς ζωῆς· ὁ δι’ ἐμοῦ εἰσερχόμενος εἰσέρχεται εἰς τὴν ζωήν» ὡς οὐκ οὔσης ἑτέρας τῆς σῴζειν δυναμένης διδασκαλίας. διὸ καὶ ἐβόα λέγων· «Δεῦτε πρὸς μὲ πάντες οἱ κοπιῶντες», τουτέστιν οἱ τὴν ἀλήθειαν ζητοῦντες καὶ μὴ εὑρίσκοντες αὐτήν, καὶ πάλιν· «Τὰ ἐμὰ πρόβατα ἀκούει τῆς ἐμῆς φωνῆς» καὶ ἄλλοτε· «Ζητεῖτε καὶ εὑρίσκετε», ὡς μὴ προδήλως κειμένης τῆς ἀληθείας.  LIII. ἀλλὰ καὶ ἐξ οὐρανῶν μάρτυς φωνὴ ἠκούσθη λέγουσα· «Οὗτός ἐστίν μου ὁ υἱὸς ὁ ἀγαπητός, εἰς ὃν εὐδόκησα, τούτου ἀκούετε». καὶ πρὸς τούτοις ἐπὶ πλεῖον αὐτοὺς πεπλανημένους ἐλέγξαι θέλων τοὺς προφήτας, παρ’ ὧν δὴ μεμαθηκέναι ἐβεβαίουν, ἐπιθυμοῦντας ἀληθείας καὶ μὴ μεμαθηκότας τελευτήσαντας ἀπεφήνατο εἰπών· «Πολλοὶ προφῆται καὶ βασιλεῖς ἐπεθύμησαν ἰδεῖν, ἃ ὑμεῖς βλέπετε, καὶ ἀκοῦσαι, ἃ ὑμεῖς ἀκούετε, καὶ ἀμὴν λέγω ὑμῖν, οὔτε εἶδον οὔτε ἤκουσαν». ἔτι μὴν ἔλεγεν· «Ἐγώ εἰμι περὶ οὗ Μωυσῆς προεφήτευσεν εἰπών· Προφήτην ἐγερεῖ ὑμῖν κύριος ὁ θεὸς ἡμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὥσπερ καὶ ἐμέ· αὐτοῦ ἀκούετε κατὰ πάντα. ὃς ἂν δὲ μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἀποθανεῖται».  LIV. ὅθεν ἀδύνατόν ἐστιν ἄνευ τῆς τούτου διδασκαλίας ἀληθείᾳ σῳζούσῃ ἐπιστῆναι, κἂν τὸν αἰῶνά τις ζητῇ ἔνθα τὸ ζητούμενον οὐκ ἔστιν. ἦν δὲ καὶ ἔστιν ἐν τῷ Ἰησοῦ ἡμῶν λόγῳ. πλὴν τἀληθῆ τοῦ νόμου εἰδὼς Σαδδουκαίοις πυνθανομένοις καθ’ ὃν λόγον Μωυσῆς ἑπτὰ συνεχώρησεν γαμεῖν, ἔφη· «Μωυσῆς κατὰ τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν· ἀπ’ ἀρχῆς γὰρ οὕτως οὐκ ἐγένετο. ὁ γὰρ κτίσας ἀπ’ ἀρχῆς τὸν ἄνθρωπον ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτόν».  LV. τοῖς δὲ νομίζουσιν (ὡς αἱ γραφαὶ διδάσκουσιν) ὅτι ὁ θεὸς ὀμνύει, ἔφη· «Ἔστω ὑμῶν τὸ ναὶ ναί, τὸ οὒ οὔ· τὸ γὰρ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν». καὶ τοῖς λέγουσιν ὅτι Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἀπέθανεν, ἔφη· «Οὐκ ἔστιν θεὸς νεκρῶν, ἀλλὰ ζώντων». τοῖς δὲ οἰομένοις ὅτι ὁ θεὸς «πειράζει» (ὡς αἱ γραφαὶ λέγουσιν) ἔφη· «Ὁ πονηρός