Josephus Flavius. Antiquitates Judaicae. Liber XIII

Φλαυίου Ἰωσήπου
ἱστοριῶν τῆς Ἰουδαικῆς ἀρχαιολογίας

Liber XIII

Τάδε ἔνεστιν ἐν τῇ τρισκαιδεκάτῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαικῆς ἀρχαιολογίας

α. Ὡς Ἰωνάθης ἀδελφὸς ὢν Ἰούδα τελευτήσαντος αὐτοῦ τὴν ἡγεμονίαν παρέλαβεν.

β. ὡς πολεμήσας Βακχίδην ἠνάγκασεν φιλίαν ποιησάμενον πρὸς αὐτὸν ἀπελθεῖν ἐκ τῆς χώρας.

γ. ὅτι Ἀλέξανδρος ὁ τοῦ Ἐπιφανοῦς Ἀντιόχου υἱὸς ἐλθὼν εἰς Συρίαν ἐξήνεγκεν πόλεμον πρὸς Δημήτριον.

δ. ὡς Δημήτριος πρεσβευσάμενος πρὸς Ἰωνάθην ποιεῖται συμμαχίαν πρὸς αὐτὸν αὐτόν τε πολλοῖς δωρησάμενος καὶ τὸ ἔθνος ἡμῶν.

ε. ὡς Ἀλέξανδρος ταῦτα ἀκούσας καὶ ὑπερβαλὼν τὰ παρὰ τοῦ Δημητρίου καὶ ἀποδείξας Ἰωνάθην ἀρχιερέα συμμαχεῖν ἔπεισεν αὐτῷ.

ς. ἡ Ὀνίου φιλία πρὸς τὸν Φιλομήτορα Πτολεμαῖον κατὰ τὸν αὐτὸν καιρὸν γενομένη, καὶ ὡς ᾠκοδόμησεν τὸν Ὀνίου καλούμενον ναὸν πρὸς τὸν ἐν Ἱεροσολύμοις ὄντα.

ζ. ὅτι Ἀλέξανδρος ἀποθανόντος Δημητρίου σφόδρα ἐτίμησεν Ἰωνάθην.

η. ὡς Δημήτριος ὁ Δημητρίου παῖς πλεύσας εἰς τὴν Συρίαν ἀπὸ Κρήτης καὶ πολεμήσας τὸν Ἀλέξανδρον καὶ κρατήσας αὐτοῦ αὐτὸς ἐβασίλευσεν φιλίαν πρὸς Ἰωνάθην ποιησάμενος.

θ. ὡς Τρύφων ὁ Ἀπαμεὺς καταπολεμήσας Δημήτριον Ἀντιόχῳ τῷ Ἀλεξάνδρου υἱῷ παρέδωκεν τὴν βασιλείαν ποιησάμενος καὶ αὐτὸς σύμμαχον Ἰωνάθην.

ι. ὡς Δημητρίου ὑπὸ Πάρθων αἰχμαλώτου ληφθέντος παρεσπόνδησεν τὸν Ἰωνάθην καὶ δόλῳ λαβὼν αὐτὸν ἀπέκτεινεν καὶ πόλεμον ἐξήνεγκεν πρὸς τὸν ἀδελφὸν αὐτοῦ Σίμωνα.

ια. ὡς Σίμωνι τῷ ἀδελφῷ αὐτοῦ τὴν στρατηγίαν ἐνεχείρισεν τὸ ἔθνος καὶ ἀπέδειξεν αὐτὸν ἀρχιερέα.

ιβ. ὡς ἐπολιόρκησεν ἐν Δώροις Τρύφωνα σύμμαχος γενόμενος Ἀντιόχῳ τῷ Δημητρίου ἀδελφῷ τῷ καὶ Εὐσεβεῖ ἐπικληθέντι.

ιγ. ὡς Τρύφωνος ἀναιρεθέντος Ἀντίοχος ἐπολέμησεν Σίμωνα κἀκεῖνος Κενδεβαῖον τὸν στρατηγὸν αὐτοῦ νικήσας τῆς Ἰουδαίας ἐξέβαλεν.

ιδ. ὅτι ὑπὸ τοῦ γαμβροῦ Πτολεμαίου ἐν συμποσίῳ δολοφονηθεὶς ἀπέθανεν, καὶ Πτολεμαῖος δήσας αὐτοῦ τὴν γυναῖκα καὶ τὰ τέκνα τὴν ἀρχὴν αὐτὸς ἐπεχείρησεν κατασχεῖν.

ιε. ὡς ὁ νεώτατος τῶν Σίμωνος υἱῶν Ὑρκανὸς φθάσας αὐτὸν καὶ τὴν ἡγεμονίαν παραλαβὼν ἐπολιόρκησεν τὸν Πτολεμαῖον εἴς τι φρούριον ἐγκλείσας Δαγὼν καλούμενον.

ις. ὡς στρατευσάμενος ἐπὶ Ὑρκανὸν Ἀντίοχος ὁ καλούμενος Εὐσεβὴς καὶ προσκαθίσας τῇ τῶν Ἱεροσολυμιτῶν πόλει διέλυσε τὴν πολιορκίαν λαβὼν παρὰ Ὑρκανοῦ τάλαντα τριακόσια καὶ συμμαχίαν πρὸς αὐτὸν καὶ φιλίαν συνθέμενος.

ιζ. Ὑρκανοῦ στρατεία μετὰ τὴν Ἀντιόχου τελευτὴν ἐν Μήδοις ἀποθανόντος ἐπὶ Συρίαν καὶ ὡς πολλὰς πόλεις κατὰ κράτος εἷλεν.

ιη. φιλία πρὸς Ὑρκανὸν Ἀλεξάνδρου τοῦ Ζαβίνα κληθέντος.

ιθ. ὡς ἡττηθεὶς ὑφ' Ὑρκανοῦ Ἀντίοχος ὁ Κυζικηνὸς ἐξέπεσεν τῆς Ἰουδαίας.

κ. ὡς παραλαβὼν Ἀριστόβουλος τὴν ἀρχὴν διάδημα περιέθετο πρῶτος.

κα. ὡς τελευτήσαντος Ἀριστοβούλου ὁ ἀδελφὸς αὐτοῦ τὴν ἀρχὴν παραλαβὼν Ἀλέξανδρος ἐστράτευσεν ἐπὶ Συρίαν καὶ Φοινίκην καὶ Ἀραβίαν καὶ πολλὰ τῶν ἐθνῶν ἐχειρώσατο.

κβ. Πτολεμαίου τοῦ Λαθούρου πρὸς αὐτὸν μάχη καὶ νίκη.

κγ. ὡς στρατευσάμενος Δημήτριος ὁ Εὔκαιρος λεγόμενος ἐπὶ Ἀλέξανδρον ἐκράτησεν αὐτοῦ.

κδ. Ἀντιόχου τοῦ καὶ Διονύσου λεγομένου στρατεία ἐπὶ Ἰουδαίαν καὶ ὡς ἐκράτησεν τῇ μάχῃ.

κε. ὡς μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν ἡ γυνὴ αὐτοῦ Ἀλεξάνδρα τὴν βασιλείαν ἔτεσιν ἐννέα κατασχοῦσα καὶ βιώσασα μετὰ εἰρήνης καὶ δόξης ἀπέθανεν.

περιέχει ἡ βίβλος χρόνον ἐτῶν ὀγδοήκοντα καὶ δύο.

 

I

(1)[1] Τίνα μὲν οὖν τρόπον τὸ τῶν Ἰουδαίων ἔθνος καταδουλωσαμένων αὐτὸ τῶν Μακεδόνων ἀνεκτήσατο τὴν ἐλευθερίαν καὶ δι' ὅσων καὶ πηλίκων ἀγώνων ὁ στρατηγὸς αὐτῶν ἐλθὼν Ἰούδας ἀπέθανεν ὑπὲρ αὐτῶν μαχόμενος, ἐν τῇ πρὸ ταύτης βίβλῳ δεδηλώκαμεν. [2] μετὰ δὲ τὴν τελευτὴν τὴν Ἰούδου πᾶν ὅσον ἦν ἔτι τῶν ἀσεβῶν καὶ παραβεβηκότων τὴν πάτριον πολιτείαν ἐπεφύη τοῖς Ἰουδαίοις καὶ πανταχόθεν αὐτοὺς ἀκμάζον ἐκάκου. [3] συνελάμβανε δὲ τῇ τούτων πονηρίᾳ καὶ λιμὸς τὴν χώραν καταλαβών, ὡς πολλοὺς διὰ τὴν σπάνιν τῶν ἀναγκαίων καὶ τὸ μὴ δύνασθαι τοῖς παρ' ἀμφοτέρων ἀπό τε τοῦ λιμοῦ καὶ τῶν ἐχθρῶν δεινοῖς ἀντέχειν αὐτομολῆσαι πρὸς τοὺς Μακεδόνας. [4] Βακχίδης δὲ τῶν Ἰουδαίων τοὺς ἀποστάντας τῆς πατρίου συνηθείας καὶ τὸν κοινὸν βίον προῃρημένους συναθροίσας τούτοις ἐνεχείρισεν τὴν τῆς χώρας ἐπιμέλειαν, οἳ καὶ συλλαμβάνοντες τοὺς Ἰούδου φίλους καὶ τὰ ἐκείνου φρονοῦντας τῷ Βακχίδῃ παρέδοσαν: ὁ δὲ βασανίζων πρῶτον αὐτοὺς καὶ πρὸς ἡδονὴν αἰκιζόμενος ἔπειθ' οὕτως διέφθειρεν. [5] ταύτης δὲ τῆς συμφορᾶς τοῖς Ἰουδαίοις τηλικαύτης γενομένης, ἡλίκης οὐκ ἦσαν πεπειραμένοι μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον, οἱ περιλειφθέντες τῶν ἑταίρων τῶν Ἰούδου βλέποντες ἀπολλύμενον οἰκτρῶς τὸ ἔθνος προσελθόντες αὐτοῦ τῷ ἀδελφῷ Ἰωνάθῃ μιμεῖσθαι τὸν ἀδελφὸν αὐτοῦ καὶ τὴν ἐκείνου περὶ τῶν ὁμοφύλων πρόνοιαν ἠξίουν ἀποθανόντος ὑπὲρ τῆς ἐκείνων ἐλευθερίας, καὶ μὴ περιορᾶν ἀπροστάτητον τὸ ἔθνος μηδ' ἐν οἷς φθείρεται. [6] ὁ δ' Ἰωνάθης φήσας ἑτοίμως ἔχειν ἀποθνήσκειν ὑπὲρ αὐτῶν καὶ νομισθεὶς κατὰ μηδὲν εἶναι χείρων τἀδελφοῦ στρατηγὸς ἀποδείκνυται τῶν Ἰουδαίων.

(2)[7] Ὁ δὲ Βακχίδης ἀκούσας καὶ φοβηθείς, μὴ παράσχῃ πράγματα τῷ βασιλεῖ καὶ τοῖς Μακεδόσιν ὁ Ἰωνάθης, ὡς καὶ πρότερον Ἰούδας, ἀποκτεῖναι δόλῳ τοῦτον ἐζήτει. [8] ταύτην δὲ ἔχων τὴν προαίρεσιν οὐκ ἔλαθεν τὸν Ἰωνάθην οὐδὲ τὸν ἀδελφὸν αὐτοῦ Σίμωνα, ἀλλὰ γὰρ μαθόντες οὗτοι καὶ παραλαβόντες τοὺς ἑταίρους ἅπαντας εἰς τὴν ἐρημίαν τὴν ἔγγιστα τῆς πόλεως τὸ τάχος ἔφυγον, καὶ παραγενόμενοι ἐπὶ τὸ ὕδωρ τὸ καλούμενον λάκκου Ἀσφὰρ αὐτόθι διῆγον. [9] ὁ δὲ Βακχίδης αἰσθόμενος αὐτοὺς ἀπηρκότας καὶ ἐν ἐκείνῳ τῷ τόπῳ τυγχάνοντας ὥρμησεν ἐπ' αὐτοὺς μετὰ πάσης τῆς δυνάμεως, καὶ πέραν τοῦ Ἰορδάνου στρατοπεδευσάμενος ἀνελάμβανε τὴν δύναμιν. [10] Ἰωνάθης δὲ γνοὺς τὸν Βακχίδην ἐπ' αὐτὸν ἥκοντα πέμπει τὸν ἀδελφὸν Ἰωάννην τὸν καὶ Γάδδειν λεγόμενον πρὸς τοὺς Ναβαταίους Ἄραβας, ἵνα παρ' αὐτοῖς ἀποθῆται τὴν ἀποσκευὴν ἕως οὗ πολεμήσουσι πρὸς Βακχίδην: ἦσαν γὰρ φίλοι. [11] τὸν δὲ Ἰωάννην ἀπιόντα πρὸς τοὺς Ναβαταίους ἐνεδρεύσαντες ἐκ Μηδάβας πόλεως οἱ Ἀμαραίου παῖδες αὐτόν τε συλλαμβάνουσι καὶ τοὺς σὺν αὐτῷ, καὶ διαρπάσαντες ὅσα ἐπεκομίζετο κτείνουσι τὸν Ἰωάννην καὶ τοὺς ἑταίρους αὐτοῦ πάντας. δίκην μέντοι γε τούτων ὑπέσχον τοῖς ἀδελφοῖς αὐτοῦ τὴν ἀξίαν, ἣν μετ' οὐ πολὺ δηλώσομεν.

(3)[12] Ὁ δὲ Βακχίδης γνοὺς τὸν Ἰωνάθην ἐν τοῖς ἕλεσι τοῦ Ἰορδάνου κατεστρατοπεδευμένον παραφυλάξας τὴν τῶν σαββάτων ἡμέραν ἐπ' αὐτὸν ἧκεν ὡς οὐ μαχούμενον ἐκείνῃ διὰ τὸν νόμον. [13] ὁ δὲ παρορμήσας τοὺς ἑταίρους καὶ περὶ τῶν ψυχῶν αὐτοῖς εἶναι τὸν κίνδυνον εἰπὼν μέσοις ἀπειλημμένοις τοῦ τε ποταμοῦ καὶ τῶν πολεμίων ὡς φυγὴν οὐκ ἔχουσιν, οἱ μὲν γὰρ ἔμπροσθεν ἐπῄεσαν ὁ ποταμὸς δ' ἦν κατόπιν αὐτῶν, εὐξάμενος δὲ καὶ τῷ θεῷ νίκην αὐτοῖς παρασχεῖν συνάπτει τοῖς πολεμίοις. [14] ὧν πολλοὺς καταβαλὼν ἐπεὶ τολμηρῶς εἶδεν ἐπερχόμενον αὐτῷ τὸν Βακχίδην, ἐξέτεινε τὴν δεξιὰν ὡς πλήξων αὐτόν. τοῦ δὲ προιδομένου καὶ τὴν πληγὴν ἐκκλίναντος ἀποπηδήσας μετὰ τῶν ἑταίρων εἰς τὸν ποταμὸν διενήξατο, καὶ τοῦτον διασώζονται τὸν τρόπον εἰς τὸ πέραν τοῦ Ἰορδάνου, τῶν πολεμίων οὐκέτι τὸν ποταμὸν ἀντιδιαβάντων ὑποστρέψαντος εὐθὺς τοῦ Βακχίδου εἰς τὴν ἐν Ἱεροσολύμοις ἄκραν. [15] ἀπέβαλεν δὲ τῆς στρατιᾶς ὡς περὶ δισχιλίους. πολλὰς δὲ τῆς Ἰουδαίας καταλαβόμενος πόλεις ὁ Βακχίδης ὠχύρωσεν, καὶ τὴν Ἱεριχοῦντα καὶ Ἀμμαοῦν καὶ Βαιθωροῦν καὶ Βέθηλα καὶ Θαμναθὰ καὶ Φαραθὼ καὶ Τοχόαν καὶ Γάζαρα, [16] καὶ πύργους ἐν ἑκάστῃ τῶν πόλεων οἰκοδομήσας καὶ τείχη περιβαλὼν αὐταῖς καρτερὰ καὶ τῷ μεγέθει διαφέροντα δύναμιν εἰς αὐτὰς κατέστησεν, ὅπως κακοῦν ἐκεῖθεν ὁρμώμενοι τοὺς Ἰουδαίους ἔχωσιν. [17] μάλιστα δὲ τὴν ἐν Ἱεροσολύμοις ἄκραν ὠχύρωσεν. λαβὼν δὲ καὶ τοὺς τῶν πρώτων τῆς Ἰουδαίας παῖδας ὁμήρους εἰς τὴν ἄκραν αὐτοὺς ἐνέκλεισεν καὶ τοῦτον ἐφύλαττεν τὸν τρόπον.

(4)[18] Ὑπὸ τὸν αὐτὸν δὲ καιρὸν παραγενόμενός τις πρὸς Ἰωνάθην καὶ τὸν ἀδελφὸν αὐτοῦ Σίμωνα τοὺς Ἀμαραίου παῖδας ἀπήγγειλεν αὐτοῖς γάμον ἐπιτελοῦντας καὶ τὴν νύμφην ἄγοντας ἀπὸ Ναβαθὰ πόλεως θυγατέρα τινὸς οὖσαν τῶν ἐπιφανῶν παρὰ τοῖς Ἄραψιν, μέλλειν δὲ γίνεσθαι παραπομπὴν τῆς κόρης λαμπρὰν καὶ πολυτελῆ. [19] οἱ δὲ περὶ τὸν Ἰωνάθην καὶ Σίμωνα καιρὸν ἐπιτηδειότατον εἰς τὴν ἐκδικίαν τἀδελφοῦ νομίσαντες αὐτοῖς παραφανῆναι, καὶ λήψεσθαι τὴν ὑπὲρ Ἰωάννου δίκην παρ' αὐτῶν ἐπὶ πολλῆς ἐξουσίας ὑπολαβόντες ἐξώρμησαν εἰς τὰ Μήδαβα καὶ τοὺς ἐχθροὺς ἐν τῷ ὄρει λοχῶντες ἔμενον. [20] ὡς δ' εἶδον αὐτοὺς ἄγοντας τὴν παρθένον καὶ τὸν νυμφίον καὶ φίλων σὺν αὐτοῖς οἷον εἰκὸς ἐν γάμοις ὄχλον, ἀναπηδήσαντες ἐκ τῆς ἐνέδρας ἀπέκτειναν ἅπαντας καὶ τὸν κόσμον καὶ τὴν ἄλλην ὅση τότε εἵπετο λεία τοῖς ἀνθρώποις λαβόντες ὑπέστρεψαν. [21] καὶ τιμωρίαν μὲν ὑπὲρ Ἰωάννου τἀδελφοῦ παρὰ τῶν υἱῶν Ἀμαραίου τοιαύτην ἀπέλαβον: αὐτοί τε γὰρ οὗτοι καὶ οἱ συνεπόμενοι τούτοις φίλοι καὶ γυναῖκες αὐτῶν καὶ τέκνα διεφθάρησαν ὄντες τετρακόσιοι.

(5)[22] Σίμων μὲν οὖν καὶ Ἰωνάθης εἰς τὰ ἕλη τοῦ ποταμοῦ ὑποστρέψαντες αὐτόθι κατέμενον. Βακχίδης δὲ τὴν Ἰουδαίαν ἅπασαν φρουραῖς ἀσφαλισάμενος ὑπέστρεψεν πρὸς τὸν βασιλέα. καὶ τότε μὲν ἐπ' ἔτη δύο τὰ τῶν Ἰουδαίων ἠρέμησεν πράγματα. [23] οἱ δὲ φυγάδες καὶ οἱ ἀσεβεῖς ὁρῶντες τὸν Ἰωνάθην καὶ τοὺς σὺν αὐτῷ μετὰ πολλῆς ἀδείας ἐνδιατρίβοντας τῇ χώρᾳ διὰ τὴν εἰρήνην πέμπουσιν πρὸς Δημήτριον τὸν βασιλέα, παρακαλοῦντες ἀποστεῖλαι Βακχίδην ἐπὶ τὴν Ἰωνάθου σύλληψιν: ἐδήλουν γὰρ αὐτὴν ἀπόνως ἐσομένην, καὶ νυκτὶ μιᾷ μὴ προσδοκῶσιν αὐτοῖς ἐπιπεσόντες ἀποκτενεῖν ἅπαντας. [24] τοῦ δὲ βασιλέως ἐκπέμψαντος τὸν Βακχίδην, γενόμενος οὗτος ἐν τῇ Ἰουδαίᾳ πᾶσιν ἔγραψεν τοῖς φίλοις καὶ Ἰουδαίοις καὶ συμμάχοις συλλαβεῖν αὐτῷ τὸν Ἰωνάθην. [25] σπουδαζόντων δὲ πάντων καὶ μὴ δυναμένων κρατῆσαι τοῦ Ἰωνάθου, ἐφυλάσσετο γὰρ σφόδρα τὴν ἐπιβουλὴν ᾐσθημένος, ὁ Βακχίδης ὀργισθεὶς τοῖς φυγάσιν ὡς ψευσαμένοις αὐτόν τε καὶ τὸν βασιλέα πεντήκοντα αὐτῶν τοὺς ἡγουμένους συλλαβὼν ἀπέκτεινεν. [26] ὁ δὲ Ἰωνάθης σὺν τἀδελφῷ καὶ τοῖς ἑταίροις εἰς Βηθαλαγὰν ἀναχωρεῖ κώμην οὖσαν ἐν τῇ ἐρήμῳ φοβηθεὶς τὸν Βακχίδην, καὶ οἰκοδομήσας πύργους καὶ τείχη περιβαλόμενος αὑτὸν ἔσχεν ἀσφαλῶς πεφρουρημένον. [27] Βακχίδης δὲ ταῦτ' ἀκούσας τήν τε μεθ' ἑαυτοῦ στρατιὰν ἄγων καὶ τῶν Ἰουδαίων τοὺς συμμάχους παραλαβὼν ἐπὶ τὸν Ἰωνάθην ἧκεν, καὶ προσβαλὼν αὐτοῦ τοῖς ὀχυρώμασιν ἐπὶ πολλὰς αὐτὸν ἡμέρας ἐπολιόρκει. [28] ὁ δὲ πρὸς τὴν σπουδὴν τῆς πολιορκίας οὐκ ἐνδίδωσιν, ἀλλὰ καρτερῶς ἀντιστὰς Σίμωνα μὲν τὸν ἀδελφὸν ἐν τῇ πόλει καταλείπει τῷ Βακχίδῃ πολεμήσοντα, λάθρα δ' αὐτὸς εἰς τὴν χώραν ἐξελθὼν καὶ συναγαγὼν χεῖρα πολλὴν παρὰ τῶν τὰ αὐτοῦ φρονούντων νυκτὸς ἐπιπίπτει τῷ τοῦ Βακχίδου στρατοπέδῳ καὶ συχνοὺς αὐτῶν διαφθείρας φανερὸς καὶ τἀδελφῷ Σίμωνι γίνεται τοῖς ἐχθροῖς ἐπιπεσών. [29] καὶ γὰρ οὗτος αἰσθόμενος ὑπ' αὐτοῦ κτεινομένους τοὺς πολεμίους ἐπέξεισιν αὐτοῖς, καὶ τά τε μηχανήματα τὰ πρὸς τὴν πολιορκίαν ἐνέπρησε τῶν Μακεδόνων καὶ φόνον αὐτῶν ἱκανὸν εἰργάσατο. [30] θεασάμενος δ' αὑτὸν ὁ Βακχίδης ὑπὸ τῶν ἐχθρῶν ἀπειλημμένον καὶ τοὺς μὲν ἔμπροσθεν αὐτῶν τοὺς δ' ὄπισθεν προσκειμένους, εἰς ἀθυμίαν ἅμα καὶ ταραχὴν τῆς διανοίας ἐνέπεσεν τῷ παρ' ἐλπίδας ἀποβάντι τῆς πολιορκίας συγχυθείς. [31] τὸν μέντοι γε ὑπὲρ τούτων θυμὸν εἰς τοὺς φυγάδας, οἳ μετεπέμψαντο παρὰ τοῦ βασιλέως αὐτόν, ἀπέσκηψεν ὡς ἐξηπατηκότας, ἐβούλετο δὲ τελευτήσας τὴν πολιορκίαν, εἰ δυνατόν, εὐπρεπῶς εἰς τὴν οἰκείαν ὑποστρέψαι.