ἐστιν ὁ πειράζων», ὁ καὶ αὐτὸν πειράσας. τοῖς δὲ ὑπολαμβάνουσιν ὅτι ὁ θεὸς οὐ προγινώσκει, ἔφη· «Οἶδεν γὰρ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι χρῄζετε τούτων ἁπάντων, πρὶν αὐτὸν ἀξιώσετε». τοῖς δὲ πιστεύουσιν (ὡς αἱ γραφαὶ λέγουσιν) ὅτι μὴ πάντα βλέπει, ἔφη· «Ἐν τῷ κρυπτῷ εὔχεσθε» εἰπών· «Καὶ ὁ πατὴρ ὑμῶν ὁ βλέπων τὰ κρυπτὰ ἀποδώσει ὑμῖν».  LVI. τοῖς δὲ οἰομένοις αὐτὸν μὴ ἀγαθὸν εἶναι (ὡς αἱ γραφαὶ λέγουσιν) ἔφη· «Τίνα ὑμῶν αἰτήσει υἱὸς ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; ἢ καὶ ἰχθὺν αἰτήσει, μὴ ὄφιν ἐπιδώσει αὐτῷ; εἰ οὖν ὑμεῖς, πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος δώσει ἀγαθὰ τοῖς αἰτουμένοις αὐτὸν καὶ τοῖς ποιοῦσιν τὸ θέλημα αὐτοῦ;» τοῖς δὲ αὐτὸν διαβεβαιουμένοις ἐν ναῷ εἶναι ἔφη· «Μὴ ὀμόσητε τὸν οὐρανόν, ὅτι θρόνος θεοῦ ἐστιν, μήτε τὴν γῆν, ὅτι ὑποπόδιον τῶν ποδῶν αὐτοῦ ἐστιν». τοῖς δὲ προλαβοῦσιν ὅτι θυσιῶν ὀρέγεται ὁ θεός, ἔφη· «Ὁ θεὸς ἔλεος θέλει καὶ οὐ θυσίας, ἐπίγνωσιν αὐτοῦ καὶ οὐχ ὁλοκαυτώματα».  LVII. τοῖς δὲ πειθομένοις κακὸν αὐτὸν εἶναι (ὡς αἱ γραφαὶ λέγουσιν) ἔφη· «Μή με λέγε ἀγαθόν· ὁ γὰρ ἀγαθὸς εἷς ἐστιν». καὶ πάλιν· «Γίνεσθε ἀγαθοὶ καὶ οἰκτίρμονες ὡς ὁ πατὴρ ὁ ἐν τοῖς οὐρανοῖς, ὃς ἀνατέλλει τὸν ἥλιον ἐπ’ ἀγαθοῖς καὶ πονηροῖς καὶ φέρει τὸν ὑετὸν ἐπὶ δικαίοις καὶ ἀδίκοις». τοῖς δὲ ἠπατημένοις πολλοὺς θεοὺς ὑπονοεῖν (ὡς αἱ γραφαὶ λέγουσιν) ἔφη· «Ἄκουε Ἰσραήλ, κύριος ὁ θεὸς ὑμῶν κύριος εἷς ἐστιν».

LVIII. Ὁμῶς ὁ Σίμων συνιδὼν ὅτι Πέτρος αὐτὸν συνάγει ταῖς γραφαῖς χρῆσθαι ὡς Ἰησοῦς ἐδίδαξεν, εἰς τὸν περὶ θεοῦ λόγον ἐξέτασιν γενέσθαι οὐκ ἠθέλησεν, καίτοιγε μεταθεμένου τοῦ Πέτρου ὡς αὐτὸς Σίμων ἠξίωσεν πρὸς πεῦσιν καὶ ἀπόκρισιν γενέσθαι τὴν ἐξέτασιν. πλὴν ἡ ζήτησις τριῶν ἐπεκράτησεν ἡμερῶν. ἐπιφωσκούσης δὲ τῆς τετάρτης νύχιος ὡς ἐπὶ Τύρον τῆς Φοινίκης ἐξώρμησεν. καὶ οὐ μετὰ πολλὰς ἡμέρας ἦλθόν τινες τῶν προόδων Πέτρῳ λέγοντες· Σίμων μεγάλα θαυμάσια ἐν Τύρῳ ποιῶν πολλοὺς τῶν ἐκεῖ κατεπλήξατο καί σε πολλαῖς διαβολαῖς μισεῖσθαι ἐποίησεν.

LIX. Ταῦτα ἀκούσας ὁ Πέτρος τῇ ἐπιούσῃ νυκτὶ τῶν ἀκροατῶν τὸν ὄχλον συνελθεῖν ἐποίησεν. ὁμῶς συνελθοῦσιν ἔφη· Ἐπειδὴ ὁρμῶντός μου εἰς τὰ ἔθνη τὰ πολλοὺς θεοὺς λέγοντα, κηρύξαι καὶ διδάξαι ὅτι εἷς ἐστιν ὁ θεός, «ὃς οὐρανὸν ἔκτισε καὶ γῆν» καὶ τὰ ἐν αὐτοῖς πάντα, ὅπως ἀγαπήσαντες αὐτὸν σωθῆναι δυνηθῶσιν, προλαβοῦσα ἡ κακία τῷ τῆς συζυγίας νόμῳ προαπέστειλεν Σίμωνα, ἵνα οἱ ἄνθρωποι, ἐὰν τοὺς πολλοὺς θεοὺς λέγειν παύσωνται, καταγνόντες τῶν ἐπὶ γῆς λεγομένων, ἐν οὐρανῷ πολλοὺς θεοὺς εἶναι νομίσωσιν, ἵνα μηδέποτε τὸ τῆς μοναρχίας τιμήσαντες καλὸν εἰς τὸ παντελὲς μετὰ κόλασιν ἀπόλωνται. καὶ τὸ δεινότατον, ἐπεὶ ἀληθὴς λόγος ἀπαράβλητον ἰσχὺν ἔχει, προλαμβάνων ταῖς διαβολαῖς πείθει αὐτοὺς αὐτὸ μηδὲ τὴν ἀρχὴν ἀναδέξασθαί μου, μήπως ὁ διαβάλλων αὐτὸς τῷ ὄντι διάβολος ἐλεγχθῇ καὶ ὁ ἀληθὴς λόγος ἀναδειχθεὶς πιστευθῆναι δυνηθῇ. χρὴ οὖν με ταχέως αὐτὸν ἐπικαταλαβεῖν, ἵνα μὴ ἡ διαβολὴ ἐνχρονίσασα παντελῶς πάντων ἐπικρατήσῃ.  LX. ἐπεὶ οὖν δεῖ τινα ὁρίσαι ἀντ’ ἐμοῦ τὸν ἐμὸν ἀναπληροῦντα τόπον, μιᾷ προαιρέσει τοῦ θεοῦ δεηθῶμεν οἱ πάντες, ὅπως τῶν ὄντων ἐν ἡμῖν τὸν κρείττονα αὐτὸς πρόδηλον ποιήσῃ, ἵνα ἐπὶ τῆς Χριστοῦ καθέδρας καθεσθεὶς τὴν αὐτοῦ ἐκκλησίαν εὐσεβῶς οἰκονομῇ. τίς ἄρα ὁρισθήσεται; θεοῦ γὰρ βουλῇ ἀναδείκνυται μακάριος ὁ ἄνθρωπος ἐκεῖνος, ὃν καταστήσει ὁ κύριος αὐτοῦ ἐπὶ τῆς θεραπείας τῶν συνδούλων αὑτοῦ, τοῦ διδόναι αὐτοῖς τὰς τροφὰς ἐν καιρῷ αὐτῶν, μὴ ἐννοούμενον καὶ λέγοντα ἐν τῇ καρδίᾳ αὑτοῦ· Χρονίζει ὁ κύριός μου ἐλθεῖν. [καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους αὑτοῦ, ἐσθίων καὶ πίνων μετά τε πορνῶν καὶ μεθυόντων. καὶ ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ὥρᾳ, ᾗ οὐ προσδοκᾷ, καὶ ἐν ἡμέρᾳ, ᾗ οὐ γινώσκει, καὶ διχοτομήσει αὐτόν, καὶ τὸ ἀπιστοῦν αὐτοῦ μέρος μετὰ τῶν ὑποκριτῶν θήσει.]  