(6)[32] Μαθὼν δ' αὐτοῦ τὴν διάνοιαν Ἰωνάθης πρεσβεύεται πρὸς αὐτὸν περὶ φιλίας καὶ συμμαχίας, ὅπως ἀποδῶσιν ἀλλήλοις οὓς εἰλήφασιν αἰχμαλώτους ἑκάτεροι. [33] νομίσας δὲ ταύτην εὐπρεπεστάτην ὁ Βακχίδης τὴν ἀναχώρησιν σπένδεται πρὸς τὸν Ἰωνάθην φιλίαν, καὶ ὤμοσαν μὴ στρατεύσειν ἔτι κατ' ἀλλήλων, καὶ τούς τε αἰχμαλώτους ἀποδοὺς καὶ τοὺς οἰκείους κομισάμενος ὑπέστρεψεν εἰς Ἀντιόχειαν πρὸς τὸν βασιλέα καὶ μετὰ ταύτην τὴν ἀναχώρησιν οὐκέτι εἰς τὴν Ἰουδαίαν ἐνέβαλεν. [34] ὁ δὲ Ἰωνάθης ταύτης τῆς ἀδείας λαβόμενος καὶ ποιούμενος ἐν Μαχμᾶ πόλει τὴν δίαιταν αὐτόθι τοῖς ὄχλοις διεῖπε τὰ πράγματα καὶ τοὺς πονηροὺς καὶ ἀσεβεῖς κολάζων ἐκάθηρεν οὕτως ἀπὸ τούτων τὸ ἔθνος.

 

II

(1)[35] Ἔτει δ' ἑξηκοστῷ καὶ ἑκατοστῷ τὸν Ἀντιόχου τοῦ Ἐπιφανοῦς υἱὸν Ἀλέξανδρον ἀναβάντα εἰς Συρίαν συνέβη καταλαβέσθαι Πτολεμαίδα ἐκ προδοσίας τῶν ἔνδον στρατιωτῶν: ἀπεχθῶς γὰρ εἶχον πρὸς τὸν Δημήτριον διὰ τὴν ὑπερηφανίαν αὐτοῦ καὶ τὸ δυσέντευκτον. [36] ἀποκλείσας γὰρ αὑτὸν εἰς τετραπύργιόν τι βασίλειον, ὃ κατεσκεύασεν αὐτὸς οὐκ ἄπωθεν τῆς Ἀντιοχείας, οὐδένα προσίετο, ἀλλὰ περὶ τὰ πράγματα ῥάθυμος ἦν καὶ ὀλίγωρος, ὅθεν αὐτῷ καὶ μᾶλλον τὸ παρὰ τῶν ὑποτεταγμένων μῖσος ἐξήφθη, καθὼς ἤδη καὶ ἐν ἄλλοις δεδηλώκαμεν. [37] γενόμενον οὖν ἐν Πτολεμαίδι τὸν Ἀλέξανδρον ἀκούσας ὁ Δημήτριος ἦγεν ἅπασαν ἀναλαβὼν ἐπ' αὐτὸν τὴν δύναμιν. ἔπεμψεν δὲ καὶ πρὸς Ἰωνάθην πρέσβεις περὶ συμμαχίας καὶ εὐνοίας: φθάσαι γὰρ τὸν Ἀλέξανδρον διέγνω, μὴ προδιαλεχθεὶς ἐκεῖνος αὐτῷ σχῇ τὴν παρ' αὐτοῦ βοήθειαν. [38] τοῦτο δ' ἐποίει φοβηθείς, μὴ μνησικακήσας ὁ Ἰωνάθης αὐτῷ τῆς ἔχθρας συνεπιθῆται. προσέταξεν οὖν αὐτῷ συναθροίζειν δύναμιν καὶ κατασκευάζειν ὅπλα καὶ τοὺς ὁμήρους, οὓς τῶν Ἰουδαίων ἐνέκλεισε Βακχίδης ἐν τῇ ἄκρᾳ τῶν Ἱεροσολύμων, ἀπολαβεῖν. [39] τοιούτων οὖν αὐτῷ τῶν παρὰ Δημητρίου προσπεσόντων ὁ Ἰωνάθης παραγενόμενος εἰς τὰ Ἱεροσόλυμα τὴν ἐπιστολὴν ἀνέγνω τοῦ βασιλέως ἀκουόντων τοῦ τε λαοῦ καὶ τῶν φρουρούντων τὴν ἀκρόπολιν. [40] ἀναγνωσθέντων δὲ τούτων οἱ ἀσεβεῖς καὶ φυγάδες οἱ ἐκ τῆς ἀκροπόλεως λίαν ἔδεισαν ἐπιτετροφότος Ἰωνάθῃ τοῦ βασιλέως στρατιὰν συλλέγειν καὶ τοὺς ὁμήρους ἀπολαβεῖν. ὁ δὲ τοῖς γονεῦσιν ἑκάστῳ τὸν ἴδιον ἀπέδωκεν. [41] καὶ οὕτως μὲν Ἰωνάθης ἐν Ἱεροσολύμοις τὴν μονὴν ἐποιεῖτο καινίζων τὰ κατὰ τὴν πόλιν καὶ πρὸς τὴν αὐτοῦ βούλησιν κατασκευάζων ἕκαστον. ἐκέλευσε γὰρ οἰκοδομηθῆναι καὶ τὰ τείχη τῆς πόλεως ἐκ λίθων τετραγώνων, ὡς ἂν ᾖ καὶ πρὸς τοὺς πολέμους ἀσφαλέστερα. [42] ταῦτα δ' ὁρῶντες οἱ τῶν φρουρίων τῶν ἐν τῇ Ἰουδαίᾳ φύλακες ἐκλιπόντες αὐτὰ πάντες ἔφυγον εἰς Ἀντιόχειαν πάρεξ τῶν ἐν Βαιθσούρᾳ πόλει καὶ τῶν ἐν τῇ ἄκρᾳ τῶν Ἱεροσολύμων: οὗτοι γὰρ ἡ πλείων μοῖρα τῶν ἀσεβῶν καὶ πεφευγότων Ἰουδαίων ἦσαν καὶ διὰ τοῦτο τὰς φρουρὰς οὐκ ἐγκατέλιπον.

(2)[43] Γνοὺς δὲ ὁ Ἀλέξανδρος τάς τε ὑποσχέσεις, ἃς ἐποιήσατο Δημήτριος πρὸς Ἰωνάθην, καὶ τὴν ἀνδρείαν αὐτοῦ καὶ ὁπόσα διέθηκεν πολεμῶν τοὺς Μακεδόνας καὶ πάλιν οἷα πεπονθὼς αὐτὸς εἴη ὑπὸ Δημητρίου καὶ Βακχίδου τοῦ Δημητρίου στρατηγοῦ, σύμμαχον οὐκ ἂν εὑρεῖν Ἰωνάθου ἀμείνω πρὸς τοὺς φίλους ἔλεγεν ἐν τῷ παρόντι καιρῷ, ὃς καὶ πρὸς τοὺς πολέμους ἐστὶν ἀνδρεῖος, καὶ μῖσος οἰκεῖον ἔχει πρὸς Δημήτριον πολλὰ πεπονθὼς ὑπ' αὐτοῦ κακὰ καὶ πεποιηκώς. [44] εἰ τοιγαροῦν δοκεῖ φίλον ποιεῖσθαι αὐτὸν κατὰ Δημητρίου, νῦν ἐστιν οὐκ ἄλλοτε χρησιμώτερον παρακαλεῖν αὐτὸν ἐπὶ τὴν συμμαχίαν.” δόξαν οὖν αὐτῷ καὶ τοῖς φίλοις πέμπειν πρὸς τὸν Ἰωνάθην γράφει τοιαύτην ἐπιστολήν: [45] “βασιλεὺς Ἀλέξανδρος Ἰωνάθῃ τῷ ἀδελφῷ χαίρειν. τὴν μὲν ἀνδρείαν σου καὶ πίστιν ἀκηκόαμεν πάλαι καὶ διὰ τοῦτο πεπόμφαμεν πρὸς σὲ περὶ φιλίας καὶ συμμαχίας. χειροτονοῦμεν δέ σε σήμερον ἀρχιερέα τῶν Ἰουδαίων καὶ φίλον ἐμὸν καλεῖσθαι. ἀπέσταλκά σοι καὶ δωρεὰς στολὴν πορφυρᾶν καὶ στέφανον χρύσεον καὶ παρακαλῶ τιμηθέντα ὑφ' ἡμῶν ὅμοιον γίνεσθαι περὶ ἡμᾶς.”

(3)[46] Δεξάμενος δὲ ὁ Ἰωνάθης τὴν ἐπιστολὴν ἐνδύεται μὲν τὴν ἱερατικὴν στολὴν τῆς σκηνοπηγίας ἐνστάσης μετὰ ἔτη τέσσαρα ἢ τὸν ἀδελφὸν αὐτοῦ Ἰούδαν ἀποθανεῖν: καὶ γὰρ οὐδὲ κατὰ τοῦτον τὸν χρόνον ἀρχιερεύς τις ἐγεγόνει: συνάγει δὲ δύναμιν πολλὴν καὶ πλῆθος ὅπλων ἐχάλκευεν. [47] Δημήτριον δὲ σφόδρα ταῦτ' ἐλύπησεν μαθόντα καὶ τῆς βραδυτῆτος ἑαυτὸν ἐποίησεν αἰτιᾶσθαι, ὅτι μὴ προλαβὼν Ἀλέξανδρον αὐτὸς ἐφιλανθρωπεύσατο τὸν Ἰωνάθην, ἀλλ' ἐκείνῳ καταλίποι καιρὸν εἰς τοῦτο. γράφει τοίνυν καὶ αὐτὸς ἐπιστολὴν τῷ Ἰωνάθῃ καὶ τῷ δήμῳ δηλοῦσαν τάδε: [48] “βασιλεὺς Δημήτριος Ἰωνάθῃ καὶ τῷ ἔθνει τῶν Ἰουδαίων χαίρειν. ἐπειδὴ διετηρήσατε τὴν πρὸς ἡμᾶς φιλίαν καὶ πειράσασιν ὑμᾶς τοῖς ἐμοῖς ἐχθροῖς οὐ προσέθεσθε, καὶ ταύτην μὲν ὑμῶν ἐπαινῶ τὴν πίστιν καὶ παρακαλῶ δὲ τοῖς αὐτοῖς ἐμμένειν ἀποληψομένους ἀμοιβὰς παρ' ἡμῶν καὶ χάριτας. [49] τοὺς γὰρ πλείστους ὑμῶν ἀνήσω τῶν φόρων καὶ τῶν συντάξεων, ἃς ἐτελεῖτε τοῖς πρὸ ἐμοῦ βασιλεῦσιν καὶ ἐμοί, νῦν τε ὑμῖν ἀφίημι τοὺς φόρους, οὓς ἀεὶ παρέχετε. πρὸς τούτοις καὶ τὴν τιμὴν ὑμῖν χαρίζομαι τῶν ἁλῶν καὶ τῶν στεφάνων, οὓς προσεφέρετε ἡμῖν, καὶ ἀντὶ τῶν τρίτων τοῦ καρποῦ καὶ τοῦ ἡμίσους τοῦ ξυλίνου καρποῦ τὸ γινόμενον ἐμοὶ μέρος ὑμῖν ἀφίημι ἀπὸ τῆς σήμερον ἡμέρας. [50] καὶ ὑπὲρ κεφαλῆς ἑκάστης ὃ ἔδει μοι δίδοσθαι τῶν ἐν τῇ Ἰουδαίᾳ κατοικούντων καὶ τῶν τριῶν τοπαρχιῶν τῶν τῇ Ἰουδαίᾳ προσκειμένων Σαμαρείας καὶ Γαλιλαίας καὶ Περαίας, τούτους παραχωρῶ ὑμῖν ἀπὸ τοῦ νῦν εἰς τὸν ἅπαντα χρόνον. [51] καὶ τὴν Ἱεροσολυμιτῶν πόλιν ἱερὰν καὶ ἄσυλον εἶναι βούλομαι καὶ ἐλευθέραν ἕως τῶν ὅρων αὐτῆς ἀπὸ τῆς δεκάτης καὶ τῶν τελῶν. τὴν δὲ ἄκραν ἐπιτρέπω τῷ ἀρχιερεῖ ὑμῶν Ἰωνάθῃ, οὓς δ' ἂν αὐτὸς δοκιμάσῃ πιστοὺς καὶ φίλους τούτους ἐν αὐτῇ φρουροὺς καταστῆσαι, ἵνα φυλάσσωσιν ἡμῖν αὐτήν. [52] καὶ Ἰουδαίων δὲ τοὺς αἰχμαλωτισθέντας καὶ δουλεύοντας ἐν τῇ ἡμετέρᾳ ἀφίημι ἐλευθέρους. κελεύω δὲ μηδὲ ἀγγαρεύεσθαι τὰ Ἰουδαίων ὑποζύγια: τὰ δὲ σάββατα καὶ ἑορτὴν ἅπασαν καὶ τρεῖς καὶ πρὸ τῆς ἑορτῆς ἡμέρας ἔστωσαν ἀτελεῖς. [53] τὸν αὐτὸν τρόπον καὶ τοὺς ἐν τῇ ἐμῇ κατοικοῦντας Ἰουδαίους ἐλευθέρους καὶ ἀνεπηρεάστους ἀφίημι, καὶ τοῖς στρατεύεσθαι μετ' ἐμοῦ βουλομένοις ἐπιτρέπω καὶ μέχρις τρισμυρίων ἐξέστω τοῦτο: τῶν δ' αὐτῶν, ὅποι ἂν ἀπίωσι, τεύξονται ὧν καὶ τὸ ἐμὸν στράτευμα μεταλαμβάνει. καταστήσω δ' αὐτῶν οὓς μὲν εἰς τὰ φρούρια, τινὰς δὲ περὶ τὴν φυλακὴν τοὐμοῦ σώματος, καὶ ἡγεμόνας δὲ ποιήσω τῶν περὶ τὴν ἐμὴν αὐλήν. [54] ἐπιτρέπω δὲ καὶ τοῖς πατρῴοις χρῆσθαι νόμοις καὶ τούτους φυλάττειν, καὶ τοῖς τρισὶν τοῖς προσκειμένοις τῇ Ἰουδαίᾳ νομοῖς ὑποτάσσεσθαι βούλομαι, καὶ τῷ ἀρχιερεῖ δὲ ἐπιμελὲς εἶναι, ἵνα μηδὲ εἷς Ἰουδαῖος ἄλλο ἔχῃ ἱερὸν προσκυνεῖν ἢ μόνον τὸ ἐν Ἱεροσολύμοις. [55] δίδωμι δ' ἐκ τῶν ἐμῶν καὶ εἰς τὴν δαπάνην τῶν θυσιῶν κατ' ἔτος μυριάδας πεντεκαίδεκα, τὰ δὲ περισσεύοντα τῶν χρημάτων ὑμέτερα εἶναι βούλομαι: τὰς δὲ μυρίας δραχμάς, ἃς ἐλάμβανον ἐκ τοῦ ἱεροῦ οἱ βασιλεῖς, ὑμῖν ἀφίημι διὰ τὸ προσήκειν αὐτὰς τοῖς ἱερεῦσιν τοῖς λειτουργοῦσιν τῷ ἱερῷ. [56] καὶ ὅσοι δ' ἂν φύγωσιν εἰς τὸ ἱερὸν τὸ ἐν Ἱεροσολύμοις καὶ εἰς τὰ ἀπ' αὐτοῦ χρηματίζοντα ἢ βασιλικὰ ὀφείλοντες χρήματα ἢ δι' ἄλλην αἰτίαν, ἀπολελύσθωσαν οὗτοι καὶ τὰ ὑπάρχοντα αὐτοῖς σῶα ἔστω. [57] ἐπιτρέπω δὲ καὶ ἀνακαινίζειν τὸ ἱερὸν καὶ οἰκοδομεῖν τῆς εἰς ταῦτα δαπάνης ἐκ τῶν ἐμῶν γινομένης, καὶ τὰ τείχη δὲ συγχωρῶ τὰ τῆς πόλεως οἰκοδομεῖσθαι καὶ πύργους ὑψηλοὺς ἐγείρειν καὶ ταῦτα ἐκ τῶν ἐμῶν ἀνιστᾶν πάντα. εἰ δέ τι καὶ φρούριόν ἐστιν, ὃ συμφέρει τῇ χώρᾳ τῇ Ἰουδαίων ὀχυρὸν εἶναι, καὶ τοῦτ' ἐκ τῶν ἐμῶν κατασκευασθήτω.”

(4)[58] Ταῦτα μὲν ὑπισχνούμενος καὶ χαριζόμενος ἔγραψεν τοῖς Ἰουδαίοις Δημήτριος. Ἀλέξανδρος δὲ ὁ βασιλεὺς δύναμιν μεγάλην συναγαγὼν μισθοφόρων καὶ τῶν προσθεμένων ἐκ τῆς Συρίας αὐτῷ στρατιωτῶν ἐπὶ τὸν Δημήτριον ἐστράτευσεν. [59] καὶ μάχης γενομένης τὸ μὲν εὐώνυμον κέρας τοῦ Δημητρίου τρέπεται τοὺς ἐναντίους εἰς φυγὴν καὶ ἐδίωξεν ἄχρι πολλοῦ κτείνει τε συχνοὺς αὐτῶν καὶ διαρπάζει τὸ στρατόπεδον, τὸ δὲ δεξιόν, οὗ συνέβαινεν εἶναι τὸν Δημήτριον, ἡττᾶται. [60] καὶ οἱ μὲν ἄλλοι πάντες ἔφυγον, Δημήτριος δὲ γενναίως μαχόμενος οὐκ ὀλίγους μὲν ἀναιρεῖ τῶν πολεμίων, διώκων δὲ τοὺς ἄλλους ἐλαύνει τὸν ἵππον εἰς τέλμα βαθὺ καὶ δυσεκπόρευτον, ἔνθα συνέβη πεσόντος αὐτῷ τοῦ ἵππου μὴ δυνάμενον διαφυγεῖν ἀναιρεθῆναι. [61] τὸ γὰρ συμβεβηκὸς περὶ αὐτὸν ἰδόντες οἱ πολέμιοι ἀνέστρεψαν καὶ κυκλωσάμενοι τὸν Δημήτριον πάντες ἐπ' αὐτὸν ἠκόντιζον. ὁ δὲ πεζὸς ὢν γενναίως ἀπεμάχετο, καὶ τελευταῖον τραύματα λαβὼν πολλὰ καὶ μηκέτ' ἀντέχειν δυνάμενος κατέπεσεν. καὶ τέλος μὲν τοιοῦτον τὸν Δημήτριον κατέλαβεν ἔτη βασιλεύσαντα ἕνδεκα, ὡς καὶ ἐν ἄλλοις δεδηλώκαμεν.

 

III

(1)[62] Ὁ δὲ Ὀνίου τοῦ ἀρχιερέως υἱὸς ὁμώνυμος δὲ ὢν τῷ πατρί, ὃς ἐν Ἀλεξανδρείᾳ φυγὼν πρὸς τὸν βασιλέα Πτολεμαῖον τὸν ἐπικαλούμενον Φιλομήτορα διῆγεν, ὡς καὶ πρότερον εἰρήκαμεν, ἰδὼν τὴν Ἰουδαίαν κακουμένην ὑπὸ τῶν Μακεδόνων καὶ τῶν βασιλέων αὐτῶν, [63] βουλόμενος αὑτῷ δόξαν καὶ μνήμην αἰώνιον κατασκευάσαι, διέγνω πέμψας πρὸς Πτολεμαῖον τὸν βασιλέα καὶ τὴν βασίλισσαν Κλεοπάτραν αἰτήσασθαι παρ' αὐτῶν ἐξουσίαν, ὅπως οἰκοδομήσειεν ναὸν ἐν Αἰγύπτῳ παραπλήσιον τῷ ἐν Ἱεροσολύμοις καὶ Λευίτας καὶ ἱερεῖς ἐκ τοῦ ἰδίου γένους καταστήσῃ. [64] τοῦτο δ' ἐβούλετο θαρρῶν μάλιστα τῷ προφήτῃ Ἡσαίᾳ, ὃς ἔμπροσθεν ἔτεσιν ἑξακοσίοις πλέον γεγονὼς προεῖπεν, ὡς δεῖ πάντως ἐν Αἰγύπτῳ οἰκοδομηθῆναι ναὸν τῷ μεγίστῳ θεῷ ὑπ' ἀνδρὸς Ἰουδαίου. διὰ ταῦτα οὖν ἐπηρμένος Ὀνίας γράφει Πτολεμαίῳ καὶ Κλεοπάτρᾳ τοιαύτην ἐπιστολήν: [65] “πολλὰς καὶ μεγάλας ὑμῖν χρείας τετελεκὼς ἐν τοῖς κατὰ πόλεμον ἔργοις μετὰ τῆς τοῦ θεοῦ βοηθείας, καὶ γενόμενος ἔν τε τῇ κοίλῃ Συρίᾳ καὶ Φοινίκῃ, καὶ εἰς Λεόντων δὲ πόλιν τοῦ Ἡλιοπολίτου σὺν τοῖς Ἰουδαίοις καὶ εἰς ἄλλους τόπους ἀφικόμενος τοῦ ἔθνους, [66] καὶ πλείστους εὑρὼν παρὰ τὸ καθῆκον ἔχοντας ἱερὰ καὶ διὰ τοῦτο δύσνους ἀλλήλοις, ὃ καὶ Αἰγυπτίοις συμβέβηκεν διὰ τὸ πλῆθος τῶν ἱερῶν καὶ τὸ περὶ τὰς θρησκείας οὐχ ὁμόδοξον, ἐπιτηδειότατον εὑρὼν τόπον ἐν τῷ προσαγορευομένῳ τῆς ἀγρίας Βουβάστεως ὀχυρώματι βρύοντα ποικίλης ὕλης καὶ τῶν ἱερῶν ζῴων μεστόν, [67] δέομαι συγχωρῆσαί μοι τὸ ἀδέσποτον ἀνακαθάραντι ἱερὸν καὶ συμπεπτωκὸς οἰκοδομῆσαι ναὸν τῷ μεγίστῳ θεῷ καθ' ὁμοίωσιν τοῦ ἐν Ἱεροσολύμοις αὐτοῖς μέτροις ὑπὲρ σοῦ καὶ τῆς σῆς γυναικὸς καὶ τῶν τέκνων, ἵν' ἔχωσιν οἱ τὴν Αἴγυπτον κατοικοῦντες Ἰουδαῖοι εἰς αὐτὸ συνιόντες κατὰ τὴν πρὸς ἀλλήλους ὁμόνοιαν ταῖς σαῖς ἐξυπηρετεῖν χρείαις: [68] καὶ γὰρ Ἡσαίας ὁ προφήτης τοῦτο προεῖπεν: ἔσται θυσιαστήριον ἐν Αἰγύπτῳ κυρίῳ τῷ θεῷ: καὶ πολλὰ δὲ προεφήτευσεν ἄλλα τοιαῦτα διὰ τὸν τόπον.”