LXI. εἰ δέ τις τῶν παρεστώτων, διοικεῖν δυνάμενος τὴν ἀγνωμοσύνην τῶν ἀνθρώπων, ὑποστέλλεται, τῆς αὑτοῦ ἀναπαύσεως φροντίζων μόνης, καὶ αὐτὸς προσδοκάτω ἀκοῦσαι· «Δοῦλε πονηρὲ καὶ ὀκνηρέ, ἔδει σε τὸ ἀργύριόν μου προβαλεῖν ἐπὶ τῶν τραπεζιτῶν, καὶ ἐγὼ ἂν ἐλθὼν ἔπραξα τὸ ἐμόν· ἐκβάλετε τὸν ἀχρεῖον δοῦλον εἰς τὸ σκότος τὸ ἐξώτερον». καὶ εὐλόγως. σοῦ γάρ (φησίν), ἄνθρωπε, τοὺς λόγους μου ὡς ἀργύριον ἐπὶ τραπεζιτῶν βαλεῖν καὶ ὡς χρήματα δοκιμάσαι. τὸ οὖν πλῆθος τῶν πιστῶν δεῖ ἑνί τινι πείθεσθαι, ἵνα οὕτως ἐν ὁμονοίᾳ διατελεῖν δυνηθῇ. τὸ γὰρ εἰς ἀρχὴν μιᾶς λῆγον ἐξουσίας μοναρχίας εἰκόνι τοὺς ὑπείκοντας αἰτίᾳ εὐταξίας εἰρήνης ἀπολαύειν τίθησιν, τὸ δὲ πάντας φιλαρχοῦντας ἑνὶ μόνῳ ὑπεῖξαι μὴ θέλειν <...> καὶ αἰτίᾳ διαιρέσεως πάντως καὶ πεσεῖν ἔχουσιν.  LXII. ἀλλ’ ἔτι μὴν πειθέτω τὰ παρ’ ὀφθαλμοῖς γινόμενα πῶς νῦν πολλῶν κατὰ πᾶσαν τὴν γῆν ὄντων βασιλέων συνεχῶς πόλεμοι γίνονται· ἔχει γὰρ ἕκαστος πρόφασιν εἰς πόλεμον τὴν ἑτέρου ἀρχήν. ἐὰν δὲ εἷς ᾖ τοῦ παντὸς ἡγεμών, οὗ εἵνεκεν πολεμεῖ οὐκ ἔχων, ἀίδιον τὴν εἰρήνην ἔχει. πέρας γοῦν ὁ θεὸς τοῖς καταξιουμένοις αἰωνίου ζωῆς ἕνα ἐν τῷ τότε αἰῶνι βασιλέα τοῦ παντὸς καθίστησιν, ἵνα αἰτίᾳ μοναρχίας ἄπτωτος εἰρήνη γένηται. χρὴ οὖν ἑνί τινι ὡς ὁδηγῷ τοὺς πάντας ἕπεσθαι, ὡς εἰκόνα θεοῦ προτιμῶντας, τὸν δὲ ὁδηγὸν εἶναι τῆς εἰς τὴν ἁγίαν πόλιν εἰσιούσης εἰσόδου ἐπιστήμονα.

LXIII. Τίνα δὲ ἄλλον αἱρήσομαι τῶν παρόντων ἢ Ζακχαῖον, πρὸς ὃν καὶ ὁ κύριος ἡμῶν εἰσιὼν ἀνεπαύσατο, τοῦ σῴζεσθαι κρίνας ἄξιον εἶναι; καὶ τοῦτ’ εἰπών, παρεστῶτι τῷ Ζακχαίῳ ἐπιβαλὼν τὴν χεῖρα, ἐβιάζετο ἐπὶ τὴν αὑτοῦ καθεσθῆναι καθέδραν. ὁ δὲ Ζακχαῖος προσπεσὼν τοῖς ποσὶν αὐτοῦ ἐδέετο, ὅπως τοῦ ἄρχειν αὐτὸν ἀπολύσῃ, μετὰ τοῦ ὑπισχνεῖσθαι καὶ λέγειν ὅτι· Ὁπόσα ποτὲ χρὴ τὸν ἄρχοντα ποιεῖν, ποιήσω, μόνον μοι τὸ ὄνομα τοῦτο μὴ ἔχειν χάρισαι· εὐλαβοῦμαι γὰρ τὸ τῆς ἀρχῆς ἐνδύσασθαι ὄνομα· πικροῦ γὰρ φθόνου καὶ κινδύνου γέμει.