(2)[69] Καὶ ταῦτα μὲν ὁ Ὀνίας τῷ βασιλεῖ Πτολεμαίῳ γράφει. κατανοήσειε δ' ἄν τις αὐτοῦ τὴν εὐσέβειαν καὶ Κλεοπάτρας τῆς ἀδελφῆς αὐτοῦ καὶ γυναικὸς ἐξ ἧς ἀντέγραψαν ἐπιστολῆς: τὴν γὰρ ἁμαρτίαν καὶ τὴν τοῦ νόμου παράβασιν εἰς τὴν Ὀνίου κεφαλὴν ἀνέθεσαν: [70] ἀντέγραψαν γὰρ οὕτως: “βασιλεὺς Πτολεμαῖος καὶ βασίλισσα Κλεοπάτρα Ὀνίᾳ χαίρειν. ἀνέγνωμέν σου τὴν ἐπιστολὴν ἀξιοῦντος ἐπιτραπῆναί σοι τὸ ἐν Λεόντων πόλει τοῦ Ἡλιοπολίτου ἱερὸν συμπεπτωκὸς ἀνακαθᾶραι, προσαγορευόμενον δὲ τῆς ἀγρίας Βουβάστεως. διὸ καὶ θαυμάζομεν, εἰ ἔσται τῷ θεῷ κεχαρισμένον τὸ καθιδρυσόμενον ἱερὸν ἐν ἀσελγεῖ τόπῳ καὶ πλήρει ζῴων ἱερῶν. [71] ἐπεὶ δὲ σὺ φῂς Ἡσαίαν τὸν προφήτην ἐκ πολλοῦ χρόνου τοῦτο προειρηκέναι, συγχωροῦμέν σοι, εἰ μέλλει τοῦτ' ἔσεσθαι κατὰ τὸν νόμον: ὥστε μηδὲν ἡμᾶς δοκεῖν εἰς τὸν θεὸν ἐξημαρτηκέναι.”

(3)[72] Λαβὼν οὖν τὸν τόπον ὁ Ὀνίας κατεσκεύασεν ἱερὸν καὶ βωμὸν τῷ θεῷ ὅμοιον τῷ ἐν Ἱεροσολύμοις, μικρότερον δὲ καὶ πενιχρότερον. τὰ δὲ μέτρα αὐτοῦ καὶ τὰ σκεύη νῦν οὐκ ἔδοξέ μοι δηλοῦν: ἐν γὰρ τῇ ἑβδόμῃ μου βίβλῳ τῶν Ἰουδαικῶν ἀναγέγραπται. [73] εὗρεν δὲ Ὀνίας καὶ Ἰουδαίους τινὰς ὁμοίους αὐτῷ ἱερεῖς καὶ Λευίτας τοὺς ἐκεῖ θρησκεύσοντας. ἀλλὰ περὶ μὲν τοῦ ἱεροῦ τούτου ἀρκούντως ἡμῖν δεδήλωται.

(4)[74] Τοὺς δ' ἐν Ἀλεξανδρείᾳ Ἰουδαίους καὶ Σαμαρεῖς, οἳ τὸ ἐν Γαριζεὶν προσεκύνουν ἱερόν, κατὰ τοὺς Ἀλεξάνδρου χρόνους συνέβη στασιάσαι πρὸς ἀλλήλους, καὶ περὶ τῶν ἱερῶν ἐπ' αὐτοῦ Πτολεμαίου διεκρίνοντο, τῶν μὲν Ἰουδαίων λεγόντων κατὰ τοὺς Μωυσέος νόμους ᾠκοδομῆσθαι τὸ ἐν Ἱεροσολύμοις, τῶν δὲ Σαμαρέων τὸ ἐν Γαριζείν. [75] παρεκάλεσάν τε σὺν τοῖς φίλοις καθίσαντα τὸν βασιλέα τοὺς περὶ τούτων ἀκοῦσαι λόγους καὶ τοὺς ἡττηθέντας θανάτῳ ζημιῶσαι. τὸν μὲν οὖν ὑπὲρ τῶν Σαμαρέων λόγον Σαββαῖος ἐποιήσατο καὶ Θεοδόσιος, τοὺς δ' ὑπὲρ τῶν Ἱεροσολυμιτῶν καὶ Ἰουδαίων Ἀνδρόνικος ὁ Μεσαλάμου. [76] ὤμοσαν δὲ τὸν θεὸν καὶ τὸν βασιλέα ἦ μὴν ποιήσεσθαι τὰς ἀποδείξεις κατὰ τὸν νόμον, παρεκάλεσάν τε τὸν Πτολεμαῖον, ὅπως ὃν ἂν λάβῃ παραβαίνοντα τοὺς ὅρκους ἀποκτείνῃ. ὁ μὲν οὖν βασιλεὺς πολλοὺς τῶν φίλων εἰς συμβουλίαν παραλαβὼν ἐκάθισεν ἀκουσόμενος τῶν λεγόντων. [77] οἱ δ' ἐν τῇ Ἀλεξανδρείᾳ τυγχάνοντες Ἰουδαῖοι σφόδρα ἠγωνίων περὶ τῶν ἀνδρῶν, οἷς ἀγανακτεῖν περὶ τοῦ ἐν τοῖς Ἱεροσολύμοις συνέβαινεν ἱεροῦ: χαλεπῶς γὰρ ἔφερον, εἰ τοῦτό τινες καταλύσουσιν οὕτως ἀρχαῖον καὶ διασημότατον τῶν κατὰ τὴν οἰκουμένην ὑπάρχον. [78] τοῦ δὲ Σαββαίου καὶ Θεοδοσίου συγχωρησάντων τῷ Ἀνδρονίκῳ πρώτῳ ποιήσασθαι τοὺς λόγους, ἤρξατο τῶν ἀποδείξεων ἐκ τοῦ νόμου καὶ τῶν διαδοχῶν τῶν ἀρχιερέων, ὡς ἕκαστος παρὰ πατρὸς τὴν τιμὴν ἐκδεξάμενος ἦρξε τοῦ ναοῦ, καὶ ὅτι πάντες οἱ τῆς Ἀσίας βασιλεῖς τὸ ἱερὸν ἐτίμησαν ἀναθήμασιν καὶ λαμπροτάταις δωρεαῖς, τοῦ δ' ἐν Γαριζεὶν ὡς οὐδὲ ὄντος οὐδεὶς λόγον οὐδ' ἐπιστροφὴν ἐποιήσατο. [79] ταῦτα λέγων Ἀνδρόνικος καὶ πολλὰ τούτοις ὅμοια πείθει τὸν βασιλέα κρῖναι μὲν κατὰ τοὺς Μωυσέος νόμους οἰκοδομηθῆναι τὸ ἐν Ἱεροσολύμοις ἱερόν, ἀποκτεῖναι δὲ τοὺς περὶ τὸν Σαββαῖον καὶ Θεοδόσιον. καὶ τὰ μὲν γενόμενα τοῖς ἐν Ἀλεξανδρείᾳ Ἰουδαίοις κατὰ Πτολεμαῖον τὸν Φιλομήτορα ταῦτα ἦν.

 

IV

(1)[80] Δημητρίου δ' ἀποθανόντος ἐν τῇ μάχῃ, καθὼς ἐπάνω δεδηλώκαμεν, Ἀλέξανδρος τὴν τῆς Συρίας παραλαβὼν βασιλείαν γράφει τῷ Φιλομήτορι Πτολεμαίῳ μνηστευόμενος αὐτοῦ πρὸς γάμον τὴν θυγατέρα, δίκαιον εἶναι λέγων τῷ τὴν πατρῴαν ἀρχὴν κομισαμένῳ καὶ διὰ τὴν τοῦ θεοῦ πρόνοιαν εἰς αὐτὴν προαχθέντι καὶ κρατήσαντι Δημητρίου καὶ μηδὲ τἆλλα ἐσομένῳ τῆς πρὸς αὐτὸν οἰκειότητος ἀναξίῳ συνάψαι συγγένειαν. [81] Πτολεμαῖος δὲ προσδεξάμενος ἡδέως τὴν μνηστείαν ἀντιγράφει χαίρειν τε λέγων ἐπὶ τῷ τὴν ἀρχὴν αὐτῷ πατρῴαν οὖσαν ἀπειληφέναι, καὶ τὴν θυγατέρα δώσειν ὑπισχνεῖται, ἀπαντᾶν δ' αὐτὸν εἰς Πτολεμαίδα τὴν θυγατέρα μέλλοντι ἄγειν ἐκέλευσεν: αὐτὸς γὰρ αὐτὴν μέχρι ταύτης παραπέμψειν ἀπ' Αἰγύπτου κἀκεῖ συνοικίσειν αὐτῷ τὴν παῖδα. [82] καὶ Πτολεμαῖος μὲν ταῦτα γράψας παραγίνεται μετὰ σπουδῆς εἰς Πτολεμαίδα καὶ Κλεοπάτραν ἄγων τὴν θυγατέρα. εὑρὼν δ' ἐκεῖ τὸν Ἀλέξανδρον καθὼς ἐπέστειλεν προαπηντηκότα δίδωσιν αὐτῷ τὴν παῖδα καὶ φερνὴν ἄργυρόν τε καὶ χρυσὸν ὅσον εἰκὸς ἦν δοῦναι βασιλέα.

(2)[83] Τῶν δὲ γάμων ἐπιτελουμένων Ἀλέξανδρος Ἰωνάθῃ τῷ ἀρχιερεῖ γράψας ἐκέλευσεν αὐτὸν ἥκειν εἰς Πτολεμαίδα. παραγενόμενος δὲ πρὸς τοὺς βασιλέας καὶ δωρησάμενος αὐτοὺς λαμπρᾶς τῆς παρ' ἀμφοτέρων ἀπέλαυσε τιμῆς. [84] Ἀλέξανδρος δ' αὐτὸν ἠνάγκασεν καὶ ἀποδυσάμενον τὴν οἰκείαν ἐσθῆτα λαβεῖν πορφύραν, καὶ συγκαθεσθῆναι ποιήσας αὐτὸν ἐπὶ τοῦ βήματος προσέταξεν τοὺς ἡγεμόνας εἰς μέσην μετ' αὐτοῦ προελθόντας τὴν πόλιν κηρῦξαι, μηδενὶ κατ' αὐτοῦ λέγειν ἐφεῖσθαι μηδὲ παρέχειν αὐτῷ πράγματα. [85] τοῦτο δὲ ποιησάντων τῶν ἡγεμόνων ὁρῶντες τὴν παρὰ τοῦ βασιλέως κεκηρυγμένην Ἰωνάθῃ τιμὴν οἱ κατηγορεῖν παρεσκευασμένοι καὶ πρὸς αὐτὸν ἀπεχθῶς ἔχοντες ἀπέδρασαν, μὴ καὶ προσλάβωσίν τι κακὸν δεδιότες. τοσαύτῃ δὲ σπουδῇ περὶ τὸν Ἰωνάθην ὁ βασιλεὺς Ἀλέξανδρος ἐχρῆτο, ὥστ' αὐτὸν καὶ πρῶτον ἀναγράψαι τῶν φίλων.

(3)[86] Ἔτει δὲ πέμπτῳ καὶ ἑξηκοστῷ πρὸς τοῖς ἑκατὸν Δημήτριος ὁ Δημητρίου μετὰ πολλῶν μισθοφόρων, οὓς παρέσχεν αὐτῷ Λασθένης ὁ Κρής, ἄρας ἀπὸ τῆς Κρήτης κατέπλευσεν εἰς Κιλικίαν. [87] τοῦτο δὲ Ἀλέξανδρον ἀκούσαντα εἰς ἀγωνίαν καὶ ταραχὴν ἐνέβαλεν καὶ παραχρῆμα ἐκ τῆς Φοινίκης εἰς Ἀντιόχειαν ἔσπευσεν, ἵνα τὰ ἐκεῖ πρὶν ἢ Δημήτριον ἐλθεῖν ἀσφαλῶς θῆται. [88] κατέλιπεν δὲ τῆς κοίλης Συρίας Ἀπολλώνιον τὸν Τάον ἡγεμόνα, ὃς μετὰ πολλῆς δυνάμεως εἰς Ἰάμνειαν ἐλθὼν ἔπεμψε πρὸς Ἰωνάθην τὸν ἀρχιερέα, λέγων ἄδικον εἶναι μόνον αὐτὸν ἐπ' ἀδείας ζῆν καὶ μετὰ ἐξουσίας οὐχ ὑποτασσόμενον τῷ βασιλεῖ: τοῦτο δ' αὐτῷ παρὰ πάντων ὄνειδος φέρειν, ὅτι μὴ ὑποτάξειεν αὐτὸν τῷ βασιλεῖ. [89] μὴ τοίνυν σαυτὸν ἐν τοῖς ὄρεσιν καθήμενος ἐξαπάτα νομίζων ἰσχὺν ἔχειν, ἀλλ' εἰ θαρρεῖς τῇ σαυτοῦ δυνάμει καταβὰς εἰς τὸ πεδίον τῇ ἡμετέρᾳ στρατιᾷ συγκρίθητι, καὶ τὸ τέλος τῆς νίκης ἐπιδείξει τὸν ἀνδρειότατον. [90] ἴσθι μέντοι γε τοὺς ἀρίστους ἐξ ἑκάστης πόλεως ἐμοὶ συστρατεύεσθαι: καὶ γὰρ δὴ τοὺς σοὺς προγόνους οἱ ἀεὶ νικῶντές εἰσιν οὗτοι. ποιήσῃ δὲ τὸν πρὸς ἡμᾶς ἀγῶνα ἐν τοιαύτῃ γῇ, ἐν ᾗ λίθοις οὐκ ἔστιν ἀλλ' ὅπλοις ἀμύνασθαι οὐδὲ τόπος εἰς ὃν ἡττώμενος φεύξῃ.”

(4)[91] Παροξυνθεὶς δ' ἐπὶ τούτοις ὁ Ἰωνάθης μυρίους ἐπιλεξάμενος στρατιώτας ὥρμησεν ἐξ Ἱεροσολύμων μετὰ καὶ Σίμωνος τἀδελφοῦ, καὶ γενόμενος ἐν Ἰόππῃ στρατοπεδεύεται τῆς πόλεως ἔξω τῶν Ἰοππηνῶν ἀποκλεισάντων αὐτῷ τὰς πύλας: φρουρὰν γὰρ ἔνδον εἶχον ὑπὸ Ἀπολλωνίου κατασταθεῖσαν. [92] τοῦ δὲ Ἰωνάθου πρὸς πολιορκίαν αὐτῶν παρασκευαζομένου, φοβηθέντες μὴ τὴν πόλιν αὐτῶν ἐξέλῃ κατὰ κράτος ἀνοίγουσιν αὐτῷ τὰς πύλας. ὁ δὲ Ἀπολλώνιος ἀκούσας τὴν Ἰόππην κατειλημμένην ὑπὸ τοῦ Ἰωνάθου τρισχιλίους ἱππεῖς παραλαβὼν καὶ πεζοὺς ὀκτακισχιλίους εἰς Ἄζωτον ἦλθεν κἀκεῖθεν ἄρας ἠρέμα καὶ βάδην ἐποιεῖτο τὴν πορείαν, ἐλθὼν δ' εἰς τὴν Ἰόππην ἀναχωρῶν ἕλκει τὸν Ἰωνάθην εἰς τὸ πεδίον τῇ ἵππῳ καταφρονῶν καὶ τὰς τῆς νίκης ἐλπίδας ἔχων ἐν αὐτῇ. [93] προελθὼν δ' Ἰωνάθης ἐδίωκεν εἰς Ἄζωτον τὸν Ἀπολλώνιον. ὁ δ', ὡς ἐν τῷ πεδίῳ συνέβη γενέσθαι τὸν πολέμιον, ὑποστρέψας εἰς μάχην αὐτῷ συνέβαλεν. [94] τοῦ δ' Ἀπολλωνίου χιλίους ἱππεῖς καθίσαντος εἰς ἐνέδραν ἔν τινι χειμάρρῳ, ὡς ἂν κατόπιν ἐπιφανεῖεν τοῖς πολεμίοις, αἰσθόμενος ὁ Ἰωνάθης οὐ κατεπλάγη: τάξας δὲ τὴν στρατιὰν ἐν πλινθίῳ κατ' ἀμφότερα τοὺς πολεμίους ἀμύνασθαι παρεσκευάσατο, καὶ κατὰ πρόσωπον καὶ τοῖς ὄπισθεν ἐπελευσομένοις αὑτὸν ἀντιτάξας. [95] τῆς δὲ μάχης ἕως ἑσπέρας προβαινούσης, δοὺς Σίμωνι τἀδελφῷ μέρος τῆς δυνάμεως τοῦτον μὲν ἐκέλευσε συμβαλεῖν τῇ φάλαγγι τῶν ἐχθρῶν, αὐτὸς δὲ τοὺς σὺν αὐτῷ προσέταξεν φραξαμένους τοῖς ὅπλοις ἀποδέχεσθαι τὰ βέλη τὰ παρὰ τῶν ἱππέων. [96] καὶ οἱ μὲν ἐποίησαν τὸ κελευσθέν, οἱ δὲ τῶν πολεμίων ἱππεῖς ἐπ' αὐτοὺς ἀφέντες τὰ βέλη μέχρι καὶ ἐξεκενώθησαν οὐδὲν αὐτοὺς ἔβλαπτον: οὐ γὰρ διικνεῖτο τῶν σωμάτων τὰ βαλλόμενα, συμπεφραγμένοις δὲ ταῖς ἀσπίσιν συνηνωμέναις ὑπὸ πυκνότητος ἐπαφιέμενα ῥᾳδίως ἐκρατεῖτο καὶ ἄπρακτα ἐφέρετο. [97] ὡς δὲ παρείθησαν ἀπὸ πρωὶ μέχρι δείλης ὀψίας ἀκοντίζοντες εἰς αὐτοὺς οἱ πολέμιοι, νοήσας Σίμων κεκμηκότας αὐτοὺς συμβάλλει τῇ φάλαγγι, καὶ προθυμίᾳ χρησαμένων πολλῇ τῶν στρατιωτῶν αὐτοῦ τρέπει τοὺς ἐχθροὺς εἰς φυγήν. [98] θεασάμενοι δὲ τοὺς πεζοὺς φεύγοντας οἱ ἱππεῖς οὐδ' αὐτοὶ μένουσιν, ἀλλὰ πάρετοι μὲν ὄντες αὐτοὶ διὰ τὸ μέχρι δείλης μάχεσθαι, τῆς δὲ παρὰ τῶν πεζῶν ἐλπίδος αὐτοῖς ἀπολωλυίας, ἀκόσμως καὶ συγκεχυμένως ἔφευγον, ὡς διασχισθέντας αὐτοὺς διὰ παντὸς σκορπισθῆναι τοῦ πεδίου. [99] διώκων δ' αὐτοὺς Ἰωνάθης μέχρι τῆς Ἀζώτου καὶ πολλοὺς ἀναιρῶν ἀπογνόντας τῆς σωτηρίας ἠνάγκασεν ἐπὶ τὸν τοῦ Δαγῶνος ναὸν καταφυγεῖν, ὃς ἦν ἐν Ἀζώτῳ. λαβὼν δ' ἐξ ἐπιδρομῆς Ἰωνάθης τὴν πόλιν αὐτήν τε ἐνέπρησεν καὶ τὰς περὶ αὐτὴν κώμας. [100] ἀπέσχετο δ' οὐδὲ τοῦ Δαγῶνος ἱεροῦ, ἀλλὰ καὶ τοῦτ' ἐνέπρησεν καὶ τοὺς εἰς αὐτὸ συμφυγόντας διέφθειρεν. τὸ δὲ πᾶν πλῆθος τῶν ἐν τῇ μάχῃ πεσόντων καὶ καταφλεγέντων ἐν τῷ ἱερῷ τῶν πολεμίων ἦσαν ὀκτακισχίλιοι. [101] κρατήσας οὖν τοσαύτης δυνάμεως ἄρας ἀπὸ τῆς Ἀζώτου εἰς Ἀσκάλωνα παραγίνεται, καὶ καταστρατοπεδεύσαντος ἔξω τῆς πόλεως αὐτοῦ προῆλθον εἰς ἀπάντησιν αὐτῷ οἱ Ἀσκαλωνῖται ξένια προσφέροντες αὐτῷ καὶ τιμῶντες. ὁ δὲ ἀποδεξάμενος αὐτοὺς τῆς προαιρέσεως ἀνέστρεψεν ἐκεῖθεν εἰς Ἱεροσόλυμα πολλὴν ἐπαγόμενος λείαν, ἣν ἔλαβεν νικήσας τοὺς πολεμίους. [102] Ἀλέξανδρος δ' ἀκούσας ἡττημένον τὸν αὐτοῦ στρατηγὸν Ἀπολλώνιον προσεποιεῖτο χαίρειν, ὅτι παρὰ τὴν αὐτοῦ γνώμην Ἰωνάθῃ συνέβαλεν φίλῳ ὄντι καὶ συμμάχῳ, καὶ πέμπει πρὸς Ἰωνάθην μαρτυρῶν αὐτῷ καὶ γέρα καὶ τιμὰς διδοὺς πόρπην χρυσέαν, ὡς ἔστιν ἔθος δίδοσθαι τοῖς τῶν βασιλέων συγγενέσιν, καὶ τὴν Ἀκκάρωνα καὶ τὴν τοπαρχίαν αὐτῆς εἰς κληρουχίαν ἐπιτρέπει.

(5)[103] Ὑπὸ δὲ τοῦτον τὸν καιρὸν καὶ βασιλεὺς Πτολεμαῖος ὁ Φιλομήτωρ ἐπικληθεὶς ναυτικὴν ἄγων δύναμιν καὶ πεζὴν εἰς Συρίαν ἧκεν συμμαχήσων Ἀλεξάνδρῳ: γαμβρὸς γὰρ ἦν αὐτοῦ. [104] καὶ πᾶσαι προθύμως αὐτὸν αἱ πόλεις Ἀλεξάνδρου κελεύσαντος ἐκδεχόμεναι παρέπεμπον ἕως Ἀζώτου πόλεως, ἔνθα πάντες κατεβόων αὐτοῦ περὶ τοῦ ἐμπεπρησμένου ἱεροῦ αὐτῶν Δαγῶνος κατηγοροῦντες Ἰωνάθου τοῦτο ἀφανίσαντος καὶ τὴν χώραν πυρπολήσαντος καὶ πολλοὺς αὐτῶν ἀποκτείναντος. [105] καὶ Πτολεμαῖος μὲν ταῦτ' ἀκούσας ἡσύχασεν, Ἰωνάθης δὲ εἰς Ἰόππην ἀπαντήσας Πτολεμαίῳ ξενίων τε λαμπρῶν παρ' αὐτοῦ τυγχάνει καὶ τιμῆς ἁπάσης, ἔπειτα προπέμψας αὐτὸν ἕως τοῦ Ἐλευθέρου καλουμένου ποταμοῦ πάλιν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα.

(6)[106] Γενόμενος δ' ἐν Πτολεμαίδι παρὰ πᾶσαν προσδοκίαν μικροῦ διεφθάρη Πτολεμαῖος ἐπιβουλευθεὶς ὑπὸ Ἀλεξάνδρου δι' Ἀμμωνίου, ὃς ἐτύγχανεν αὐτῷ φίλος ὤν. [107] φανερᾶς δὲ τῆς ἐπιβουλῆς γενομένης Πτολεμαῖος γράφει τῷ Ἀλεξάνδρῳ πρὸς κόλασιν ἐξαιτῶν τὸν Ἀμμώνιον, ἐπιβουλευθῆναι λέγων ὑπ' αὐτοῦ καὶ δίκην διὰ τοῦτ' αὐτὸν ὑποσχεῖν ἀξιῶν. οὐκ ἐκδιδόντος δὲ τοῦ Ἀλεξάνδρου συνεὶς αὐτὸν ἐκεῖνον εἶναι τὸν ἐπιβουλεύσαντα χαλεπῶς διετέθη πρὸς αὐτόν. [108] τοῖς δὲ Ἀντιοχεῦσιν καὶ πρότερον ἦν προσκεκρουκὼς Ἀλέξανδρος διὰ τὸν Ἀμμώνιον: πολλὰ γὰρ ὑπ' αὐτοῦ πεπόνθεισαν κακά. τιμωρίαν μέντοι τῶν τετολμημένων Ἀμμώνιος ὑπέσχεν κατασφαγεὶς αἰσχρῶς ὡς γυνή, κρύπτειν ἑαυτὸν σπουδάσας στολῇ γυναικείῳ, καθὼς ἐν ἄλλοις δεδηλώκαμεν.

(7)[109] Πτολεμαῖος δὲ μεμψάμενος αὑτὸν τοῦ τε συνοικίσαι τὴν θυγατέρα Ἀλεξάνδρῳ τῆς τε συμμαχίας τῆς κατὰ Δημητρίου διαλύεται τὴν πρὸς αὐτὸν συγγένειαν: [110] ἀποσπάσας γὰρ τὴν θυγατέρα πέμπει πρὸς Δημήτριον εὐθὺς περὶ συμμαχίας καὶ φιλίας συντιθέμενος, τήν τε θυγατέρα δώσειν αὐτῷ ὑπισχνούμενος γυναῖκα καὶ καταστήσειν αὐτὸν εἰς τὴν πατρῴαν ἀρχήν. ὁ δὲ Δημήτριος ἡσθεὶς τοῖς πεπρεσβευμένοις δέχεται τὴν συμμαχίαν καὶ τὸν γάμον. [111] ἓν δ' ἔτι Πτολεμαίῳ τὸ λοιπὸν ἀγώνισμα ὑπελείπετο πεῖσαι τοὺς Ἀντιοχεῖς δέξασθαι Δημήτριον ἀπεχθῶς πρὸς αὐτὸν διακειμένους ὑπὲρ ὧν ὁ πατὴρ αὐτοῦ Δημήτριος εἰς αὐτοὺς παρηνόμησεν. κατεπράξατο δὲ καὶ τοῦτο: [112] μισοῦντες γὰρ τὸν Ἀλέξανδρον οἱ Ἀντιοχεῖς διὰ τὸν Ἀμμώνιον, ὡς δεδηλώκαμεν, ῥᾳδίως αὐτὸν ἐκ τῆς Ἀντιοχείας ἐξέβαλον. καὶ ὁ μὲν ἐκπεσὼν τῆς Ἀντιοχείας ἦλθεν εἰς Κιλικίαν. [113] ἐλθὼν δὲ πρὸς τοὺς Ἀντιοχεῖς Πτολεμαῖος βασιλεὺς ὑπ' αὐτῶν καὶ τῶν στρατευμάτων ἀναδείκνυται καὶ ἀναγκασθεὶς δύο περιτίθεται διαδήματα, ἓν μὲν τὸ τῆς Ἀσίας, ἕτερον δὲ τὸ τῆς Αἰγύπτου. [114] χρηστὸς δὲ ὢν φύσει καὶ δίκαιος καὶ τῶν λαμπρῶν οὐκ ἐφιέμενος πρὸς δὲ τούτοις καὶ λογίσασθαι τὰ μέλλοντα συνετός, φείσασθαι τοῦ μὴ δόξαι εἶναι Ῥωμαίοις ἐπίφθονος ἔκρινεν, καὶ συναγαγὼν τοὺς Ἀντιοχεῖς εἰς ἐκκλησίαν πείθει δέξασθαι τὸν Δημήτριον αὐτούς, [115] λέγων οὐδενὸς μνησικακήσειν αὐτοῖς περὶ τοῦ πατρὸς αὐτὸν εὐεργετηθέντα, διδάσκαλός τε ἀγαθῶν καὶ ἡγεμὼν ἔσεσθαι αὐτῷ διωμολογήσατο καὶ φαύλοις ἐγχειροῦντι πράγμασιν οὐκ ἐπιτρέψειν ὑπέσχετο. αὐτῷ δ' ἔφασκεν ἀρκεῖν τὴν τῆς Αἰγύπτου βασιλείαν. ταῦτ' εἰπὼν πείθει τοὺς Ἀντιοχεῖς δέξασθαι τὸν Δημήτριον.

(8)[116] Τοῦ δ' Ἀλεξάνδρου σὺν στρατεύματι πολλῷ καὶ μεγάλῃ παρασκευῇ ὁρμήσαντος ἐκ τῆς Κιλικίας εἰς τὴν Συρίαν καὶ τὴν Ἀντιοχέων γῆν ἐμπρήσαντος καὶ διαρπάσαντος Πτολεμαῖος ἐπ' αὐτὸν ἐξεστράτευσεν μετὰ τοῦ γαμβροῦ Δημητρίου: ἤδη γὰρ αὐτῷ πρὸς γάμον ἐδεδώκει τὴν θυγατέρα: καὶ νικήσαντες εἰς φυγὴν ἐτρέψαντο τὸν Ἀλέξανδρον. [117] οὗτος μὲν οὖν εἰς Ἀραβίαν φεύγει. συνέβη δὲ ἐν τῇ μάχῃ τὸν ἵππον τὸν Πτολεμαίου φωνῆς ἀκούσαντα ἐλέφαντος ταραχθῆναι καὶ τὸν Πτολεμαῖον ἀποσεισάμενον καταβαλεῖν, τοὺς δὲ πολεμίους ἰδόντας ἐπ' αὐτὸν ὁρμῆσαι καὶ τραύματα πολλὰ δόντας αὐτῷ κατὰ τῆς κεφαλῆς εἰς κίνδυνον τὸν περὶ θανάτου καταστῆσαι: τῶν γὰρ σωματοφυλάκων αὐτὸν ἐξαρπασάντων χαλεπῶς οὕτως εἶχεν, ὡς ἐφ' ἡμέρας τέσσαρας μήτε συνεῖναί τι μήτε φθέγξασθαι δυνηθῆναι. [118] τοῦ δὲ Ἀλεξάνδρου τὴν κεφαλὴν ὁ τῶν Ἀράβων δυνάστης ἀποτεμὼν Ζάβειλος ἀπέστειλεν Πτολεμαίῳ, ὃς τῇ πέμπτῃ τῶν ἡμερῶν ἀνενεγκὼν ἐκ τῶν τραυμάτων καὶ φρονήσας ἥδιστον ἄκουσμα καὶ θέαμα τὴν Ἀλεξάνδρου τελευτὴν ἅμα καὶ τὴν κεφαλὴν ἀκούει καὶ θεᾶται. [119] καὶ μετ' οὐ πολὺ πλησθεὶς τῆς ἐπ' Ἀλεξάνδρῳ τεθνηκότι χαρᾶς καὶ αὐτὸς κατέστρεψε τὸν βίον. ἐβασίλευσεν δὲ τῆς Ἀσίας Ἀλέξανδρος ὁ Βάλας ἐπιλεγόμενος ἔτη πέντε, καθὼς καὶ ἐν ἄλλοις δεδηλώκαμεν.

(9)[120] Παραλαβὼν δὲ τὴν βασιλείαν Δημήτριος ὁ Νικάτωρ ἐπιλεγόμενος ὑπὸ πονηρίας ἤρξατο διαφθείρειν τὰ τοῦ Πτολεμαίου στρατεύματα, τῆς τε πρὸς αὐτὸν συμμαχίας ἐκλαθόμενος καὶ ὅτι πενθερὸς ἦν αὐτοῦ καὶ διὰ τὸν τῆς Κλεοπάτρας γάμον συγγενής. οἱ μὲν οὖν στρατιῶται φεύγουσιν αὐτοῦ τὴν πεῖραν εἰς Ἀλεξάνδρειαν, τῶν δ' ἐλεφάντων Δημήτριος ἐγκρατὴς γίνεται. [121] Ἰωνάθης δ' ὁ ἀρχιερεὺς ἐξ ἁπάσης τῆς Ἰουδαίας στρατιὰν συναγαγὼν προσβαλὼν ἐπολιόρκει τὴν ἐν τοῖς Ἱεροσολύμοις ἄκραν ἔχουσαν Μακεδονικὴν φρουρὰν καὶ τῶν ἀσεβῶν τινας καὶ πεφευγότων τὴν πάτριον συνήθειαν. [122] οὗτοι δὲ τὸ μὲν πρῶτον κατεφρόνουν ὧν Ἰωνάθης ἐμηχανᾶτο περὶ τὴν αἵρεσιν πεπιστευκότες τῇ ὀχυρότητι τοῦ χωρίου, νυκτὸς δέ τινες τῶν ἐν αὐτῷ πονηρῶν ἐξελθόντες ἧκον πρὸς Δημήτριον καὶ τὴν πολιορκίαν αὐτῷ τῆς ἄκρας ἐμήνυσαν. [123] ὁ δὲ τοῖς ἠγγελμένοις παροξυνθείς, ἀναλαβὼν τὴν δύναμιν ἧκεν ἐκ τῆς Ἀντιοχείας ἐπὶ τὸν Ἰωνάθην. γενόμενος δὲ ἐν Πτολεμαίδι γράφει κελεύων αὐτὸν σπεῦσαι πρὸς αὐτὸν εἰς Πτολεμαίδα. [124] ὁ δὲ τὴν μὲν πολιορκίαν οὐκ ἔπαυσεν, τοὺς δὲ πρεσβυτέρους τοῦ λαοῦ παραλαβὼν καὶ τοὺς ἱερεῖς καὶ χρυσὸν καὶ ἄργυρον καὶ ἐσθῆτα καὶ πλῆθος ξενίων κομίζων ἧκεν πρὸς τὸν Δημήτριον, καὶ τούτοις δωρησάμενος αὐτὸν θεραπεύει τὴν ὀργὴν τοῦ βασιλέως, καὶ τιμηθεὶς ὑπ' αὐτοῦ λαμβάνει βεβαίαν ἔχειν τὴν ἀρχιερωσύνην, καθὼς καὶ παρὰ τῶν πρὸ αὐτοῦ βασιλέων ἐκέκτητο. [125] κατηγορούντων δὲ αὐτοῦ τῶν φυγάδων ὁ Δημήτριος οὐκ ἐπίστευσεν, ἀλλὰ καὶ παρακαλέσαντος αὐτόν, ὅπως ὑπὲρ τῆς Ἰουδαίας ἁπάσης καὶ τῶν τριῶν τοπαρχιῶν Σαμαρείας καὶ Ἰόππης καὶ Γαλιλαίας τριακόσια τελῇ τάλαντα, δίδωσιν καὶ περὶ πάντων ἐπιστολάς, αἳ περιεῖχον τοῦτον τὸν τρόπον: [126] “βασιλεὺς Δημήτριος Ἰωνάθῃ τῷ ἀδελφῷ καὶ τῷ ἔθνει τῶν Ἰουδαίων χαίρειν. τὸ ἀντίγραφον τῆς ἐπιστολῆς ἧς ἔγραψα Λασθένει τῷ συγγενεῖ ἡμῶν ἀπεστάλκαμεν ὑμῖν, ἵνα εἰδῆτε. [127] βασιλεὺς Δημήτριος Λασθένει τῷ πατρὶ χαίρειν. τῷ Ἰουδαίων ἔθνει ὄντι φίλῳ καὶ τὰ δίκαια τὰ πρὸς ἡμᾶς φυλάττοντι τῆς εὐνοίας ἔκρινα χάριν παρασχεῖν. καὶ τοὺς τρεῖς νομοὺς Ἀφαίρεμα καὶ Λύδδα καὶ Ῥαμαθαιν, οἳ τῇ Ἰουδαίᾳ προσετέθησαν ἀπὸ τῆς Σαμαρείτιδος, καὶ τὰ προσκυροῦντα τούτοις, [128] ἔτι τε ὅσα παρὰ τῶν θυόντων ἐν Ἱεροσολύμοις ἐλάμβανον οἱ πρὸ ἐμοῦ βασιλεῖς, καὶ ὅσα ἀπὸ τῶν καρπῶν τῆς γῆς καὶ τῶν φυτῶν, καὶ τἆλλα τὰ προσήκοντα ἡμῖν, καὶ τὰς λίμνας τῶν ἁλῶν καὶ τοὺς κομιζομένους ἡμῖν στεφάνους ἀφίημι αὐτοῖς, καὶ οὐδὲν παραβιβασθήσεται τούτων ἀπὸ τοῦ νῦν οὐδὲ εἰς τὸν ἅπαντα χρόνον. φρόντισον οὖν, ἵνα τούτων ἀντίγραφον γένηται καὶ δοθῇ Ἰω [129] νάθῃ καὶ ἐν ἐπισήμῳ τόπῳ τοῦ ἁγίου ἱεροῦ τεθῇ.” τὰ μὲν δὴ γραφέντα ταῦτα ἦν. ὁρῶν δὲ ὁ Δημήτριος εἰρήνην οὖσαν καὶ μηδένα κίνδυνον μηδὲ πολέμου φόβον ὑπάρχοντα διέλυσε τὴν στρατιὰν καὶ τὸν μισθὸν αὐτῶν ἐμείωσεν, καὶ μόνοις τοῦτον ἐχορήγει τοῖς ξενολογηθεῖσιν, οἳ συνανέβησαν ἐκ Κρήτης αὐτῷ καὶ ἐκ τῶν ἄλλων νήσων. [130] ἔχθρα τοιγαροῦν αὐτῷ καὶ μῖσος ἐκ τούτου γίνεται παρὰ τῶν στρατιωτῶν, οἷς αὐτὸς μὲν οὐδὲν οὐκέτι παρεῖχεν, οἱ δὲ πρὸ αὐτοῦ βασιλεῖς καὶ ἐπ' εἰρήνης χορηγοῦντες αὐτοῖς ὁμοίως διετέλουν, ἵν' εὐνοοῦντας ἔχωσιν καὶ ἐν τοῖς ὑπὲρ αὐτῶν ἀγῶσιν εἰ δεήσειέν ποτε προθύμους.

 

V

(1)[131] Ἀμέλει ταύτην νοήσας τὴν δύσνοιαν τῶν στρατιωτῶν πρὸς Δημήτριον Ἀλεξάνδρου τις στρατηγὸς Ἀπαμεὺς τὸ γένος Διόδοτος ὁ καὶ Τρύφων ἐπικληθείς, παραγίνεται πρὸς Μάλχον τὸν Ἄραβα, ὃς ἔτρεφε τὸν Ἀλεξάνδρου υἱὸν Ἀντίοχον, καὶ δηλώσας αὐτῷ τὴν δυσμένειαν τὴν τῶν στρατευμάτων πρὸς Δημήτριον ἔπειθεν αὐτῷ δοῦναι τὸν Ἀντίοχον: βασιλέα γὰρ αὐτὸν ποιήσειν καὶ τὴν ἀρχὴν αὐτῷ τὴν τοῦ πατρὸς ἀποκαταστήσειν. [132] ὁ δὲ τὸ μὲν πρῶτον ἀντεῖχεν ὑπ' ἀπιστίας, ὕστερον δὲ πολλῷ χρόνῳ προσλιπαρήσαντος τοῦ Τρύφωνος νικᾶται τὴν προαίρεσιν εἰς ἃ Τρύφων παρεκάλει. καὶ τὰ μὲν περὶ τούτου τἀνδρὸς ἐν τούτοις ὑπῆρχεν.

(2)[133] Ὁ δ' ἀρχιερεὺς Ἰωνάθης ἐξελθεῖν βουλόμενος τοὺς ἐν τῇ ἄκρᾳ τῶν Ἱεροσολύμων καὶ τοὺς Ἰουδαίων φυγάδας καὶ ἀσεβεῖς καὶ τοὺς ἐν ἁπάσῃ τῇ χώρᾳ φρουρούς, πέμψας πρὸς Δημήτριον δῶρα καὶ πρεσβευτὰς παρεκάλει τοὺς ἐν τοῖς ὀχυρώμασι τῆς Ἰουδαίας ἐκβαλεῖν. [134] ὁ δ' οὐ ταῦτα μόνον αὐτῷ παρέξειν, ἀλλὰ καὶ μείζω τούτων ὑπισχνεῖται μετὰ τὸν ἐν χερσὶ πόλεμον: τούτῳ γὰρ νῦν εὐσχολεῖν. ἠξίου δ' αὐτὸν καὶ συμμαχίαν πέμψαι δηλῶν ἀποστῆναι τὴν δύναμιν αὐτοῦ. καὶ Ἰωνάθης μὲν τρισχιλίους ἐπιλεξάμενος στρατιώτας ἔπεμψεν.

(3)[135] Ἀντιοχεῖς δὲ μισοῦντες τὸν Δημήτριον ὑπὲρ ὧν πεπόνθεισαν ὑπ' αὐτοῦ κακῶς, ἀπεχθανόμενοι δ' αὐτῷ καὶ διὰ τὸν πατέρα Δημήτριον πολλὰ εἰς αὐτοὺς ἐξαμαρτόντα, καιρὸν ἐπετήρουν λαβεῖν καθ' ὃν ἐπιθοῖντο αὐτῷ. [136] νοήσαντες δὲ συμμαχίαν παροῦσαν παρὰ Ἰωνάθου τῷ Δημητρίῳ καὶ συμφρονήσαντες, ὅτι πολλὴν ἀθροίσει δύναμιν, εἰ μὴ φθάσαντες προκαταλάβοιεν αὐτόν, ἁρπάσαντες τὰ ὅπλα καὶ περιστάντες τοῖς βασιλείοις αὐτοῦ τρόπῳ πολιορκίας καὶ τὰς ἐξόδους διαλαβόντες ἐζήτουν χειρώσασθαι τὸν βασιλέα. [137] ὁ δὲ τὸν δῆμον ὁρῶν τὸν τῶν Ἀντιοχέων ἐκπεπολεμωμένον πρὸς αὐτὸν καὶ ἐν ὅπλοις ὄντα, παραλαβὼν τοὺς μισθοφόρους καὶ τοὺς πεμφθέντας ὑπὸ Ἰωνάθου Ἰουδαίους συμβάλλει τοῖς Ἀντιοχεῦσιν καὶ βιασθεὶς ὑπ' αὐτῶν, πολλαὶ γὰρ ἦσαν μυριάδες, ἡττᾶται. [138] βλέποντες δὲ τοὺς Ἀντιοχεῖς κρατοῦντας οἱ Ἰουδαῖοι ἐπὶ τὰς στέγας τῶν βασιλείων ἀναβάντες ἐκεῖθεν ἔβαλλον τοὺς Ἀντιοχεῖς, καὶ τοῦ μὲν αὐτοί τι πάσχειν ὑπ' αὐτῶν ὄντες πορρωτάτω διὰ τὸ ὕψος, ποιοῦντες δ' αὐτοὺς κακῶς διὰ τὸ ἄνωθεν μάχεσθαι τῶν σύνεγγυς αὐτοὺς οἰκιῶν ἀπώσαντο. [139] καὶ ταύταις μὲν εὐθὺς πῦρ ἐνῆκαν, ἡ δὲ φλὸξ ἐφ' ὅλην διατείνουσα τὴν πόλιν πυκνῶν τῶν οἰκιῶν οὐσῶν καὶ τὰ πλεῖστα ἐκ ξύλων ᾠκοδομημένων πᾶσαν αὐτὴν ἐνέμετο. [140] οἱ δ' Ἀντιοχεῖς μὴ δυνάμενοι βοηθῆσαι μηδὲ κρατῆσαι τοῦ πυρὸς εἰς φυγὴν ἐτράπησαν. τῶν δὲ Ἰουδαίων ἀπὸ δώματος ἐπὶ δῶμα διαπηδώντων καὶ τοῦτον αὐτοὺς διωκόντων τὸν τρόπον παράδοξον συνέβη γενέσθαι τὴν δίωξιν. [141] ὁ δὲ βασιλεὺς ὁρῶν τοὺς Ἀντιοχεῖς σῶσαι τὰ τέκνα καὶ τὰς γυναῖκας ἐσπουδακότας καὶ διὰ τοῦτο μηκέτι μαχομένους δι' ἄλλων αὐτοῖς ἐπιτίθεται στενωπῶν, καὶ συμβαλὼν πολλοὺς μὲν αὐτῶν ἀπέκτεινεν, ὡς ἀναγκασθῆναι ῥῖψαι τὰς πανοπλίας καὶ παραδοῦναι αὑτοὺς τῷ Δημητρίῳ. [142] συγγνοὺς δ' αὐτοῖς τῶν τετολμημένων καταπαύει τὴν στάσιν. δωρησάμενος δὲ τοῖς Ἰουδαίοις τὰς ἐκ τῶν σκύλων ὠφελείας καὶ ὡς αἰτιωτάτοις τῆς νίκης αὐτῷ γεγενημένοις εὐχαριστήσας ἀπέπεμψεν εἰς Ἱεροσόλυμα πρὸς Ἰωνάθην μαρτυρῶν αὐτῷ τῆς συμμαχίας. [143] ὕστερον δὲ πονηρὸς εἰς αὐτὸν ἐγένετο καὶ τὰς ὑποσχέσεις διεψεύσατο καὶ πόλεμον ἠπείλησεν, εἰ μὴ τοὺς φόρους αὐτῷ πάντας ἀποδώσει, οὓς ὤφειλεν τὸ τῶν Ἰουδαίων ἔθνος ἀπὸ τῶν πρώτων βασιλέων. καὶ ταῦτ' ἐποίησεν ἄν, εἰ μὴ Τρύφων αὐτὸν ἐπέσχεν καὶ τὴν ἐπὶ τὸν Ἰωνάθην αὐτοῦ παρασκευὴν ἀντιμετέσπασεν εἰς τὰς περὶ αὐτοῦ φροντίδας. [144] ὑποστρέψας γὰρ ἐκ τῆς Ἀραβίας εἰς τὴν Συρίαν μετὰ τοῦ παιδὸς Ἀντιόχου, μειράκιον δ' ἦν οὗτος τὴν ἡλικίαν, περιτίθησιν αὐτῷ τὸ διάδημα. καὶ προσχωρήσαντος τοῦ στρατιωτικοῦ παντός, ὃ καταλελοίπει τὸν Δημήτριον διὰ τὸ μὴ τυγχάνειν μισθῶν, πόλεμον ἐκφέρει πρὸς τὸν Δημήτριον, καὶ συμβαλὼν αὐτῷ κρατεῖ τῇ μάχῃ καὶ τούς τε ἐλέφαντας καὶ τὴν τῶν Ἀντιοχέων πόλιν λαμβάνει.

(4)[145] Δημήτριος μὲν οὖν ἡττηθεὶς ἀνεχώρησεν εἰς Κιλικίαν, ὁ δὲ παῖς Ἀντίοχος πέμψας πρὸς Ἰωνάθην πρεσβευτὰς καὶ γράμματα φίλον τε καὶ σύμμαχον αὐτὸν ἐποιεῖτο καὶ τὴν ἀρχιερωσύνην ἐβεβαίου καὶ τῶν τεσσάρων παρεχώρει νομῶν, οἳ τῇ χώρᾳ τῶν Ἰουδαίων προσετέθησαν. [146] ἔτι γε μὴν σκεύη χρυσᾶ καὶ ἐκπώματα καὶ πορφυρᾶν ἐσθῆτα χρῆσθαι τούτοις ἐπιτρέπων ἀπέστειλεν καὶ πόρπῃ δ' αὐτὸν δωρεῖται χρυσέᾳ καὶ τῶν πρώτων αὐτοῦ καλεῖσθαι φίλων. τὸν ἀδελφὸν δ' αὐτοῦ Σίμωνα στρατηγὸν τῆς στρατιᾶς ἀπὸ κλίμακος τῆς Τυρίων ἕως Αἰγύπτου καθίστησιν. [147] Ἰωνάθης δ' ἐπὶ τοῖς παρ' Ἀντιόχου γεγενημένοις εἰς αὐτὸν ἡσθεὶς πέμψας πρὸς αὐτόν τε καὶ Τρύφωνα πρεσβευτὰς εἶναί τε φίλος ὡμολόγει καὶ σύμμαχος καὶ πολεμήσειν σὺν αὐτῷ πρὸς Δημήτριον, διδάσκων ὡς οὐδ' αὐτῷ χάριτας ἀποδοίη πολλῶν παρ' αὐτοῦ χρηστῶν ἐν οἷς ἐδεῖτο τυχών, ἀλλὰ προσαδικήσειεν ἀνθ' ὧν εὖ πάθοι.