LXIV. Καὶ ὁ Πέτρος ἔφη· Εἰ τοῦτο εὐλαβῇ ἄρχων μὲν μὴ καλοῦ, ἀλλὰ ὁ καθεστώς, τοῦτο τοῦ κυρίου δεδωκότος λέγεσθαι τῷ εἰπεῖν· «Μακάριος ὁ ἄνθρωπος ἐκεῖνος, ὃν καταστήσει ὁ κύριος αὐτοῦ ἐπὶ τῆς θεραπείας τῶν συνδούλων αὑτοῦ». εἰ δὲ παντελῶς οὐ θέλεις γνωσθῆναι ὅτι ἐξουσίαν διοικήσεως ἔχεις, ἀγνοεῖν μοι ἔοικας ὅτι ἡ ὁμολογουμένη τοῦ προκαθεζομένου ἐξουσία πολύ τι δύναται πρὸς δυσωπίαν τοῦ πλήθους. ὡς γὰρ εἰληφότι τὴν ἐξουσίαν ἕκαστος πείθεται ὡς μεγάλην ἀνάγκην τὴν συνείδησιν ἔχων. τί δέ; οὐχὶ καὶ ἀσφαλῶς γινώσκεις ὅτι οὐχ ὡς οἱ ἄρχοντες τῶν ἐθνῶν ἄρχειν ἔχεις, ἀλλ’ ὡς δοῦλος αὐτοῖς ὑπηρετῶν, ὡς πατὴρ † ἀδικουμένοις †, ὡς ἰατρὸς ἐπισκεπτόμενος, ὡς ποιμὴν φυλάσσων, συνελὼν ἐρῶ, τὰς πάσας ὑπὲρ τῆς αὐτῶν σωτηρίας φροντίδας ἔχων; ὅτι οἴει ἀγνοεῖν με οἵους καμάτους ἀναδέξασθαί σε βιάζομαι, ὑπὸ ὄχλων κρίνεσθαί σε ἀξιῶν, οἷς ἀρέσαι τινὰ ἀμήχανον; θεὸν δὲ εὖ πράττοντα πείθειν δυνατώτατον. διὸ δέομαι προθύμως ἀναδέξασθαι, διὰ θεόν, διὰ Χριστόν, ὑπὲρ τῆς ἀδελφῶν σωτηρίας, ὑπὲρ τῆς αὐτῶν οἰκονομίας καὶ σῆς ὠφελείας.  LXV. καὶ τὸ ἕτερον δὲ λόγισαι ὅτι ὥσπερ κάματον καὶ κίνδυνον ἔχει τὸ τὴν Χριστοῦ ἐκκλησίαν οἰκονομεῖν, τοσούτῳ μείζων ὁ μισθός. ἀλλ’ ἔτι μὴν καὶ ἡ κόλασις μείζων τῷ δυναμένῳ καὶ ἀπειθήσαντι. βούλομαι οὖν, πολυμαθέστερον εἰδώς σε τῶν παρεστώτων, δανείζειν καλὰς γνώμας, ἃς παρὰ τοῦ κυρίου πεπίστευσαι, ἵνα «εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ» ἀκούσῃς καὶ μὴ ὥσπερ ὁ τὸ ἓν ἀποκρύψας τάλαντον, ἔγκλημα λαβὼν κολάσει ὑπεύθυνος ἀναφανῇς. εἰ δὲ μὴ βούλει ἀγαθὸς φύλαξ καταστῆναι τῆς ἐκκλησίας, ἕτερον ἀντὶ σοῦ μήνυσον, σοῦ πολυμαθέστερον καὶ πιστότερον. ἀλλὰ οὐ δώσεις· σὺ γὰρ καὶ τῷ κυρίῳ συνῆς καὶ τὰς θαυμασίους πράξεις ἱστόρησας καὶ διοίκησιν ἐκκλησίας μεμάθηκας.  LXVI. καὶ σοῦ μὲν ἔργον ἐστὶν κελεύειν ἃ δεῖ, τῶν ἀδελφῶν ὑπείκειν καὶ μὴ ἀπειθεῖν. ὑπείξαντες μὲν οὖν σωθήσονται, ἀπειθήσαντες δὲ ὑπὸ τοῦ Χριστοῦ κολασθήσονται, ὅτι ὁ προκαθεζόμενος Χριστοῦ τόπον πεπίστευται. διὸ ἤτοι τιμὴ ἢ ὕβρις τοῦ προκαθεζομένου εἰς Χριστὸν φέρεται, ἀπὸ δὲ Χριστοῦ εἰς τὸν θεὸν ἀναφέρεται. τοῦτο δὲ εἴρηκα, ἵνα καὶ αὐτοὶ οἱ ἀδελφοὶ τῆς πρὸς σὲ ἀπειθείας τὸν κίνδυνον αὐτῶν μὴ ἀγνοῶσιν, ὅτι, ὃς ἄν σοι κελεύσαντι ἀπειθήσῃ, Χριστῷ ἀπειθεῖ, Χριστῷ δὲ ἀπειθήσας θεὸν παροργίζει.