(5)[148] Συγχωρήσαντος οὖν Ἀντιόχου δύναμιν αὐτῷ συναγαγόντι πολλὴν ἔκ τε Συρίας καὶ Φοινίκης τοῖς Δημητρίου πολεμῆσαι στρατηγοῖς εὐθὺς ὥρμησεν εἰς τὰς πόλεις. αἱ δὲ λαμπρῶς μὲν ἐξεδέξαντο, στρατιὰν δ' οὐκ ἔδοσαν. [149] παραγενόμενος δ' ἐκεῖθεν πρὸς Ἀσκάλωνα πόλιν καὶ τῶν Ἀσκαλωνιτῶν φιλοτίμως αὐτῷ μετὰ δώρων ἀπαντησάντων, αὐτούς τε τούτους παρεκάλει καὶ τῶν ἐν τῇ κοίλῃ Συρίᾳ πόλεων ἑκάστην ἀποστᾶσαν Δημητρίου προσθέσθαι μὲν Ἀντιόχῳ, σὺν αὐτῷ δὲ πολεμούσας πειρᾶσθαι παρὰ Δημητρίου δίκην λαμβάνειν ὧν ἁμάρτοι ποτ' εἰς αὐτάς: εἶναι δ' αὐταῖς βουλομέναις ταῦτα φρονεῖν πολλὰς αἰτίας. [150] πείσας δ' ὁμολογῆσαι πρὸς τὸν Ἀντίοχον συμμαχεῖν τὰς πόλεις εἰς Γάζαν παρεγένετο προσαξόμενος καὶ τὴν παρὰ τούτων εὔνοιαν Ἀντιόχῳ. πολὺ δ' εὗρεν τῆς προσδοκίας τοὺς Γαζαίους ἀλλοτριώτερον ἔχοντας: ἀπέκλεισαν γὰρ αὐτῷ τὰς πύλας καὶ τὸν Δημήτριον ἐγκαταλιπόντες οὐκ ἔγνωσαν Ἀντιόχῳ προσχωρῆσαι. [151] τοῦτο παρώξυνεν εἰς πολιορκίαν τὸν Ἰωνάθην καὶ τῆς χώρας τὴν κάκωσιν: μέρος γὰρ τῆς στρατιᾶς περικαθίσας τῇ Γάζῃ τῷ λοιπῷ τὴν γῆν αὐτὸς ἐπιὼν διέφθειρεν καὶ ἐνεπίμπρα. ταῦτα δὲ πάσχοντας ἑαυτοὺς ὁρῶντες οἱ Γαζῖται καὶ μηδεμίαν ἀπὸ Δημητρίου βοήθειαν αὐτοῖς γινομένην, ἀλλὰ τὸ μὲν λυποῦν ἤδη παρόν, τὸ δ' ὠφελῆσον μακρὰν ἔτι καὶ ἄδηλον εἰ παραγένοιτο, σῶφρον ἔκριναν εἶναι τοῦτ' ἀφέντες παραμένειν ἐκεῖνο θεραπεύειν. [152] πέμψαντες οὖν πρὸς τὸν Ἰωνάθην φιλίαν τε ὡμολόγουν καὶ συμμαχίαν: οἱ μὲν γὰρ ἄνθρωποι πρὸ πείρας τῶν δεινῶν οὐ συνιᾶσιν τὸ συμφέρον, ἀλλ' ὅταν ἔν τινι κακῷ γενόμενοι τύχωσιν, τότε γνωσιμαχήσαντες ἃ μηδ' ὅλως βλαβέντας ἄμεινον ἦν ποιεῖν ταῦθ' ὕστερον ζημιωθέντες αἱροῦνται. [153] ὁ δὲ συνθέμενος πρὸς αὐτοὺς φιλίαν καὶ λαβὼν ὁμήρους τούτους μὲν ἀπέστειλεν εἰς Ἱεροσόλυμα, αὐτὸς δὲ τὴν χώραν ἅπασαν ἐπῆλθεν ἄχρι Δαμασκοῦ.

(6)[154] Τῶν δὲ Δημητρίου στρατηγῶν ἀκουσθέντων αὐτῷ προελθεῖν εἰς Κέδασαν σὺν πολλῇ στρατιᾷ, μεταξὺ δ' ἐστὶν αὕτη τῆς τε Τυρίων γῆς καὶ τῆς Γαλιλαίας: ἀπάξειν γὰρ αὐτὸν ἐκ τῆς Συρίας ὑπέλαβον ἐπὶ τὴν τῶν Γαλιλαίων συμμαχίαν: τῆς γὰρ Γαλιλαίας ὄντας αὐτοὺς οὐ περιόψεσθαι πολεμουμένους: ὑπήντησεν αὐτοῖς τὸν ἀδελφὸν Σίμωνα καταλιπὼν ἐν τῇ Ἰουδαίᾳ, [155] ὃς στρατὸν ἐκ τῆς χώρας συναγαγὼν ὡς ἐνῆν ἱκανώτατον τὴν Βεθσούραν πολιορκῶν προσεκάθητο χωρίον τῆς Ἰουδαίας ὀχυρώτατον: κατεῖχεν γὰρ αὐτὸ φρουρὰ Δημητρίου. δεδήλωται δ' ἡμῖν τοῦτο καὶ πρότερον. [156] ὡς δὲ χώματα μὲν ἐγείραντος τοῦ Σίμωνος, μηχανήματα δ' ἱστάντος καὶ πολλῇ σπουδῇ χρωμένου περὶ τὴν τῆς Βεθσούρου πολιορκίαν ἔδεισαν οἱ φρουροί, μὴ κατὰ κράτος ἐξαιρεθέντος τοῦ χωρίου διαφθαρῶσιν, πέμψαντες πρὸς τὸν Σίμωνα ἠξίουν ὅρκους λαβόντες, ὥστε μηδὲν ὑπ' αὐτοῦ παθεῖν, καταλιπεῖν τὸ χωρίον καὶ πρὸς Δημήτριον ἀπελθεῖν. [157] ὁ δὲ δοὺς ταύτας αὐτοῖς τὰς πίστεις ἐκβάλλει μὲν ἐκείνους ἐκ τῆς πόλεως, αὐτὸς δὲ φρουρὰν καθίστησιν ἰδίαν.

(7)[158] Ἰωνάθης δὲ ἄρας ἐκ τῆς Γαλιλαίας ἀπὸ τῶν ὑδάτων τῶν Γενησάρων λεγομένων, ἐκεῖ γὰρ ἐτύγχανεν ἐστρατοπεδευκώς, εἰς τὸ καλούμενον Ἀσὼρ πεδίον προῆλθεν οὐκ εἰδὼς ὄντας ἐν αὐτῇ τοὺς πολεμίους. [159] μαθόντες δὲ πρὸ μιᾶς ἡμέρας οἱ τοῦ Δημητρίου μέλλειν Ἰωνάθην ἐπ' αὐτοὺς βαδίζειν ἐνέδραν αὐτῷ καὶ τοὺς λοχήσοντας ἐν τῷ ὄρει καθίσαντες αὐτοὶ μετὰ τῆς στρατιᾶς ἀπήντων εἰς τὸ πεδίον: οὓς ἰδὼν ὁ Ἰωνάθης ἑτοίμους πρὸς μάχην παρεσκευάζετο καὶ αὐτὸς τοὺς ἰδίους στρατιώτας πρὸς τὸν ἀγῶνα, ὡς ἠδύνατο. [160] τῶν δὲ εἰς τὴν ἐνέδραν ὑπὸ τῶν Δημητρίου στρατηγῶν κατασταθέντων κατὰ νώτου τοῖς Ἰουδαίοις γενομένων, δείσαντες μὴ μέσοι ληφθέντες ἀπόλωνται, φεύγειν ὥρμησαν. [161] καὶ οἱ μὲν ἄλλοι πάντες τὸν Ἰωνάθην κατέλιπον, ὀλίγοι δέ τινες ὡς περὶ πεντήκοντα τὸν ἀριθμὸν ὑπέμειναν, καὶ Ματθίας ὁ Ἀψαλώμου καὶ Ἰούδας ὁ Χαψέου τῆς ἁπάσης δυνάμεως ἡγεμόνες ὄντες: τολμηρῶς δὲ καὶ μετὰ ἀπογνώσεως εἰς τοὺς πολεμίους ὠσάμενοι τῷ τε θάρσει κατέπληξαν αὐτοὺς καὶ ταῖς χερσὶν ἀπέστρεψαν εἰς φυγήν. [162] οἱ δ' ἀναχωρήσαντες τῶν Ἰωνάθου στρατιωτῶν ὡς εἶδον τοὺς πολεμίους τραπέντας, ἐπισυλλεγέντες ἐκ τῆς φυγῆς ὥρμησαν αὐτοὺς διώκειν καὶ τοῦτ' ἐποίησαν μέχρι Κεδάσων, οὗ τὸ στρατόπεδον ἦν τοῖς πολεμίοις.

(8)[163] Κρατήσας οὖν Ἰωνάθης τῇ μάχῃ λαμπρῶς καὶ δισχιλίους τῶν ἐχθρῶν ἀποκτείνας ὑπέστρεψεν εἰς Ἱεροσόλυμα. ὁρῶν οὖν, ὅτι πάντ' αὐτῷ κατὰ νοῦν προνοίᾳ θεοῦ χωρεῖ, πρὸς Ῥωμαίους πρεσβευτὰς ἀπέστειλεν, ἀνανεώσασθαι βουλόμενος τὴν γενομένην τῷ ἔθνει πρὸς αὐτοὺς ἔμπροσθεν φιλίαν. [164] τοῖς δ' αὐτοῖς πρεσβευταῖς ἐπέστειλεν ἀπὸ τῆς Ῥώμης ἀναστρέφουσιν πρὸς τοὺς Σπαρτιάτας ἀφικέσθαι καὶ τὴν πρὸς αὐτοὺς ὑπομνῆσαι φιλίαν καὶ συγγένειαν. οἱ δ' ὡς ἦλθον εἰς τὴν Ῥώμην παρελθόντες εἰς τὴν βουλὴν αὐτῶν καὶ τὰ παρὰ Ἰωνάθου τοῦ ἀρχιερέως εἰπόντες, ὡς πέμψειεν αὐτοὺς ἐπὶ τῇ τῆς συμμαχίας βεβαιώσει, [165] τῆς βουλῆς ἐπικυρωσάσης τὰ πρότερον αὐτῇ περὶ τῆς Ἰουδαίων φιλίας ἐγνωσμένα καὶ δούσης ἐπιστολὰς πρὸς ἅπαντας τοὺς βασιλεῖς τῆς Ἀσίας καὶ Εὐρώπης καὶ τῶν πόλεων ἄρχοντας αὐτοῖς κομίζειν, ὅπως ἀσφαλοῦς τῆς εἰς τὴν οἰκείαν κομιδῆς δι' αὐτῶν τύχωσιν, ἀναστρέφοντες εἰς τὴν Σπάρτην παρεγένοντο καὶ τὰς ἐπιστολάς, ἃς ἔλαβον παρὰ Ἰωνάθου, αὐτοῖς ἀπέδοσαν. [166] τὸ δ' ἀντίγραφον ἦν τόδε: “ἀρχιερεὺς Ἰωνάθης τοῦ ἔθνους τῶν Ἰουδαίων καὶ ἡ γερουσία καὶ τὸ κοινὸν τῶν ἱερέων Λακεδαιμονίων ἐφόροις καὶ γερουσίᾳ καὶ δήμῳ τοῖς ἀδελφοῖς χαίρειν. εἰ ἐρρωμένοις ὑμῖν καὶ τὰ κοινὰ καὶ τὰ ἴδια χωρεῖ κατὰ νοῦν, οὕτως ἂν ἔχοι ὡς βουλόμεθα, ἐρρώμεθα δὲ καὶ ἡμεῖς. [167] ἐπειδὴ τοῖς ἔμπροσθεν χρόνοις κομισθείσης Ὀνίᾳ τῷ γενομένῳ ἀρχιερεῖ παρ' ἡμῖν παρὰ Ἀρέως τοῦ βασιλεύσαντος ὑμῶν ἐπιστολῆς διὰ Δημοτέλους περὶ τῆς ὑπαρχούσης ὑμῖν πρὸς ἡμᾶς συγγενείας, ἧς ὑποτέτακται τὸ ἀντίγραφον, τήν τε ἐπιστολὴν ἐδεξάμεθα προθύμως καὶ τῷ Δημοτέλει καὶ τῷ Ἀρεῖ εὐνοικῶς διετέθημεν, οὐ δεόμενοι τῆς τοιαύτης ἀποδείξεως διὰ τὸ ἐκ τῶν ἱερῶν ἡμῶν πεπιστεῦσθαι γραμμάτων, [168] τὸ μὲν προκατάρχειν τῆς ἀναγνωρίσεως οὐδὲ δοκιμάζομεν μὴ καὶ προαρπάζειν δοκῶμεν τὴν παρ' ὑμῶν διδομένην δόξαν, πολλῶν δὲ χρόνων διαγενομένων ἀπὸ τῆς ἐξ ἀρχῆς ἀναποληθείσης ἡμῖν οἰκειότητος ἐν ταῖς ἱεραῖς καὶ ἐπωνύμοις ἡμέραις θυσίας τῷ θεῷ προσφέροντες καὶ ὑπὲρ τῆς ὑμετέρας σωτηρίας τε καὶ νίκης αὐτὸν παρακαλοῦμεν. [169] πολλῶν δ' ἡμᾶς πολέμων περιστάντων διὰ τὴν τῶν γειτνιώντων πλεονεξίαν οὔθ' ὑμῖν οὔτ' ἄλλῳ τῶν προσηκόντων ἡμῖν ἐνοχλεῖν ἐκρίναμεν. καταγωνισάμενοι δὲ τοὺς πολεμίους πέμποντες πρὸς Ῥωμαίους Νουμήνιον τὸν Ἀντιόχου καὶ Ἀντίπατρον τὸν Ἰάσονος τῶν ἀπὸ τῆς γερουσίας ὄντων παρ' ἡμῖν ἐν τιμῇ, ἐδώκαμεν αὐτοῖς καὶ πρὸς ὑμᾶς ἐπιστολάς, ὅπως ἀνανεώσωνται τὴν πρὸς ὑμᾶς ἡμῖν συγγένειαν. [170] καλῶς οὖν ποιήσετε καὶ αὐτοὶ γράφοντες ἡμῖν καὶ περὶ ὧν ἂν δέησθε ἐπιστέλλοντες, ὡς εἰς ἅπαντα προθυμησομένοις ὑπὲρ τῆς ὑμετέρας προαιρέσεως.” οἱ μὲν οὖν Λακεδαιμόνιοι τούς τε πρεσβευτὰς φιλοφρόνως ὑπεδέξαντο καὶ ψήφισμα ποιησάμενοι περὶ συμμαχίας καὶ φιλίας πρὸς αὐτοὺς ἀπέστειλαν.

(9)[171] Κατὰ δὲ τὸν χρόνον τοῦτον τρεῖς αἱρέσεις τῶν Ἰουδαίων ἦσαν, αἳ περὶ τῶν ἀνθρωπίνων πραγμάτων διαφόρως ὑπελάμβανον, ὧν ἡ μὲν Φαρισαίων ἐλέγετο, ἡ δὲ Σαδδουκαίων, ἡ τρίτη δὲ Ἐσσηνῶν. [172] οἱ μὲν οὖν Φαρισαῖοι τινὰ καὶ οὐ πάντα τῆς εἱμαρμένης ἔργον εἶναι λέγουσιν, τινὰ δ' ἐφ' ἑαυτοῖς ὑπάρχειν συμβαίνειν τε καὶ μὴ γίνεσθαι. τὸ δὲ τῶν Ἐσσηνῶν γένος πάντων τὴν εἱμαρμένην κυρίαν ἀποφαίνεται καὶ μηδὲν ὃ μὴ κατ' ἐκείνης ψῆφον ἀνθρώποις ἀπαντᾶν. [173] Σαδδουκαῖοι δὲ τὴν μὲν εἱμαρμένην ἀναιροῦσιν οὐδὲν εἶναι ταύτην ἀξιοῦντες οὐδὲ κατ' αὐτὴν τὰ ἀνθρώπινα τέλος λαμβάνειν, ἅπαντα δὲ ἐφ' ἡμῖν αὐτοῖς κεῖσθαι, ὡς καὶ τῶν ἀγαθῶν αἰτίους ἡμᾶς γινομένους καὶ τὰ χείρω παρὰ τὴν ἡμετέραν ἀβουλίαν λαμβάνοντας. ἀλλὰ περὶ μὲν τούτων ἀκριβεστέραν πεποίημαι δήλωσιν ἐν τῇ δευτέρᾳ βίβλῳ τῆς Ἰουδαικῆς πραγματείας.

(10)[174] Οἱ δὲ τοῦ Δημητρίου στρατηγοὶ τὴν γεγενημένην ἧτταν ἀναμαχέσασθαι βουλόμενοι, πλείω τῆς προτέρας δύναμιν συναγαγόντες ἦλθον ἐπὶ τὸν Ἰωνάθην. ὁ δὲ ἐπιόντας πυθόμενος ὀξέως ἀπήντησεν αὐτοῖς εἰς τὴν Ἀμαθῖτιν: οὐ γὰρ ἔγνω σχολὴν αὐτοῖς παρασχεῖν, ὥστ' εἰς τὴν Ἰουδαίαν ἐμβαλεῖν. [175] στρατοπεδευσάμενος δὲ τῶν πολεμίων ἄπωθεν σταδίοις πεντήκοντα πέμπει τοὺς κατοψομένους αὐτῶν τὴν παρεμβολὴν καὶ πῶς εἶεν ἐστρατοπεδευκότες. τῶν δὲ κατασκόπων πάντ' αὐτῷ φρασάντων καί τινας συλλαβόντων νυκτός, οἳ αὐτοῖς μέλλειν ἐπιτίθεσθαι τοὺς πολεμίους ἐμήνυον, προγνοὺς ἠσφαλίσατο, [176] προφυλακάς τε ποιησάμενος ἔξω τοῦ στρατοπέδου καὶ τὴν δύναμιν δι' ὅλης τῆς νυκτὸς ἐν τοῖς ὅπλοις ἔχων ἅπασαν καὶ παρηγγελκὼς αὐτοῖς τὰς ψυχὰς ἐρρωμένους εἶναι καὶ ταῖς διανοίαις οὕτως ἔχειν, ὡς καὶ διὰ τῆς νυκτὸς εἰ δεήσειε μαχεσομένους, ὥστε μὴ λαθεῖν αὐτῶν τὴν προαίρεσιν. [177] οἱ δὲ τοῦ Δημητρίου στρατηγοὶ πυθόμενοι τὸν Ἰωνάθην ἐγνωκότα οὐκέτι τὴν γνώμην ἦσαν ὑγιεῖς, ἀλλ' ἐτάραττεν αὐτοὺς τὸ καταφώρους τοῖς ἐχθροῖς γεγονέναι καὶ μηδενὶ προσδοκᾶν αὐτῶν ἐπικρατήσειν ἑτέρῳ τῆς ἐπιβουλῆς διημαρτημένης: ἐκ γὰρ τοῦ φανεροῦ διακινδυνεύοντες οὐκ ἐνόμιζον εἶναι τοῖς Ἰωνάθου ἀξιόμαχοι. [178] φυγὴν οὖν ἐβουλεύσαντο, καὶ πυρὰ καύσαντες πολλά, ὡς ὁρῶντες οἱ πολέμιοι μένειν αὐτοὺς ὑπολάβοιεν, ἀνεχώρησαν. ὁ δὲ Ἰωνάθης ἕωθεν προσμίξας αὐτῶν τῷ στρατοπέδῳ καὶ καταλαβὼν ἔρημον αὐτό, συνεὶς ὅτι πεφεύγασιν ἐδίωκεν. [179] οὐ μέντοι φθάνει καταλαβεῖν: ἤδη γὰρ τὸν Ἐλεύθερον ποταμὸν διαβεβηκότες ἦσαν ἐν ἀσφαλεῖ. ποιησάμενος οὖν ἐκεῖθεν τὴν ὑποστροφὴν εἰς τὴν Ἀραβίαν καὶ πολεμήσας τοὺς Ναβατηνοὺς καὶ πολλὴν αὐτῶν λείαν ἀπελάσας καὶ λαβὼν αἰχμαλώτους ἐλθὼν εἰς Δαμασκὸν ἐκεῖ πάντα ἀπέδοτο. [180] ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν καὶ Σίμων ὁ ἀδελφὸς αὐτοῦ τὴν Ἰουδαίαν ἅπασαν ἐπελθὼν καὶ τὴν Παλαιστίνην ἕως Ἀσκάλωνος ἠσφαλίσατο φρουρίοις, καὶ ποιήσας ταῦτα καὶ τοῖς οἰκοδομήμασιν ὀχυρώτατα καὶ ταῖς φυλακαῖς ἦλθεν εἰς Ἰόππην καὶ καταλαβόμενος αὐτὴν εἰσήγαγεν μεγάλην φρουράν: ἤκουσε γὰρ τοὺς Ἰοππηνοὺς βουλομένους τοῖς Δημητρίου στρατηγοῖς παραδοῦναι τὴν πόλιν.

(11)[181] Ταῦτ' οὖν διοικησάμενοι ὅ τε Σίμων καὶ Ἰωνάθης ἦλθον εἰς Ἱεροσόλυμα. συναγαγὼν δὲ τὸν λαὸν ἅπαντα εἰς τὸ ἱερὸν Ἰωνάθης συνεβουλεύετο τά τε τείχη τῶν Ἱεροσολυμιτῶν ἐπισκευάσαι καὶ τὸ καθῃρημένον τοῦ περὶ τὸ ἱερὸν περιβόλου πάλιν ἀναστῆσαι καὶ πύργοις ὑψηλοῖς ἐξοχυρῶσαι τὰ περὶ αὐτό, [182] πρὸς τούτοις δὲ καὶ μέσον τῆς πόλεως ἄλλο τεῖχος ἀνοικοδομησαμένους ἀποφράξαι τοῖς ἐν τῇ ἄκρᾳ φρουροῖς τὴν πόλιν καὶ τῆς εὐπορίας αὐτοὺς τῶν σιτίων τοῦτον ἀποκλεῖσαι τὸν τρόπον, ἔτι γε μὴν καὶ τὰ ἐν τῇ χώρᾳ φρούρια ποιῆσαι πολὺ τῆς ὑπαρχούσης αὐτοῖς ἀσφαλείας ὀχυρώτερα. [183] τῆς δὲ γνώμης καὶ τῷ πλήθει δοκιμασθείσης καλῶς ἔχειν αὐτὸς μὲν τὰ κατὰ τὴν πόλιν ᾠκοδόμει, Σίμωνα δὲ τὰ κατὰ τὴν χώραν ἐξέπεμψεν ἀσφαλισόμενον. [184] ὁ δὲ Δημήτριος διαβὰς εἰς τὴν Μεσοποταμίαν ἧκεν ταύτην τε βουλόμενος καὶ τὴν Βαβυλῶνα κατασχεῖν, [185] καὶ τῶν ἄνω σατραπειῶν ἐγκρατὴς γενόμενος ἐντεῦθεν ποιεῖσθαι τὰς ὅλης τῆς βασιλείας ἀφορμάς: καὶ γὰρ οἱ ταύτῃ κατοικοῦντες Ἕλληνες καὶ Μακεδόνες συνεχῶς ἐπρεσβεύοντο πρὸς αὐτόν, εἰ πρὸς αὐτοὺς ἀφίκοιτο, παραδώσειν μὲν αὑτοὺς ὑπισχνούμενοι, συγκαταπολεμήσειν δὲ Ἀρσάκην τὸν Πάρθων βασιλέα. [186] ταύταις ἐπαρθεὶς ταῖς ἐλπίσιν ὥρμησεν πρὸς αὐτούς, εἰ καταστρέψαιτο τοὺς Πάρθους καὶ γένοιτ' αὐτῷ δύναμις, τὸν Τρύφωνα πολεμῆσαι διεγνωκὼς καὶ τῆς Συρίας ἐκβαλεῖν. δεξαμένων δὲ αὐτὸν προθύμως τῶν ἐν τῇ χώρᾳ, συναγαγὼν δύναμιν ἐπολέμησεν πρὸς τὸν Ἀρσάκην, καὶ τὴν στρατιὰν πᾶσαν ἀποβαλὼν αὐτὸς ζῶν ἐλήφθη, καθὼς καὶ ἐν ἄλλοις δεδήλωται.

 

VI

(1)[187] Τρύφων δ' ἐπειδὴ τὰ περὶ τὸν Δημήτριον ἔγνω τοιοῦτο λαβόντα τέλος οὐκέτ' ἦν Ἀντιόχῳ βέβαιος, ἀλλ' ἐπεβούλευεν ὥστ' αὐτὸν ἀποκτείνας τὴν βασιλείαν αὐτὸς κατασχεῖν. ἐνεπόδιζέ γε μὴν αὐτοῦ τὴν προαίρεσιν ταύτην ὁ παρὰ Ἰωνάθου φόβος φίλου τυγχάνοντος Ἀντιόχῳ, καὶ διὰ τοῦτ' ἐκποδὼν ποιήσασθαι τὸν Ἰωνάθην πρῶτον ἔγνω καὶ τότε τοῖς περὶ τὸν Ἀντίοχον ἐγχειρεῖν. [188] ἀπάτῃ δ' αὐτὸν καὶ δόλῳ κρίνας ἀνελεῖν εἰς Βαιθσὰν ἐκ τῆς Ἀντιοχείας παραγίνεται τὴν καλουμένην ὑφ' Ἑλλήνων Σκυθόπολιν, εἰς ἣν μετὰ τεσσάρων αὐτῷ μυριάδων Ἰωνάθης ἀπήντησεν ἐπιλέκτου στρατοῦ: πολεμήσοντα γὰρ αὐτὸν ἥκειν ὑπελάμβανεν. [189] ὁ δ' ἕτοιμον εἰς μάχην γνοὺς τὸν Ἰωνάθην ὑπέρχεται δώροις αὐτὸν καὶ φιλοφρονήσει, καὶ τοῖς ἡγεμόσιν αὐτοῦ πειθαρχεῖν Ἰωνάθῃ προσέταξεν, τούτοις πιστώσασθαι βουλόμενος εὔνοιαν καὶ πᾶσαν ὑπόνοιαν ἐξελεῖν εἰς τὸ καταφρονήσαντα λαβεῖν ἀφύλακτον οὐδὲν προορώμενον. [190] τήν τε στρατιὰν συνεβούλευεν ἀπολῦσαι: καὶ γὰρ νῦν οὐ δεόντως αὐτὴν ἐπάγεσθαι, πολέμου μὲν οὐκ ὄντος, εἰρήνης δὲ ἐχούσης τὰ πράγματα: κατασχόντα μέντοι γε περὶ αὐτὸν ὀλίγους εἰς Πτολεμαίδα συνελθεῖν παρεκάλει: παραδώσειν γὰρ αὐτῷ τὴν πόλιν τά τε ἄλλα πάνθ' ὅσα κατὰ τὴν χώραν ἐστὶν ὀχυρώματα ποιήσειν ἐπ' αὐτῷ: καὶ γὰρ τούτων ἕνεκα παρεῖναι.

(2)[191] Ὁ μὲν οὖν Ἰωνάθης οὐδὲν τούτων ὑπονοήσας, ἀλλ' ὑπ' εὐνοίας καὶ γνώμης ἀληθοῦς τὸν Τρύφωνα συμβουλεῦσαι ταῦτα πιστεύσας τὴν μὲν στρατιὰν ἀπέλυσεν, τρισχιλίους δὲ κατασχὼν μόνους τοὺς μὲν δισχιλίους ἐν τῇ Γαλιλαίᾳ κατέλιπεν, αὐτὸς δὲ μετὰ τῶν χιλίων ἧκεν εἰς Πτολεμαίδα σὺν Τρύφωνι. [192] τῶν δ' ἐν τῇ Πτολεμαίδι κλεισάντων τὰς πύλας, τοῦτο γὰρ ἦν αὐτοῖς ὑπὸ τοῦ Τρύφωνος προστεταγμένον, Ἰωνάθην ἐζώγρησεν, τοὺς δὲ σὺν αὐτῷ πάντας ἀπέκτεινεν. ἔπεμψεν δὲ καὶ ἐπὶ τοὺς ἐν τῇ Γαλιλαίᾳ καταλειφθέντας δισχιλίους, ὅπως ἂν καὶ τούτους ἀπολέσωσιν: [193] ἀλλ' οὗτοι μὲν ὑπὸ φήμης τῶν περὶ τὸν Ἰωνάθην συμβεβηκότων ἔφθησαν πρὶν ἢ τοὺς ὑπὸ Τρύφωνος ἀπεσταλμένους ἀφικέσθαι φραξάμενοι τοῖς ὅπλοις ἐκ τῆς χώρας ἀπελθεῖν. οἱ δ' ἐπ' αὐτοὺς πεμφθέντες ἰδόντες ἑτοίμους ὑπὲρ τῶν ψυχῶν ἀγωνίζεσθαι μηδὲν αὐτοῖς ἐνοχλήσαντες πρὸς τὸν Τρύφωνα ὑπέστρεψαν.

(3)[194] Οἱ δ' ἐν τοῖς Ἱεροσολύμοις ἀκούσαντες τὴν Ἰωνάθου σύλληψιν καὶ τὴν τῶν σὺν αὐτῷ στρατιωτῶν ἀπώλειαν αὐτόν τε ἐκεῖνον ἐπὶ τοῖς συμβεβηκόσιν ὠλοφύροντο καὶ δεινὴ τἀνδρὸς ἐπιζήτησις παρὰ πᾶσιν ἦν, [195] δέος τε μέγα καὶ κατὰ λόγον αὐτοῖς ἐμπεσὸν ἐλύπει, μὴ τῆς Ἰωνάθου ἀνδρείας ἅμα καὶ προνοίας ἀφῃρημένων τὰ πέριξ ἔθνη χαλεπῶς ἔχοντα πρὸς αὐτοὺς καὶ διὰ Ἰωνάθην ἠρεμοῦντα νῦν αὐτοῖς ἐπισυστῇ καὶ πολεμοῦντες εἰς τοὺς περὶ τῶν ἐσχάτων κινδύνους ἀναγκάζωνται καθίστασθαι. [196] καὶ δὴ τοῦτ' αὐτοῖς ὡς ὑπενόουν συνέπεσεν: τὸν γὰρ Ἰωνάθου ἀκούσαντες θάνατον οἱ ἐκ τῶν ἐθνῶν πολεμεῖν ἤρξαντο τοὺς Ἰουδαίους ὡς ἀποροῦντας ἡγεμόνος. αὐτὸς δ' ὁ Τρύφων δύναμιν συναγαγὼν γνώμην εἶχεν ἀναβὰς εἰς τὴν Ἰουδαίαν πολεμεῖν τοὺς ἐν αὐτῇ. [197] Σίμων δ' ὁρῶν πρὸς ταῦτα τοὺς Ἱεροσολυμίτας καταπεπληγότας, βουλόμενος αὐτοὺς εἰς τὸ ὑποστῆναι προθύμως ἐπιόντα τὸν Τρύφωνα θαρραλεωτέρους ποιῆσαι τῷ λόγῳ, συγκαλέσας τὸν δῆμον εἰς τὸν ἱερὸν ἐντεῦθεν αὐτοὺς παρακαλεῖν ἤρξατο: [198] “τὸ μὲν ὑπὲρ τῆς ὑμετέρας ἐλευθερίας, ὁμόφυλοι, μετὰ τοῦ πατρὸς ἐγώ τε καὶ οἱ ἀδελφοί μου ὡς ἐτολμήσαμεν ἀσμένως ἀποθανεῖν οὐκέτ' ἀγνοεῖτε. παραδειγμάτων δὲ τοιούτων εὐποροῦντός μου κἀκ τοῦ θνήσκειν ὑπὲρ τῶν νόμων καὶ τῆς θρησκείας τοὺς ἐκ τῆς ἡμετέρας οἰκίας γενομένους ἡγησαμένου φόβος οὐδὲ εἷς ἔσται τηλικοῦτος, ὃς ταύτην ἡμῶν τὴν διάνοιαν ἐκβαλεῖ τῆς ψυχῆς, ἀντεισάξει δ' εἰς αὐτὴν φιλοζωίαν καὶ δόξης καταφρόνησιν. [199] ὅθεν ὡς οὐκ ἀποροῦντες ἡγεμόνος οἵου τε καὶ πάσχειν ὑπὲρ ὑμῶν τὰ μέγιστα καὶ δρᾶν ἕπεσθέ μοι προθύμως ἐφ' οὓς ἂν ἡγῶμαι: οὔτε γὰρ κρείττων ἐγὼ τῶν ἀδελφῶν τῶν ἐμῶν, ἵνα φείδωμαι τῆς ἐμαυτοῦ ψυχῆς, οὔτε χείρων, ἵν' ὃ κάλλιστον ἐκείνοις ἔδοξεν τὸ τελευτᾶν ὑπὲρ τῶν νόμων καὶ τῆς τοῦ θεοῦ θρησκείας ὑμῶν τοῦτ' ἐγὼ φύγω καὶ καταλίπω. [200] οἷς δέ με δεῖ γνήσιον ἐκείνων ἀδελφὸν φανῆναι τούτοις ἀδελφὸν ἐμαυτὸν ἐπιδείξω: θαρρῶ γὰρ ὡς καὶ δίκην ληψόμενος παρὰ τῶν πολεμίων καὶ πάντας ὑμᾶς μετὰ γυναικῶν καὶ τέκνων τῆς ἐξ αὐτῶν ὕβρεως ῥυσόμενος καὶ τὸ ἱερὸν ἀπόρθητον μετὰ τοῦ θεοῦ διαφυλάξων: τὰ γὰρ ἔθνη βλέπω καταφρονήσαντα ὑμῶν ὡς οὐκ ἐχόντων ἡγεμόνα πρὸς τὸ πολεμεῖν ὡρμημένα.”

(4)[201] Τούτους ποιησαμένου τοῦ Σίμωνος τοὺς λόγους ἀνεθάρσησεν τὸ πλῆθος, καὶ ταῖς ψυχαῖς ἐνδεδωκὸς ὑπὸ δειλίας ἀνηγέρθη πρὸς τὴν ἀμείνω καὶ ἀγαθὴν ἐλπίδα, ὡς ἀθρόως πάντα τὸν λαὸν ἐκβοῆσαι τὸν Σίμωνα αὐτῶν ἡγεῖσθαι καὶ ἀντὶ Ἰούδου καὶ Ἰωνάθου τῶν ἀδελφῶν αὐτοῦ τὴν προστασίαν ἔχειν: ἔσεσθαι γὰρ πρὸς ὅ τι κελεύσαι πειθηνίους. [202] συναθροίσας δ' εὐθὺς πᾶν ὅσον ἦν τὸ πολεμικὸν τῆς οἰκείας ἰσχύος ἔσπευδε τὰ τείχη τῆς πόλεως ἀνοικοδομῆσαι, καὶ πύργοις αὐτὴν ὑψηλοτάτοις καὶ καρτεροῖς ἀσφαλισάμενος ἀπέστειλεν μὲν Ἰωνάθην τινὰ φίλον Ἀψαλώμου παῖδα μετὰ στρατιᾶς εἰς Ἰόππην προστάξας αὐτῷ τοὺς οἰκήτορας ἐκβαλεῖν: ἐδεδίει γάρ, μὴ παραδῶσιν οὗτοι τὴν πόλιν τῷ Τρύφωνι. αὐτὸς δ' ὑπομείνας ἐφύλαττε τὰ Ἱεροσόλυμα.

(5)[203] Ὁ δὲ Τρύφων ἄρας ἐκ Πτολεμαίδος μετὰ στρατιᾶς πολλῆς εἰς τὴν Ἰουδαίαν παραγίνεται καὶ τὸν Ἰωνάθην δέσμιον ἄγων. ἀπήντησε δ' αὐτῷ καὶ Σίμων μετὰ τῆς αὐτοῦ δυνάμεως εἰς Ἄδδιδα πόλιν, ἥτις ἐπ' ὄρους κειμένη τυγχάνει, ὑφ' ἧς ὑπόκειται τὰ τῆς Ἰουδαίας πεδία. [204] γνοὺς δὲ Τρύφων ἡγεμόνα τὸν Σίμωνα ὑπὸ τῶν Ἰουδαίων καθεσταμένον ἔπεμψεν πρὸς αὐτὸν καὶ τοῦτον ἀπάτῃ καὶ δόλῳ περιελθεῖν βουλόμενος, κελεύων αὐτόν, εἰ θέλει λυθῆναι τὸν ἀδελφὸν Ἰωνάθην, πέμψαι τάλαντα ἑκατὸν ἀργυρίου καὶ δύο τῶν παίδων τῶν Ἰωνάθου ὁμήρους, ὅπως μὴ ἀφεθεὶς ἀποστήσῃ τὴν Ἰουδαίαν βασιλέως: ἄρτι γὰρ αὐτὸν διὰ τὸ ἀργύριον, ὃ τῷ βασιλεῖ χρησάμενος ὤφειλε, φυλάττεσθαι δεδεμένον. [205] ὁ δὲ Σίμων τὴν τέχνην τὴν τοῦ Τρύφωνος οὐκ ἠγνόησεν, ἀλλὰ συνεὶς ὅτι καὶ τὸ ἀργύριον ἀπολέσει δοὺς καὶ τὸν ἀδελφὸν οὐ λύσει, μετ' αὐτοῦ δὲ καὶ τοὺς παῖδας ἐκδώσει τῷ πολεμίῳ, φοβούμενος δέ, μὴ διαβληθῇ πρὸς τὸ πλῆθος ὡς αἴτιος αὐτὸς τἀδελφῷ θανάτου γενόμενος, ὅτι μήτε τὰ χρήματα μήτε τοὺς υἱοὺς ἔδωκεν ὑπὲρ αὐτοῦ, συναγαγὼν τὴν στρατιὰν ἐδήλωσεν αὐτῇ τὰ παρὰ τοῦ Τρύφωνος, [206] εἰπὼν ὅτι ταῦτα καὶ ἐνέδραν καὶ ἐπιβουλὴν ἔχει: ὅμως αἱρετώτερον εἶναι πέμψαι τὰ χρήματ' αὐτῷ καὶ τοὺς υἱοὺς ἢ τοῖς ὑπὸ Τρύφωνος προβαλλομένοις μὴ ὑπακούσαντα λαβεῖν αἰτίαν ὡς τὸν ἀδελφὸν σῶσαι μὴ θελήσας. καὶ Σίμων μὲν τούς τε Ἰωνάθου παῖδας ἐξέπεμψεν καὶ τὰ χρήματα. [207] λαβὼν δὲ ὁ Τρύφων οὐκ ἐτήρησεν τὴν πίστιν οὐδὲ ἀπέλυσε τὸν Ἰωνάθην, ἀλλὰ τὴν στρατιὰν ἀναλαβὼν ἐκπεριῆλθε τὴν χώραν καὶ διὰ τῆς Ἰδουμαίας ἀναβαίνειν διεγνώκει τὸ λοιπὸν εἰς Ἱεροσόλυμα, καὶ παραγενόμενος ἧκεν εἰς Ἄδωρα πόλιν τῆς Ἰδουμαίας. ἀντιπαρῆγεν δ' ὁ Σίμων μετὰ τῆς στρατιᾶς ἀεὶ καταστρατοπεδευόμενος ἐξ ἐναντίας αὐτοῦ.

(6)[208] Τῶν δ' ἐν τῇ ἄκρᾳ πεμψάντων πρὸς Τρύφωνα καὶ παρακαλούντων σπεῦσαι πρὸς αὐτοὺς καὶ τροφὰς αὐτοῖς πέμψαι, παρεσκεύασε τὴν ἵππον ὡς διὰ τῆς νυκτὸς ἐκείνης ἐν Ἱεροσολύμοις ἐσόμενος. ἀλλὰ χιὼν διὰ νυκτὸς πολλὴ πεσοῦσα καὶ τάς τε ὁδοὺς καλύψασα καὶ ἄπορον ἵπποις μάλιστα πεζεύειν ὑπὸ βάθους τὴν πορείαν παρασχοῦσα διεκώλυσεν αὐτὸν ἐλθεῖν εἰς τὰ Ἱεροσόλυμα. [209] διόπερ ἐκεῖθεν ἄρας ὁ Τρύφων εἰς τὴν κοίλην ἀφικνεῖται Συρίαν, σπουδῇ τε εἰς τὴν Γαλαδῖτιν ἐμβαλὼν τόν τε Ἰωνάθην ἀποκτείνας αὐτόθι καὶ ταφῆναι κελεύσας αὐτὸς εἰς τὴν Ἀντιόχειαν ὑπέστρεψεν. [210] ὁ δὲ Σίμων πέμψας εἰς Βασκὰ πόλιν μετακομίζει τὰ τοῦ ἀδελφοῦ ὀστᾶ, καὶ κηδεύει μὲν ταῦτα ἐν Μωδεεῖ τῇ πατρίδι, πένθος δ' ἐπ' αὐτῷ μέγα πᾶς ὁ λαὸς ἐποιήσατο. [211] Σίμων δὲ καὶ μνημεῖον μέγιστον ᾠκοδόμησεν τῷ τε πατρὶ καὶ τοῖς ἀδελφοῖς ἐκ λίθου λευκοῦ καὶ ἀνεξεσμένου. εἰς πολὺ δ' αὐτὸ καὶ περίοπτον ἀναγαγὼν ὕψος στοὰς περὶ αὐτὸ βάλλεται καὶ στύλους μονολίθους θαυμαστὸν ἰδεῖν χρῆμα ἀνίστησιν, πρὸς τούτοις δὲ καὶ πυραμίδας ἑπτὰ τοῖς τε γονεῦσιν καὶ τοῖς ἀδελφοῖς ἑκάστῳ μίαν ᾠκοδόμησεν εἰς ἔκπληξιν μεγέθους τε ἕνεκα καὶ κάλλους πεποιημένας, αἳ καὶ μέχρι δεῦρο σώζονται. [212] καὶ περὶ μὲν τῆς Ἰωνάθου ταφῆς καὶ τῆς τῶν μνημείων οἰκοδομίας τοῖς οἰκείοις Σίμωνος τοσαύτην σπουδὴν οἴδαμεν γενομένην. ἀπέθανεν δὲ Ἰωνάθης ἀρχιερατεύων ἔτη τέσσαρα προστὰς τοῦ γένους. καὶ τὰ μὲν περὶ τῆς τούτου τελευτῆς ἐν τούτοις ἦν.

(7)[213] Σίμων δὲ κατασταθεὶς ἀρχιερεὺς ὑπὸ τοῦ πλήθους τῷ πρώτῳ τῆς ἀρχιερωσύνης ἔτει τῆς ἐπὶ τοῖς Μακεδόσι δουλείας τὸν λαὸν ἠλευθέρωσεν ὡς μηκέτι φόρους αὐτοῖς τελεῖν: ἡ δὲ ἐλευθερία καὶ τὸ ἀνείσφορον τοῖς Ἰουδαίοις μετὰ ἑβδομήκοντα καὶ ἑκατὸν ἔτη τῶν Συρίας βασιλέων ἐξ οὗ χρόνου Σέλευκος ὁ Νικάτωρ ἐπικληθεὶς κατέσχεν Συρίαν ὑπῆρξεν. [214] τοσαύτη δ' ἦν ἡ τοῦ πλήθους περὶ τὸν Σίμωνα φιλοτιμία, ὥστ' ἐν τοῖς πρὸς ἀλλήλους συμβολαίοις καὶ τοῖς δημοσίοις γράμμασιν ἐπὶ πρώτου ἔτους γράφειν Σίμωνος καὶ εὐεργέτου Ἰουδαίων καὶ ἐθνάρχου: εὐτύχησαν γὰρ ἐπ' αὐτοῦ σφόδρα καὶ τῶν ἐχθρῶν τῶν περιοίκων ἐκράτησαν. [215] κατεστρέψατο γὰρ Σίμων Γάζαρά τε πόλιν καὶ Ἰόππην καὶ Ἰάμνειαν, ἐκπολιορκήσας δὲ καὶ τὴν ἐν τοῖς Ἱεροσολύμοις ἄκραν εἰς ἔδαφος αὐτὴν καθεῖλεν, ὡς ἂν μὴ τοῖς ἐχθροῖς ὁρμητήριον ᾖ καταλαμβανομένοις αὐτὴν τοῦ κακῶς ποιεῖν, ὡς καὶ τότε. καὶ τοῦτο ποιήσας ἄριστον ἐδόκει καὶ συμφέρον καὶ τὸ ὄρος ἐφ' οὗ τὴν ἄκραν εἶναι συνέβαινεν καθελεῖν, ὅπως ὑψηλότερον ᾖ τὸ ἱερόν. [216] καὶ δὴ τοῦτ' ἔπειθεν εἰς ἐκκλησίαν καλέσας τὸ πλῆθος ὑπ' αὐτοῦ γίνεσθαι, ὧν τε ἔπαθον ὑπὸ τῶν φρουρῶν καὶ τῶν φυγάδων Ἰουδαίων ὑπομιμνήσκων, ἅ τε πάθοιεν ἄν, εἰ πάλιν κατάσχοι τὴν βασιλείαν ἀλλόφυλος φρουρᾶς ἐν αὐτῇ κατασταθείσης. [217] ταῦτα λέγων πείθει τὸ πλῆθος παραινῶν αὐτῷ τὰ συμφέροντα. καὶ πάντες προσβαλόντες καθῄρουν τὸ ὄρος καὶ μήτε νυκτὸς μήθ' ἡμέρας ἀπολυόμενοι τοῦ ἔργου τρισὶν αὐτὸ τοῖς πᾶσιν ἔτεσιν κατήγαγον εἰς ἔδαφος καὶ πεδινὴν λειότητα. καὶ τὸ λοιπὸν ἐξεῖχεν ἁπάντων τὸ ἱερὸν τῆς ἄκρας καὶ τοῦ ὄρους ἐφ' ᾧ ἦν καθῃρημένων. καὶ τὰ μὲν ἐπὶ Σίμωνος πραχθέντα τοῦτον εἶχεν τὸν τρόπον.