LXVII. Χρὴ οὖν τὴν ἐκκλησίαν ὡς πόλιν ἐν ὕψει ᾠκοδομημένην φιλόθεον ἔχειν τάξιν καὶ διοίκησιν καλήν. πρὸ πάντων ὁ ἐπίσκοπος ὡς ἄρχων περὶ ὧν λέγει ἀκουέσθω. οἱ πρεσβύτεροι τὰ κελευόμενα γίνεσθαι σπουδαζέτωσαν. οἱ διάκονοι ἐκπεριερχόμενοι τῶν ἀδελφῶν τὰ σώματα καὶ τὰς ψυχὰς ἐπισκεπτέσθωσαν καὶ τῷ ἐπισκόπῳ ἀντιβαλλέτωσαν. οἱ λοιποὶ πάντες ἀδελφοὶ τὸ ἀδικεῖσθαι ἀναδεχέσθωσαν· εἰ δὲ κρίνεσθαι θέλουσιν, περὶ ὧν ἀδικοῦνται, ἐπὶ τῶν πρεσβυτέρων συμβιβαζέσθωσαν· τὸν δὲ συμβιβασμὸν οἱ πρεσβύτεροι τῷ ἐπισκόπῳ προσαναφερέτωσαν.  LXVIII. νέων δὲ μὴ μόνον κατεπειγέτωσαν τοὺς γάμους, ἀλλὰ καὶ τῶν προβεβηκότων, μήπως ζέουσα ἡ ὄρεξις προφάσει πορνείας ἢ μοιχείας λοιμὸν προσενέγκῃ τῇ ἐκκλησίᾳ. ὑπὲρ πᾶσαν γὰρ ἁμαρτίαν ἡ τῆς μοιχείας ἀσέβεια θεῷ ἐστύγηται, ὅτι οὐ μόνον αὐτὸν τὸν ἁμαρτήσαντα ἀναιρεῖ, ἀλλὰ καὶ τοὺς συνεστιωμένους καὶ συναμιλλωμένους· λύσσῃ γὰρ ἔοικεν, ὅτι τῆς ἰδίας μανίας μεταδιδόναι φύσιν ἔχει. σωφροσύνης οὖν χάριν σπευδέτωσαν τοὺς γάμους ἐπιτελεῖν μὴ μόνον οἱ πρεσβύτεροι, ἀλλὰ καὶ οἱ πάντες. ἡ γὰρ τοῦ μοιχησαμένου ἁμαρτία ἐπὶ τοὺς πάντας ἐλθεῖν βιάζεται. τὸ οὖν σπεύδειν σωφρονεῖν τοὺς ἀδελφούς, τοῦτο πρώτη ἐλεημοσύνη· ψυχῆς γάρ ἐστιν θεραπεία· ἡ γὰρ τροφὴ τοῦ σώματος ἀνάπαυσίς ἐστιν.  LXIX. ὅμως ἐὰν ἀγαπήσητε τοὺς ἀδελφοὺς ὑμῶν, οὐδὲν αὐτῶν ἀφαιρήσεσθε, ὧν δὲ ἔχετε μεταδώσετε· πεινῶντας γὰρ θρέψετε, διψῶσιν ποτὸν παρέξετε, γυμνοὺς ἐνδύσετε, νοσοῦντας ἐπισκέψεσθε, τοῖς ἐν εἱρκταῖς ὡς δυνατὸν βοηθήσετε, ξένους εἰς τὰ ἑαυτῶν σκηνώματα προθύμως ἀποδέξεσθε, μηδένα μισήσετε. ὡς δὲ δεῖ εὐσεβεῖν, εὐγνωμονοῦντας ὑμᾶς ὁ ὑμέτερος διδάξει νοῦς. πρὸ δὲ πάντων (εἰ καὶ δεῖ ὑμῖν λέγειν) συνεχέστερον συνέρχεσθε, εἴθε καθ’ ὥραν, ἐπεί γε ἐν ταῖς νενομισμέναις τῆς συνόδου ἡμέραις. ἐὰν γὰρ τοῦτο ποιῆτε, ἐντὸς τειχῶν ἀσυλίας ἐστέ· ἀρχὴ γὰρ ἀπωλείας ἀποταξία. μήτε οὖν προφάσει μικροψυχίας τῆς πρὸς ἀδελφὸν ἀπολειπέσθω τις τοῦ συνεδρεύειν. ἐὰν γάρ τις ὑμῶν ἀπολειφθῇ τοῦ συνάγεσθαι, τῶν σκορπιζόντων τὴν Χριστοῦ ἐκκλησίαν λογισθήσεται καὶ ὡς τῶν κατὰ τῶν τοῦ Χριστοῦ μαθητῶν ὑπάρξας κολασθήσεται. μετὰ μοιχῶν ἀποβληθήσεται. ὡς γὰρ μοιχὸς ὑπὸ τοῦ ἐν αὐτῷ πνεύματος προφάσει τινὸς ἑαυτὸν ἀφώρισεν, καὶ τῷ πονηρῷ κατ’ αὐτοῦ χώραν ἔδωκεν πρόβατον ἁρπάσαι ὡς μανδρῶν ἔξω εὑρεθέν.  LXX. πλὴν τοῦ ἐπισκόπου ὑμῶν ἀκούετε καὶ τιμὴν πᾶσαν αὐτῷ ἀπονέμοντες μὴ κάμητε, εἰδότες ὅτι προφάσει τῇ πρὸς αὐτὸν εἰς Χριστὸν φέρεται, ἀπὸ δὲ Χριστοῦ εἰς θεὸν ἀναφέρεται καὶ τῷ προσενέγκαντι πολυπλασίως ἀνταποδίδοται. θρόνον οὖν Χριστοῦ τιμήσετε· ὅτι καὶ Μωυσέως καθέδραν τιμᾶν ἐκελεύσθητε, κἂν οἱ προκαθεζόμενοι ἁμαρτωλοὶ νομίζωνται. καὶ ταῦτα μὲν ὑμῖν αὐτάρκως εἴρηται· αὐτῷ δέ, πῶς ἀμέμπτως βιοῦν, περιττὸν ἡγοῦμαι λέγειν, ὁπότε τοῦ κἀμὲ διδάξαντος δόκιμος ὑπάρχει μαθητής.  LXXI. πλήν, ἀδελφοί, ἔνια οὐ χρὴ ἀναμένειν ἀκούειν, ἀλλὰ καὶ ἀφ’ ἑαυτῶν τὸ εὔλογον νοεῖν. Ζακχαῖος μόνος ὑμῖν ὅλος ἑαυτὸν ἀσχολεῖν ἀποδεδωκώς, κοιλίαν ἔχων καὶ ἑαυτῷ μὴ εὐσχολῶν, πῶς δύναται τὴν ἀναγκαίαν πορίζειν τροφήν; οὐχὶ δὲ εὔλογόν ἐστιν πάντας ὑμᾶς τοῦ ζῆν αὐτοῦ πρόνοιαν ποιεῖν, οὐκ ἀναμένοντας αὐτὸν ὑμᾶς αἰτεῖν; τοῦτο γὰρ προσαιτοῦντός ἐστιν· μᾶλλον δὲ τεθνήξεται λιμῷ ἢ τοῦτο ποιεῖν ὑποσταίη. πῶς δὴ καὶ ὑμεῖς οὐ δίκην ὑφέξετε, μὴ λογισάμενοι ὅτι «ἄξιός ἐστιν ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ»; καὶ μὴ λεγέτω τις· Οὐκοῦν ὁ δωρεὰν παρασχεθεὶς λόγος πωλεῖται; μὴ γένοιτο. εἴ τις γὰρ ἔχων πόθεν ζῆν λάβοι, οὗτος πωλεῖ τὸν λόγον, εἰ δὲ μὴ ἔχων τοῦ ζῆν χάριν λαμβάνει τροφήν, ὡς καὶ ὁ κύριος ἔλαβεν ἔν τε δείπνοις καὶ φίλοις, οὐδὲν ἔχων ὁ εἰς αὖθις πάντα ἔχων, οὐχ ἁμαρτάνει. ἀκολούθως οὖν τιμᾶτε πρεσβυτέρους, κατηχητάς, διακόνους χρησίμους, χήρας εὖ βεβιωκυίας, ὀρφανοὺς ὡς ἐκκλησίας τέκνα· ἀλλὰ καὶ ὁπότε χρεία τινὸς πόρου πρός τι ἀναγκαῖον γένοιτο, ἅμα οἱ πάντες συμβάλλεσθε. εἰς ἀλλήλους εὐσεβεῖτε, μὴ ὀκνοῦντες πᾶν ὁτιοῦν ὑπὲρ τῆς ἑαυτῶν σωτηρίας ὑπομένειν.