 

VII

(1)[218] Μετ' οὐ πολὺ δὲ τῆς αἰχμαλωσίας τῆς Δημητρίου τὸν Ἀλεξάνδρου υἱὸν Ἀντίοχον, ὃς καὶ Θεὸς ἐπεκλήθη, Τρύφων διέφθειρεν ἐπιτροπεύων αὐτοῦ τέσσαρα βασιλεύσαντα ἔτη. καὶ τὸν μέν, ὡς χειριζόμενος ἀποθάνοι, διήγγειλεν: [219] τοὺς δὲ φίλους καὶ τοὺς οἰκειοτάτους διέπεμπε πρὸς τοὺς στρατιώτας, ἐπαγγελλόμενος αὐτοῖς χρήματα πολλὰ δώσειν, εἰ βασιλέα χειροτονήσουσιν αὐτόν, Δημήτριον μὲν ὑπὸ Πάρθων αἰχμάλωτον γεγονέναι μηνύων, τὸν δ' ἀδελφὸν αὐτοῦ Ἀντίοχον παρελθόντα εἰς τὴν ἀρχὴν πολλὰ ποιήσειν αὐτοῖς κακὰ τῆς ἀποστάσεως ἀμυνόμενον. [220] οἱ δ' ἐλπίσαντες εὐπορίαν ἐκ τῆς Τρύφωνι δοθείσης βασιλείας ἀποδεικνύουσιν αὐτὸν ἄρχοντα. γενόμενος δὲ τῶν πραγμάτων ἐγκρατὴς ὁ Τρύφων διέδειξεν τὴν αὐτοῦ φύσιν οὖσαν πονηράν: ἰδιώτης μὲν γὰρ ὢν ἐθεράπευεν τὸ πλῆθος καὶ μετριότητα ὑπεκρίνατο δελεάζων αὐτὸ τούτοις εἰς ἅπερ ἐβούλετο, τὴν δὲ βασιλείαν λαβὼν ἀπεδύσατο τὴν ὑπόκρισιν καὶ ὁ ἀληθὴς Τρύφων ἦν. [221] τοὺς οὖν ἐχθροὺς διὰ ταῦτ' ἐποίει κρείττονας: τὸ μὲν γὰρ στρατιωτικὸν αὐτὸν μισοῦν ἀφίστατο πρὸς Κλεοπάτραν τὴν Δημητρίου γυναῖκα τότε ἐν Σελευκείᾳ μετὰ τῶν τέκνων ἐγκεκλεισμένην. [222] ἀλωμένου δὲ καὶ Ἀντιόχου τοῦ Δημητρίου ἀδελφοῦ, ὃς ἐπεκαλεῖτο Σωτήρ, καὶ μηδεμιᾶς αὐτὸν πόλεως δεχομένης διὰ Τρύφωνα, πέμπει πρὸς αὐτὸν Κλεοπάτρα καλοῦσα πρὸς αὐτὴν ἐπί τε γάμῳ καὶ βασιλείᾳ. ἐκάλει δὲ τὸν Ἀντίοχον ἐπὶ τούτοις ἅμα μὲν τῶν φίλων αὐτὴν ἀναπεισάντων, ἅμα δὲ καὶ τὴν πόλιν ἐνδιδόντων τινῶν ἐκ τῆς Σελευκείας τῷ Τρύφωνι δείσασα.

(2)[223] Γενόμενος δ' ἐν τῇ Σελευκείᾳ ὁ Ἀντίοχος καὶ τῆς ἰσχύος αὐτῷ καθ' ἡμέραν αὐξανομένης ὥρμησε πολεμήσων τὸν Τρύφωνα, καὶ κρατήσας αὐτοῦ τῇ μάχῃ τῆς ἄνω Συρίας ἐξέβαλεν εἰς τὴν Φοινίκην διώξας ἄχρι ταύτης εἴς τε Δῶρα φρούριόν τι δυσάλωτον ἐπολιόρκει συμφυγόντα. πέμπει δὲ καὶ πρὸς Σίμωνα τὸν τῶν Ἰουδαίων ἀρχιερέα περὶ φιλίας καὶ συμμαχίας πρέσβεις. [224] ὁ δὲ προσδέχεται προθύμως αὐτοῦ τὴν ἀξίωσιν, καὶ χρήματά τε πολλὰ καὶ τροφὴν τοῖς τὰ Δῶρα [στρατιώταις] πολιορκοῦσι πέμψας τὸν Ἀντίοχον ἀφθόνως ἐχορήγησεν, ὡς τῶν ἀναγκαιοτάτων αὐτῷ πρὸς ὀλίγον καιρὸν κριθῆναι φίλων. ὁ μὲν γὰρ Τρύφων ἐκ τῆς Δώρας φυγὼν εἰς Ἀπάμειαν καὶ ληφθεὶς ἐν αὐτῇ πολιορκίᾳ διεφθάρη βασιλεύσας ἔτη τρία.

(3)[225] Ὁ δ' Ἀντίοχος ὑπὸ πλεονεξίας καὶ φαυλότητος λήθην τῶν ἐκ Σίμωνος αὐτῷ πρὸς τὰς χρείας ὑπηρετηθέντων ἐποιήσατο, καὶ δύναμιν στρατιωτικὴν Κενδεβαίῳ παραδοὺς τῶν φίλων ἐπὶ τὴν τῆς Ἰουδαίας πόρθησιν καὶ τὴν Σίμωνος ἅλωσιν ἐξαπέστειλεν. [226] Σίμων δ' ἀκούσας τὴν Ἀντιόχου παρανομίαν καὶ πρεσβύτερος ὢν ἤδη ὅμως ὑπὸ τοῦ μὴ δικαίων τῶν παρ' Ἀντιόχου γινομένων τυγχάνειν παρορμηθεὶς καὶ τῆς ἡλικίας φρόνημα κρεῖττον λαβὼν νεανικῶς ἐστρατήγει τοῦ πολέμου. [227] καὶ τοὺς μὲν υἱεῖς μετὰ τῶν μαχιμωτέρων προεκπέμπει στρατιωτῶν, αὐτὸς δὲ κατ' ἄλλο μέρος προῄει μετὰ τῆς δυνάμεως, καὶ πολλοὺς ἐν τοῖς φαραγγώδεσι τῶν ὀρῶν τούτους εἰς ἐνέδραν καταστήσας διαμαρτάνει μὲν οὐδεμιᾶς τῶν ἐπιχειρήσεων, κρατήσας δὲ διὰ πάσης τῶν πολεμίων ἐν εἰρήνῃ τὸν λοιπὸν διήγαγεν χρόνον, ποιησάμενος καὶ αὐτὸς πρὸς Ῥωμαίους συμμαχίαν.

(4)[228] Ἦρξε μὲν οὖν ὀκτὼ τὰ πάντα τῶν Ἰουδαίων ἔτη, τελευτᾷ δὲ ἐξ ἐπιβουλῆς ἐν συμποσίῳ Πτολεμαίου τοῦ γαμβροῦ ταύτην ἐπ' αὐτὸν συστησαμένου, ὃς καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τοὺς δύο παῖδας συλλαβὼν καὶ δεδεμένους ἔχων ἔπεμψεν καὶ ἐπὶ Ἰωάννην τὸν τρίτον, τούτῳ δὲ καὶ Ὑρκανὸς ἦν ὄνομα, τοὺς διαφθεροῦντας. [229] αἰσθόμενος δὲ τοὺς ἐλθόντας ὁ νεανίσκος διαφυγὼν τὸν ἐξ αὐτῶν κίνδυνον εἰς τὴν πόλιν ἠπείγετο, θαρρῶν τῷ πλήθει διὰ τὰς τοῦ πατρὸς εὐεργεσίας καὶ διὰ τὸ Πτολεμαίου τοῖς ὄχλοις μῖσος. σπουδάσαντα δὲ καὶ Πτολεμαῖον εἰσελθεῖν δι' ἄλλης πύλης ὁ δῆμος ἀπεώσατο τὸν Ὑρκανὸν ἤδη προσδεδεγμένος.

 

VIII

(1)[230] Καὶ ὁ μὲν εἰς ἕν τι τῶν ὑπὲρ Ἱεριχοῦντος ἐρυμάτων ἀνεχώρησεν Δαγὼν λεγόμενον. ἀπολαβὼν δὲ τὴν πάτριον ἀρχιερωσύνην Ὑρκανὸς καὶ τὸν θεὸν πρώταις θυσίαις παραστησάμενος ἐπὶ τὸν Πτολεμαῖον ἐξεστράτευσεν, καὶ προσβαλὼν τῷ χωρίῳ τοῖς μὲν ἄλλοις περιῆν αὐτοῦ, ἡττᾶτο δὲ μόνῳ τῷ πρὸς τὴν μητέρα καὶ τοὺς ἀδελφοὺς οἴκτῳ. [231] τούτους γὰρ Πτολεμαῖος ἀναγαγὼν ἐπὶ τὸ τεῖχος ἐξ ἀπόπτου ᾐκίζετο καὶ κατακρημνίσειν οὐκ ἀφισταμένου τῆς πολιορκίας ἠπείλει. ὁ δ' ὅσον [ἂν] ἐνδοίη τῆς περὶ τὴν αἵρεσιν τοῦ χωρίου σπουδῆς, τοσοῦτο χαρίζεσθαι τοῖς φιλτάτοις ἡγούμενος πρὸς τὸ μὴ κακῶς πάσχειν, ἐξέλυε τὸ πρόθυμον. [232] ἡ μέντοι μήτηρ ὀρέγουσα τὰς χεῖρας ἱκέτευε μὴ μαλακίζεσθαι δι' αὐτήν, ἀλλὰ πολὺ πλέον ὀργῇ χρώμενον ἑλεῖν σπουδάσαι τὸ χωρίον καὶ τὸν ἐχθρὸν ὑπ' αὐτῷ ποιήσαντα τιμωρῆσαι τοῖς φιλτάτοις: ἡδὺν γὰρ αὐτῇ τὸν μετ' αἰκίας [εἶναι] θάνατον, εἰ δίκην ὑπόσχοι τῆς εἰς αὐτοὺς παρανομίας ὁ ταῦτα ποιῶν πολέμιος. [233] τὸν δὲ Ὑρκανὸν ταῦτα μὲν λεγούσης τῆς μητρὸς ὁρμή τις ἐλάμβανεν πρὸς τὴν αἵρεσιν τοῦ φρουρίου, ἡνίκα δ' αὐτὴν ἴδοι τυπτομένην καὶ σπαραττομένην, ἐξελύετο καὶ τῆς ἐπὶ τοῖς εἰς τὴν μητέρα πραττομένοις συμπαθείας ἥττων ἐγίνετο. [234] ἑλκομένης δ' οὕτως εἰς χρόνον τῆς πολιορκίας ἐνίσταται τὸ ἔτος ἐκεῖνο, καθ' ὃ συμβαίνει τοὺς Ἰουδαίους ἀργεῖν: κατὰ δὲ ἑπτὰ ἔτη τοῦτο παρατηροῦσιν, ὡς ἐν ταῖς ἑβδομάσιν ἡμέραις. [235] καὶ Πτολεμαῖος, ὑπὸ ταύτης ἀνεθεὶς τοῦ πολέμου τῆς αἰτίας ἀποκτείνει τοὺς ἀδελφοὺς τοῦ Ὑρκανοῦ καὶ τὴν μητέρα καὶ τοῦτο δράσας πρὸς Ζήνωνα φεύγει τὸν ἐπικληθέντα Κοτυλᾶν, τυραννεύοντα τῆς Φιλαδελφέων πόλεως.

(2)[236] Ἀντίοχος δὲ χαλεπῶς ἔχων ἐφ' οἷς ὑπὸ Σίμωνος ἔπαθεν εἰς τὴν Ἰουδαίαν ἐνέβαλεν τετάρτῳ μὲν ἔτει τῆς βασιλείας αὐτοῦ, πρώτῳ δὲ τῆς Ὑρκανοῦ ἀρχῆς, ὀλυμπιάδι ἑκατοστῇ καὶ ἑξηκοστῇ καὶ δευτέρᾳ. [237] δῃώσας δὲ τὴν χώραν τὸν Ὑρκανὸν εἰς αὐτὴν ἐνέκλεισε τὴν πόλιν, ἣν ἑπτὰ στρατοπέδοις περιλαβὼν ἤνυσε μὲν οὐδὲν ὅλως τὸ πρῶτον διά τε τὴν τῶν τειχῶν ὀχυρότητα καὶ δι' ἀρετὴν τῶν ἐμπολιορκουμένων ἔτι γε μὴν ὕδατος ἀπορίαν, ἧς αὐτοὺς ἀπέλυσεν ὄμβρος κατενεχθεὶς πολὺς δυομένης πλειάδος. [238] κατὰ δὲ τὸ βόρειον μέρος τοῦ τείχους, καθ' ὃ συνέβαινεν αὐτὸ καὶ ἐπίπεδον εἶναι, πύργους ἀναστήσας ἑκατὸν τριωρόφους ἀνεβίβασεν ἐπ' αὐτοὺς στρατιωτικὰ τάγματα. [239] καὶ προσβολὰς ὁσημέραι ποιησάμενος τάφρον τε βαθεῖαν καὶ πολλὴν τὸ εὖρος καὶ διπλῆν τεμόμενος, ἀπετείχισεν τοὺς ἐνοικοῦντας. οἱ δὲ πολλὰς ἐκδρομὰς ἀντεπινοοῦντες, εἰ μὲν ἀφυλάκτοις που προσπέσοιεν τοῖς πολεμίοις, πολλὰ ἔδρων αὐτούς, αἰσθομένων δὲ ἀνεχώρουν εὐχερῶς. [240] ἐπεὶ δὲ βλαβερὰν κατενόησεν Ὑρκανὸς τὴν πολυανθρωπίαν, ἀναλισκομένων τε τῶν ἐπιτηδείων τάχιον ὑπ' αὐτῆς καὶ μηδενὸς οἷον εἰκὸς ἐκ πολυχειρίας ἔργου γιγνομένου, τὸ μὲν ἀχρεῖον αὐτῆς ἀποκρίνας ἐξέβαλεν, ὅσον δ' ἦν ἀκμαῖον καὶ μάχιμον τοῦτο μόνον κατέσχεν. [241] Ἀντίοχος μὲν οὖν τοὺς ἀπολεχθέντας ἐξελθεῖν ἐκώλυεν, οἱ δ' ἐν τοῖς μεταξὺ τείχεσι κακούμενοι ταῖς βασάνοις ἀπέθνησκον οἰκτρῶς. ἐπιστάσης γε μὴν τῆς σκηνοπηγίας ἑορτῆς ἐλεοῦντες αὐτοὺς οἱ ἐντὸς πάλιν εἰσεδέξαντο. [242] πέμψαντος δ' Ὑρκανοῦ πρὸς Ἀντίοχον καὶ σπονδὰς ἡμερῶν ἑπτὰ διὰ τὴν ἑορτὴν ἀξιώσαντος γενέσθαι, τῇ πρὸς τὸ θεῖον εὐσεβείᾳ εἴκων σπένδεται καὶ προσέτι θυσίαν εἰσέπεμψε μεγαλοπρεπῆ, ταύρους χρυσοκέρωτας καὶ μεστὰ παντοίων ἀρωμάτων ἐκπώματα χρύσεά τε καὶ ἀργύρεα. [243] καὶ τὴν μὲν θυσίαν δεξάμενοι παρὰ τῶν κομιζόντων οἱ πρὸς ταῖς πύλαις ὄντες ἄγουσιν εἰς τὸ ἱερόν, Ἀντίοχος δὲ τὴν στρατιὰν εἱστία, πλεῖστον Ἀντιόχου τοῦ Ἐπιφανοῦς διενέγκας, ὃς τὴν πόλιν ἑλὼν ὗς μὲν κατέθυσεν ἐπὶ τὸν βωμόν, τὸν νεὼν δὲ τῷ ζωμῷ τούτων περιέρρανε συγχέας τὰ Ἰουδαίων νόμιμα καὶ τὴν πάτριον αὐτῶν εὐσέβειαν, ἐφ' οἷς ἐξεπολεμώθη τὸ ἔθνος καὶ ἀκαταλλάκτως εἶχεν. [244] τοῦτον μέντοι τὸν Ἀντίοχον δι' ὑπερβολὴν τῆς θρησκείας Εὐσεβῆ πάντες ἐκάλεσαν.

(3)[245] Ἀποδεξάμενος δὲ αὐτοῦ τὴν ἐπιείκειαν Ὑρκανὸς καὶ μαθὼν τὴν περὶ τὸ θεῖον σπουδὴν ἐπρεσβεύσατο πρὸς αὐτόν, ἀξιῶν τὴν πάτριον αὐτοῖς πολιτείαν ἀποδοῦναι. ὁ δὲ ἀπωσάμενος τὴν ἐπιβουλὴν τῶν μὲν παραινούντων ἐξελεῖν τὸ ἔθνος διὰ τὴν πρὸς ἄλλους αὐτῶν τῆς διαίτης ἀμιξίαν οὐκ ἐφρόντιζεν, [246] πειθόμενος δὲ κατ' εὐσέβειαν πάντα ποιεῖν τοῖς πρεσβευταῖς ἀπεκρίνατο, παραδοῦναι μὲν τὰ ὅπλα τοὺς πολιορκουμένους καὶ δασμὸν αὐτῷ τελεῖν Ἰόππης καὶ τῶν ἄλλων πόλεων πάρεξ τῆς Ἰουδαίας φρουράν τε δεξαμένους ἐπὶ τούτοις ἀπηλλάχθαι τοῦ πολέμου. [247] οἱ δὲ τἆλλα μὲν ὑπομένειν, τὴν δὲ φρουρὰν οὐχ ὡμολόγουν διὰ τὴν ἀμιξίαν οὐκ ἐφικνούμενοι πρὸς ἄλλους. ἀντὶ μέντοι γε τῆς φρουρᾶς ὁμήρους ἐδίδοσαν καὶ τάλαντα ἀργυρίου πεντακόσια, ὧν εὐθὺς τὰ τριακόσια καὶ τοὺς ὁμήρους προσδεξαμένου τοῦ βασιλέως ἔδοσαν, ἐν οἷς ἦν καὶ Ὑρκανοῦ ἀδελφός, καθεῖλεν δὲ καὶ τὴν στεφάνην τῆς πόλεως. [248] ἐπὶ τούτοις μὲν οὖν Ἀντίοχος τὴν πολιορκίαν λύσας ἀνεχώρησεν.

(4)[249] Ὑρκανὸς δὲ τὸν Δαυίδου τάφον ἀνοίξας, ὃς πλούτῳ τούς ποτε βασιλεῖς ὑπερέβαλεν, τρισχίλια μὲν ἀργυρίου τάλαντα ἐξεκόμισεν, ὁρμώμενος δ' ὑπὸ τούτων πρῶτος Ἰουδαίων ξενοτροφεῖν ἤρξατο. [250] γίνεται δ' αὐτῷ καὶ πρὸς Ἀντίοχον φιλία καὶ συμμαχία, καὶ δεξάμενος αὐτὸν εἰς τὴν πόλιν ἀφθόνως πάντα τῇ στρατιᾷ καὶ φιλοτίμως παρέσχεν. καὶ ποιουμένῳ τὴν ἐπὶ Πάρθους αὐτῷ στρατείαν συνεξώρμησεν Ὑρκανός. μάρτυς δὲ τούτων ἡμῖν ἐστιν καὶ Νικόλαος ὁ Δαμασκηνὸς οὕτως ἱστορῶν: [251] “τρόπαιον δὲ στήσας Ἀντίοχος ἐπὶ τῷ Λύκῳ ποταμῷ νικήσας Ἰνδάτην τὸν Πάρθων στρατηγὸν αὐτόθι ἔμεινεν ἡμέρας δύο δεηθέντος Ὑρκανοῦ τοῦ Ἰουδαίου διά τινα ἑορτὴν πάτριον, ἐν ᾗ τοῖς Ἰουδαίοις οὐκ ἦν νόμιμον ἐξοδεύειν.” καὶ ταῦτα μὲν οὐ ψεύδεται λέγων: [252] ἐνέστη γὰρ ἡ πεντηκοστὴ ἑορτὴ μετὰ τὸ σάββατον, οὐκ ἔξεστι δ' ἡμῖν οὔτε τοῖς σαββάτοις οὔτ' ἐν τῇ ἑορτῇ ὁδεύειν. [253] συμβαλὼν δ' Ἀντίοχος Ἀρσάκῃ τῷ Πάρθῳ πολλήν τε τῆς στρατιᾶς ἀπέβαλεν καὶ αὐτὸς ἀπόλλυται, τὴν δὲ τῶν Σύρων βασιλείαν ὁ ἀδελφὸς αὐτοῦ διαδέχεται Δημήτριος Ἀρσάκου αὐτὸν ἐκ τῆς αἰχμαλωσίας ἀπολύσαντος καθ' ὃν χρόνον Ἀντίοχος εἰς τὴν Παρθυηνὴν ἐνέβαλεν, ὡς καὶ πρότερον ἐν ἄλλοις δεδήλωται.

 

IX

(1)[254] Ὑρκανὸς δὲ ἀκούσας τὸν Ἀντιόχου θάνατον εὐθὺς ἐπὶ τὰς ἐν Συρίᾳ πόλεις ἐξεστράτευσεν οἰόμενος αὐτὰς εὑρήσειν, ὅπερ ἦν, ἐρήμους τῶν μαχίμων καὶ ῥύεσθαι δυναμένων. [255] Μήδαβαν μὲν οὖν πολλὰ τῆς στρατιᾶς αὐτῷ ταλαιπωρηθείσης ἕκτῳ μηνὶ εἷλεν, ἔπειτα καὶ Σαμόγαν καὶ τὰ πλησίον εὐθὺς αἱρεῖ Σίκιμά τε πρὸς τούτοις καὶ Γαριζεὶν τό τε Κουθαίων γένος, [256] ὃ περιοικεῖ τὸν εἰκασθέντα τῷ ἐν Ἱεροσολύμοις ἱερῷ ναόν, ὃν Ἀλέξανδρος ἐπέτρεψεν οἰκοδομῆσαι Σαναβαλλέτῃ τῷ στρατηγῷ διὰ τὸν γαμβρὸν Μανασσῆν τὸν Ἰαδδοῦς τοῦ ἀρχιερέως ἀδελφόν, ὡς πρότερον δεδηλώκαμεν. συνέβη δὲ τὸν ναὸν τοῦτον ἔρημον γενέσθαι μετὰ ἔτη διακόσια. [257] Ὑρκανὸς δὲ καὶ τῆς Ἰδουμαίας αἱρεῖ πόλεις Ἄδωρα καὶ Μάρισαν, καὶ ἅπαντας τοὺς Ἰδουμαίους ὑπὸ χεῖρα ποιησάμενος ἐπέτρεψεν αὐτοῖς μένειν ἐν τῇ χώρᾳ, εἰ περιτέμνοιντο τὰ αἰδοῖα καὶ τοῖς Ἰουδαίων νόμοις χρήσασθαι θέλοιεν. [258] οἱ δὲ πόθῳ τῆς πατρίου γῆς καὶ τὴν περιτομὴν καὶ τὴν ἄλλην τοῦ βίου δίαιταν ὑπέμειναν τὴν αὐτὴν Ἰουδαίοις ποιήσασθαι. κἀκείνοις αὐτοῖς χρόνος ὑπῆρχεν ὥστε εἶναι τὸ λοιπὸν Ἰουδαίους.