LXXII. Καὶ ταῦτα εἰπὼν ἐπέθηκεν χεῖρα τῷ Ζακχαίῳ λέγων· Δέσποτα καὶ κύριε τῶν ὅλων, ὁ πατὴρ καὶ θεός, σὺ διαφύλαξον ποιμένα μετὰ ποίμνης. σὺ ἡ πρόφασις, σὺ ἡ δύναμις. ἡμεῖς τὸ βοηθούμενον, «σὺ ὁ βοηθός», «ὁ ἰατρός», «ὁ σωτήρ», «τὸ τεῖχος», ἡ ζωή, «ἡ ἐλπίς», «ἡ καταφυγή», ἡ χαρά, ἡ προσδοκία, ἡ ἀνάπαυσις, (συνελὼν ἐρῶ) σὺ ἡμῖν τὰ πάντα. πρὸς αἰώνιον ὕπαρξιν σωτηρίας συνέργησον, ῥῦσαι, φύλαξον. πάντα δύνασαι. σὺ γὰρ ἄρχων ἀρχόντων καὶ κύριος κυρίων, δεσπότης βασιλέων. σὺ δὸς ἐξουσίαν τῷ προκαθεζομένῳ λύειν ἃ δεῖ λύειν καὶ δεσμεῖν ἃ δεῖ δεσμεῖν, σὺ σόφισον· σὺ ὡς δι’ ὀργάνου δι’ αὐτοῦ τὴν ἐκκλησίαν τοῦ Χριστοῦ σου ὡς καλὴν νύμφην διαφύλαξον. σοῦ γάρ ἐστιν δόξα αἰώνιος, ὕμνος πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος εἰς τοὺς σύμπαντας αἰῶνας. ἀμήν.  LXXIII. καὶ ταῦτα εἰπὼν μετὰ ταῦτα ἔφη· Ὅσοι ποτὲ βαπτισθῆναι θέλετε, ἀπὸ τῆς αὔριον νηστεύειν ἄρξασθε καὶ καθ’ ἡμέραν χειροθετεῖσθε καὶ περὶ ὧν θέλετε πυνθάνεσθε. ἔτι γὰρ ἡμερῶν δέκα ὑμῖν ἐπιμεῖναι θέλω. μετὰ δὲ τρεῖς ἡμέρας βαπτίζειν ἀρξάμενος, ἐμὲ φωνήσας καὶ Ἀκύλαν καὶ Νικήτην ἔφη· Μέλλων ἐπὶ τὴν Τύρον ὁρμᾶν μεθ’ ἡμέρας ἑπτὰ βούλομαι ἐξ αὐτῆς ὑμᾶς ἀπελθόντας, παρὰ τῇ Χανανίτιδι Βερνίκῃ Ἰούστης θυγατρὶ λανθανόντως ἐπιξενωθέντας, παρ’ αὐτῆς τὰ κατὰ τὸν Σίμωνα ἀκριβῶς μαθόντας γράψαι μοι. πολὺ γάρ μοι συμβάλλεται, ἵνα πρὸς αὐτὸ ἁρμόσωμαι. διὸ ἐξ αὐτῆς πορεύεσθε μετὰ εἰρήνης. καὶ δὴ βαπτίζοντα αὐτὸν ἐάσαντες, καθὼς ἐκέλευσεν, εἰς Τύρον αὐτὸν προήξαμεν τῆς Φοινίκης.

 

Homiliae