(2)[259] Ὑρκανὸς δὲ ὁ ἀρχιερεὺς ἀνανεώσασθαι τὴν πρὸς Ῥωμαίους φιλίαν βουλόμενος πέμπει πρὸς αὐτοὺς πρεσβείαν. καὶ ἡ σύγκλητος δεξαμένη τὰ παρ' αὐτοῦ γράμματα ποιεῖται πρὸς αὐτὸν φιλίαν τούτῳ τῷ τρόπῳ: [260]  Φάννιος Μάρκου υἱὸς στρατηγὸς βουλὴν ἤγαγεν πρὸ ὀκτὼ εἰδῶν Φεβρουαρίων ἐν Κομιτίῳ παρόντος Λουκίου Μαννίου Λουκίου υἱοῦ Μεντίνα καὶ Γαίου Σεμπρωνίου πενναίου υἱοῦ Φαλέρνα περὶ ὧν ἐπρέσβευσεν Σίμων Δοσιθέου καὶ Ἀπολλώνιος Ἀλεξάνδρου καὶ Διόδωρος Ἰάσονος ἄνδρες καλοὶ καὶ ἀγαθοὶ πεμφθέντες ὑπὸ δήμου τοῦ Ἰουδαίων, [261] [οἳ] καὶ διελέχθησαν περὶ φιλίας τῆς ὑπαρχούσης τούτοις καὶ συμμαχίας πρὸς Ῥωμαίους καὶ τῶν δημοσίων πραγμάτων, ὅπως τε Ἰόππη καὶ λιμένες καὶ Γάζωρα καὶ πηγαὶ καὶ ὅσας πόλεις αὐτῶν ἄλλας καὶ χωρία πολεμῶν ἔλαβεν Ἀντίοχος παρὰ τὸ τῆς συγκλήτου δόγμα ταῦτα ἀποκατασταθῇ, [262] ἵνα τε τοῖς στρατιώταις τοῖς βασιλικοῖς μὴ ἐξῇ διὰ τῆς χώρας τῆς αὐτῶν καὶ τῶν ὑπηκόων αὐτῶν διέρχεσθαι, καὶ ὅπως τὰ κατὰ τὸν πόλεμον ἐκεῖνον ψηφισθέντα ὑπὸ Ἀντιόχου παρὰ τὸ τῆς συγκλήτου δόγμα ἄκυρα γένηται, [263] ἵνα τε πρέσβεις πέμψαντες ἀποδοθῆναί τε αὐτοῖς ποιήσωσιν τὰ ὑπ' Ἀντιόχου ἀφαιρεθέντα καὶ τὴν χώραν διατιμήσωνται τὴν ἐν τῷ πολέμῳ διεφθαρμένην, ὅπως τε αὐτοῖς πρός τε βασιλεῖς καὶ δήμους ἐλευθέρους γράμματα δῶσιν εἰς ἀσφάλειαν τῆς εἰς οἶκον ἐπανόδου. [264] ἔδοξεν οὖν περὶ τούτων ταῦτα: ἀνανεώσασθαι φιλίαν καὶ συμμαχίαν πρὸς ἄνδρας ἀγαθοὺς καὶ ὑπὸ δήμου πεμφθέντας ἀγαθοῦ καὶ φίλου. [265] περὶ μέντοι γραμμάτων ἀπεκρίναντο βουλεύσεσθαι, ὅταν ἀπὸ τῶν ἰδίων ἡ σύγκλητος εὐσχολήσῃ, σπουδάσειν τε τοῦ λοιποῦ μηδὲν εἰς αὐτοὺς ἀδίκημα τοιοῦτο γενέσθαι, δοῦναί τε αὐτοῖς τὸν στρατηγὸν Φάννιον χρήματα ἐκ τοῦ δημοσίου, ὅπως ἂν εἰς τὴν οἰκείαν ἐπανέλθοιεν. [266] Φάννιος μὲν οὖν οὕτως ἀποπέμπει τοὺς τῶν Ἰουδαίων πρέσβεις χρήματά τε δοὺς αὐτοῖς ἐκ τοῦ δημοσίου καὶ δόγμα συγκλήτου πρὸς τοὺς διαπέμψοντας καὶ ἀσφαλῆ παρεξομένους τὴν οἴκαδε παρουσίαν.

(3)[267] Τὰ μὲν οὖν περὶ Ὑρκανὸν τὸν ἀρχιερέα ἐν τούτοις ὑπῆρχεν, Δημητρίῳ δὲ τῷ βασιλεῖ προθυμουμένῳ στρατεύειν ἐπὶ Ὑρκανὸν οὐκ ἐξεγένετο καιρὸς οὐδὲ ἀφορμὴ τῶν τε Σύρων καὶ τῶν στρατιωτῶν πρὸς αὐτὸν ἀπεχθανομένων, πονηρὸς γὰρ ἦν, καὶ πεμψάντων πρὸς Πτολεμαῖον τὸν Φύσκωνα ἐπικληθέντα πρέσβεις, ὅπως τινὰ τῶν ἐκ τοῦ Σελεύκου γένους παραδῷ αὐτοῖς ἀποληψόμενον τὴν βασιλείαν. [268] τοῦ δὲ Πτολεμαίου πέμψαντος Ἀλέξανδρον μετὰ στρατιᾶς τὸν Ζεβίναν ἐπιλεγόμενον καὶ μάχης πρὸς τὸν Δημήτριον γενομένης, ὁ μὲν ἡττηθεὶς τῇ μάχῃ φεύγει πρὸς Κλεοπάτραν τὴν γυναῖκα εἰς Πτολεμαίδα καὶ μὴ δεξαμένης αὐτὸν τῆς γυναικὸς ἐκεῖθεν ἀπελθὼν εἰς Τύρον ἁλίσκεται καὶ πολλὰ παθὼν ὑπὸ τῶν μισούντων ἀπέθανεν. [269] Ἀλέξανδρος δὲ τὴν βασιλείαν παραλαβὼν φιλίαν ποιεῖται πρὸς Ὑρκανὸν τὸν ἀρχιερέα. ἔπειτα πολεμήσαντος αὐτῷ τοῦ Δημητρίου παιδὸς Ἀντιόχου τοῦ Γρυποῦ ἐπικληθέντος, ἡττηθεὶς τῇ μάχῃ διαφθείρεται.

 

X

(1)[270] Παραλαβὼν δὲ τὴν τῆς Συρίας βασιλείαν ὁ Ἀντίοχος ἐπὶ μὲν τὴν Ἰουδαίαν στρατεύειν εὐλαβὴς ἦν τὸν ἀδελφὸν ἀκούων τὸν ὁμομήτριον, Ἀντίοχος δὲ κἀκεῖνος ἐκαλεῖτο, δύναμιν ἐπ' αὐτὸν ἀπὸ Κυζίκου συλλέγειν. [271] μένων δὲ κατὰ χώραν ἔγνω παρασκευάζειν αὑτὸν πρὸς τὴν ἔφοδον τὴν τἀδελφοῦ, ὃς Κυζικηνὸς μὲν ἐπεκλήθη διὰ τὸ τραφῆναι ἐν ταύτῃ τῇ πόλει, πατρὸς δ' ἦν Ἀντιόχου τοῦ Σωτῆρος ἐπικληθέντος, ὃς ἐν Πάρθοις ἀπέθανεν: οὗτος δὲ ἀδελφὸς ἦν Δημητρίου τοῦ Γρυποῦ πατρός. συνέβη μέντοι μίαν τοῖς δυσὶν ἀδελφοῖς γῆμαι Κλεοπάτραν, ὡς καὶ ἐν ἄλλοις ἱστορήκαμεν. [272] ὁ δὲ Κυζικηνὸς Ἀντίοχος παραγενόμενος εἰς τὴν Συρίαν πολλοῖς ἔτεσιν πρὸς τὸν ἀδελφὸν πολεμῶν διετέλει. Ὑρκανὸς δὲ πάντα ἐκεῖνον τὸν χρόνον ἐν εἰρήνῃ διῆγεν: [273] καὶ γὰρ αὐτὸς μετὰ τὴν Ἀντιόχου τελευτὴν τῶν Μακεδόνων ἀπέστη καὶ οὔτε ὡς ὑπήκοος οὔτε ὡς φίλος αὐτοῖς οὐδὲν ἔτι παρεῖχεν, ἀλλ' ἦν αὐτῷ τὰ πράγματα ἐν ἐπιδόσει πολλῇ καὶ ἀκμῇ κατὰ τοὺς Ἀλεξάνδρου τοῦ Ζαβιναίου καιρούς, καὶ μάλιστ' ἐπὶ τούτοις τοῖς ἀδελφοῖς. ὁ γὰρ πρὸς ἀλλήλους αὐτοῖς πόλεμος σχολὴν Ὑρκανῷ καρποῦσθαι τὴν Ἰουδαίαν ἐπ' ἀδείας παρεῖχεν, ὡς ἄπειρόν τι χρημάτων πλῆθος συναγαγεῖν. [274] τοῦ μέντοι γε Κυζικηνοῦ τὴν γῆν κακοῦντος φανερῶς καὶ αὐτὸς τὴν αὐτοῦ προαίρεσιν ἐπεδείκνυτο, καὶ τῶν ἀπ' Αἰγύπτου συμμάχων ἔρημον ὁρῶν τὸν Ἀντίοχον καὶ αὐτόν τε πράττοντα κακῶς καὶ τὸν ἀδελφὸν αὐτοῦ ἐν τοῖς πρὸς ἀλλήλους ἀγῶσιν, ἀμφοτέρων κατεφρόνησεν.

(2)[275] Καὶ στρατεύει μὲν ἐπὶ Σαμάρειαν πόλιν ὀχυρωτάτην, περὶ ἧς, ὅτι καλεῖται νῦν Σεβαστὴ κτισθεῖσα ὑπὸ Ἡρώδου, κατὰ χώραν δηλώσομεν. προσβαλὼν δ' αὐτῇ φιλοπόνως ἐπολιόρκει μισοπονηρῶν τοῖς Σαμαρεῦσιν ὑπὲρ ὧν Μαρισηνοὺς ἀποίκους ὄντας Ἰουδαίων καὶ συμμάχους ἠδίκησαν ὑπακούοντες τοῖς τῶν Σύρων βασιλεῦσιν. [276] περιβαλὼν οὖν τάφρον πανταχόθεν τῇ πόλει καὶ διπλοῦν τεῖχος ὡς ἀπὸ σταδίων ὀγδοήκοντα τοὺς υἱοὺς ἐφίστησιν Ἀντίγονον καὶ Ἀριστόβουλον. ὧν ἐπικειμένων εἰς τοῦτο ἀνάγκης ὑπὸ λιμοῦ προαχθῆναι τοὺς Σαμαρεῖς συνέπεσεν, ὡς ἅψασθαι μὲν καὶ τῶν ἀήθων, ἐπικαλέσασθαι δὲ βοηθὸν Ἀντίοχον τὸν Κυζικηνόν. [277] ὃς ἑτοίμως ἐπὶ τὴν συμμαχίαν ἀφικόμενος ὑπὸ τῶν περὶ Ἀριστόβουλον ἡττᾶται, διωχθεὶς δ' ἄχρι Σκυθοπόλεως ὑπὸ τῶν ἀδελφῶν διέφυγεν. οἱ δ' ἐπὶ τοὺς Σαμαρεῖς ὑποστρέψαντες συγκλείουσι πάλιν εἰς τὸ τεῖχος αὐτούς, ὡς καὶ δεύτερον ἐπικαλέσασθαι σύμμαχον πέμψαντες τὸν αὐτὸν Ἀντίοχον. [278] ὃς παρὰ Πτολεμαίου τοῦ Λαθούρου μεταπεμψάμενος ἄνδρας εἰς ἑξακισχιλίους, οὓς ἀκούσης τῆς μητρὸς ἐκεῖνος καὶ ὅσον οὔπω τῆς ἀρχῆς αὐτὸν ἐκβεβληκυίας ἐξαπέστειλεν, τὸ μὲν πρῶτον ἐπιὼν ἐπόρθει τὴν Ὑρκανοῦ χώραν μετὰ τῶν Αἰγυπτίων λῃστρικῶς, μάχεσθαι μὲν αὐτῷ κατὰ πρόσωπον οὐ τολμῶν, οὐ γὰρ ἦν ἀξιόχρεως ἡ δύναμις αὐτοῦ, νομίζων δὲ τῇ κακώσει τῆς γῆς ἀναγκάσειν Ὑρκανὸν λῦσαι τὴν τῆς Σαμαρείας πολιορκίαν. [279] ἐπεὶ δὲ πολλοὺς τῶν στρατιωτῶν ἀπώλλυεν ἐνέδραις περιπίπτων, ἀπῆρεν εἰς Τρίπολιν Καλλιμάνδρῳ καὶ Ἐπικράτει τὸν πρὸς τοὺς Ἰουδαίους πόλεμον ἐπιτρέψας.

(3)[280] Καλλίμανδρος μὲν οὖν θρασύτερον τοῖς πολεμίοις προσενεχθεὶς εἰς φυγὴν τραπόμενος παραχρῆμα διεφθάρη. Ἐπικράτης δὲ ὑπὸ φιλοχρηματίας τήν τε Σκυθόπολιν καὶ τὰ ἄλλα πρὸς ταύτῃ χωρία προύδωκε φανερῶς τοῖς Ἰουδαίοις, τὴν δὲ Σαμαρείας πολιορκίαν διαλύειν οὐκ ἠδύνατο. [281] Ὑρκανὸς μὲν οὖν τὴν πόλιν ἑλὼν ἐνιαυτῷ πολιορκήσας οὐκ ἠρκέσθη μόνῳ τούτῳ, ἀλλὰ καὶ πᾶσαν αὐτὴν ἠφάνισεν ἐπίκλυστον τοῖς χειμάρροις ποιήσας: διασκάψας γὰρ αὐτὴν ὥστ' εἰς χαράδρας μεταπεσεῖν τὰ σημεῖα τοῦ γενέσθαι ποτὲ πόλιν αὐτὴν ἀφείλετο. [282] παράδοξον δέ τι καὶ περὶ τοῦ ἀρχιερέως Ὑρκανοῦ λέγεται, τίνα τρόπον αὐτῷ τὸ θεῖον εἰς λόγους ἦλθεν: φασὶν γάρ, ὅτι κατ' ἐκείνην τὴν ἡμέραν, καθ' ἣν οἱ παῖδες αὐτοῦ τῷ Κυζικηνῷ συνέβαλον, αὐτὸς ἐν τῷ ναῷ θυμιῶν μόνος ὢν ἀρχιερεὺς ἀκούσειε φωνῆς, ὡς οἱ παῖδες αὐτοῦ νενικήκασιν ἀρτίως τὸν Ἀντίοχον. [283] καὶ τοῦτο προελθὼν ἐκ τοῦ ναοῦ παντὶ τῷ πλήθει φανερὸν ἐποίησεν, καὶ συνέβη οὕτως γενέσθαι. καὶ τὰ μὲν περὶ Ὑρκανὸν ἐν τούτοις ἦν.

(4)[284] Κατὰ δὲ τοῦτον ἔτυχε τὸν καιρὸν μὴ μόνον τοὺς ἐν Ἱεροσολύμοις καὶ τῇ χώρᾳ Ἰουδαίους εὐπραγεῖν, ἀλλὰ καὶ τοὺς ἐν Ἀλεξανδρείᾳ κατοικοῦντας καὶ ἐν Αἰγύπτῳ καὶ Κύπρῳ: [285] Κλεοπάτρα γὰρ ἡ βασίλισσα πρὸς τὸν υἱὸν στασιάζουσα Πτολεμαῖον τὸν Λάθουρον ἐπιλεγόμενον κατέστησεν ἡγεμόνας Χελκίαν καὶ Ἀνανίαν υἱοὺς ὄντας Ὀνίου τοῦ οἰκοδομήσαντος τὸν ναὸν ἐν τῷ Ἡλιοπολίτῃ νομῷ πρὸς τὸν ἐν τοῖς Ἱεροσολύμοις, ὡς καὶ πρόσθεν δεδηλώκαμεν. [286] παραδοῦσα δὲ τούτοις ἡ Κλεοπάτρα τὴν στρατιὰν οὐδὲν δίχα τῆς τούτων γνώμης ἔπραττεν, ὡς μαρτυρεῖ καὶ Στράβων ἡμῖν ὁ Καππάδοξ λέγων οὕτως: [287] “οἱ γὰρ πλείους, οἵ τε συνελθόντες καὶ οἱ ὕστερον ἐπιπεμπόμενοι παρὰ τῆς Κλεοπάτρας εἰς Κύπρον, μετεβάλοντο παραχρῆμα πρὸς τὸν Πτολεμαῖον: μόνοι δὲ οἱ ἐκ τῆς Ὀνίου γενόμενοι Ἰουδαῖοι συνέμενον διὰ τὸ τοὺς πολίτας αὐτῶν εὐδοκιμεῖν μάλιστα παρὰ τῇ βασιλίσσῃ Χελκίαν τε καὶ Ἀνανίαν.” ταῦτα μὲν οὖν ὁ Στράβων φησίν.

(5)[288] Ὑρκανῷ δὲ φθόνον ἐκίνησεν παρὰ τῶν Ἰουδαίων ἡ εὐπραγία, μάλιστα δ' οἱ Φαρισαῖοι κακῶς πρὸς αὐτὸν εἶχον, αἵρεσις ὄντες μία τῶν Ἰουδαίων, ὡς καὶ ἐν τοῖς ἐπάνω δεδηλώκαμεν. τοσαύτην δὲ ἔχουσι τὴν ἰσχὺν παρὰ τῷ πλήθει, ὡς καὶ κατὰ βασιλέως τι λέγοντες καὶ κατ' ἀρχιερέως εὐθὺς πιστεύεσθαι. [289] μαθητὴς δὲ αὐτῶν ἦν καὶ Ὑρκανὸς καὶ σφόδρα ὑπ' αὐτῶν ἠγαπᾶτο. καὶ δὴ καλέσας αὐτοὺς ἐφ' ἑστίασιν καὶ φιλοφρόνως ὑποδεξάμενος, ἐπεὶ σφόδρα ἡδομένους ἑώρα, λέγειν ἤρξατο πρὸς αὐτούς, ὡς ἴσασιν μὲν αὐτὸν βουλόμενον εἶναι δίκαιον καὶ πάντα ποιοῦντα ἐξ ὧν ἀρέσειεν ἂν τῷ θεῷ καὶ αὐτοῖς: [290] οἱ γὰρ Φαρισαῖοι φιλοσοφοῦσιν: ἠξίου γε μήν, εἰ βλέπουσιν αὐτὸν ἁμαρτάνοντα καὶ τῆς ὁδοῦ τῆς δικαίας ἐκτρεπόμενον εἰς αὐτὴν ἐπαναγαγεῖν καὶ ἐπανορθοῦν. τῶν δὲ μαρτυρησάντων αὐτῷ πᾶσαν ἀρετὴν ὁ μὲν ἥσθη τοῖς ἐπαίνοις, [291] εἷς δέ τις τῶν κατακειμένων Ἐλεάζαρος ὄνομα, κακοήθης ὢν φύσει καὶ στάσει χαίρων “ἐπεί, φησίν, ἠξίωσας γνῶναι τὴν ἀλήθειαν, θέλεις δὲ εἶναι δίκαιος, τὴν ἀρχιερωσύνην ἀπόθου, καὶ μόνον ἀρκείτω σοι τὸ ἄρχειν τοῦ λαοῦ.” τὴν δ' αἰτίαν αὐτοῦ πυθομένου, [292] δι' ἣν ἀποθοῖτο τὴν ἀρχιερωσύνην “ὅτι, φησίν, ἀκούομεν παρὰ τῶν πρεσβυτέρων αἰχμάλωτόν σου γεγονέναι τὴν μητέρα βασιλεύοντος Ἀντιόχου τοῦ Ἐπιφανοῦς.” ψευδὴς λόγος ἦν: καὶ πρὸς αὐτὸν Ὑρκανὸς παρωξύνθη καὶ πάντες δ' οἱ Φαρισαῖοι σφοδρῶς ἠγανάκτησαν.

(6)[293] Τῶν δ' ἐκ τῶν Σαδδουκαίων τῆς αἱρέσεως, οἳ τὴν ἐναντίαν τοῖς Φαρισαίοις προαίρεσιν ἔχουσιν, Ἰωνάθης τις ἐν τοῖς μάλιστα φίλος ὢν Ὑρκανῷ τῇ κοινῇ πάντων Φαρισαίων γνώμῃ ποιήσασθαι τὰς βλασφημίας τὸν Ἐλεάζαρον ἔλεγεν: καὶ τοῦτ' ἔσεσθαι φανερὸν αὐτῷ πυθομένῳ παρ' ἐκείνων, τίνος ἄξιός ἐστιν ἐπὶ τοῖς εἰρημένοις κολάσεως. [294] τοῦ δὲ Ὑρκανοῦ τοὺς Φαρισαίους ἐρομένου, τίνος αὐτὸν ἄξιον ἡγοῦνται τιμωρίας: πειραθήσεσθαι γὰρ οὐ μετὰ τῆς ἐκείνων γνώμης γεγονέναι τὰς βλασφημίας τιμησαμένων αὐτὸν τῷ μέτρῳ τῆς δίκης, πληγῶν ἔφασαν καὶ δεσμῶν: οὐ γὰρ ἐδόκει λοιδορίας ἕνεκα θανάτῳ ζημιοῦν, ἄλλως τε καὶ φύσει πρὸς τὰς κολάσεις ἐπιεικῶς ἔχουσιν οἱ Φαρισαῖοι. [295] πρὸς τοῦτο λίαν ἐχαλέπηνεν καὶ δοκοῦν ἐκείνοις ποιήσασθαι τὰς βλασφημίας τὸν ἄνθρωπον ἐνόμισεν. μάλιστα δ' αὐτὸν ἐπιπαρώξυνεν Ἰωνάθης καὶ διέθηκεν οὕτως, [296] ὥστε τῇ Σαδδουκαίων ἐποίησεν προσθέσθαι μοίρᾳ τῶν Φαρισαίων ἀποστάντα καὶ τά τε ὑπ' αὐτῶν κατασταθέντα νόμιμα τῷ δήμῳ καταλῦσαι καὶ τοὺς φυλάττοντας αὐτὰ κολάσαι. μῖσος οὖν ἐντεῦθεν αὐτῷ τε καὶ τοῖς υἱοῖς παρὰ τοῦ πλήθους ἐγένετο. [297] περὶ μέντοι τούτων αὖθις ἐροῦμεν. νῦν δὲ δηλῶσαι βούλομαι, ὅτι νόμιμά τινα παρέδοσαν τῷ δήμῳ οἱ Φαρισαῖοι ἐκ πατέρων διαδοχῆς, ἅπερ οὐκ ἀναγέγραπται ἐν τοῖς Μωυσέως νόμοις, καὶ διὰ τοῦτο ταῦτα τὸ Σαδδουκαίων γένος ἐκβάλλει, λέγον ἐκεῖνα δεῖν ἡγεῖσθαι νόμιμα τὰ γεγραμμένα, τὰ δ' ἐκ παραδόσεως τῶν πατέρων μὴ τηρεῖν. [298] καὶ περὶ τούτων ζητήσεις αὐτοῖς καὶ διαφορὰς γίνεσθαι συνέβαινεν μεγάλας, τῶν μὲν Σαδδουκαίων τοὺς εὐπόρους μόνον πειθόντων τὸ δὲ δημοτικὸν οὐχ ἑπόμενον αὐτοῖς ἐχόντων, τῶν δὲ Φαρισαίων τὸ πλῆθος σύμμαχον ἐχόντων. ἀλλὰ περὶ μὲν τούτων τῶν δύο καὶ τῶν Ἐσσηνῶν ἐν τῇ δευτέρᾳ μου τῶν Ἰουδαικῶν ἀκριβῶς δεδήλωται.

(7)[299] Ὑρκανὸς δὲ παύσας τὴν στάσιν καὶ μετ' αὐτὴν βιώσας εὐδαιμόνως καὶ τὴν ἀρχὴν διοικησάμενος ἄριστον τρόπον ἔτεσιν ἑνὶ καὶ τριάκοντα τελευτᾷ καταλιπὼν υἱοὺς πέντε, τριῶν τῶν μεγίστων ἄξιος ὑπὸ τοῦ θεοῦ κριθείς, ἀρχῆς τοῦ ἔθνους καὶ τῆς ἀρχιερατικῆς τιμῆς καὶ προφητείας: [300] συνῆν γὰρ αὐτῷ τὸ θεῖον καὶ τὴν τῶν μελλόντων πρόγνωσιν παρεῖχεν αὐτῷ τε εἰδέναι καὶ προλέγειν οὕτως, ὥστε καὶ περὶ τῶν δύο τῶν πρεσβυτέρων παίδων ὅτι μὴ μενοῦσιν τῶν πραγμάτων κύριοι προεῖπεν. ὧν τὴν καταστροφὴν εἰς τὸ μαθεῖν ὅσον τῆς τοῦ πατρὸς ὑπέβησαν εὐτυχίας ἄξιον ἀφηγήσασθαι.

 

XI

(1)[301] Τελευτήσαντος γὰρ αὐτοῖς τοῦ πατρὸς ὁ πρεσβύτατος Ἀριστόβουλος τὴν ἀρχὴν εἰς βασιλείαν μεταθεῖναι δόξας, ἔκρινεν γὰρ οὕτω, διάδημα πρῶτος ἐπιτίθεται μετὰ τετρακοσίων ἀριθμὸν ἐτῶν καὶ ὀγδοήκοντα καὶ ἑνὸς καὶ μηνῶν τριῶν ἀφ' οὗ τῆς ὑπὸ Βαβυλωνίοις δουλείας ἀπαλλαγεὶς ὁ λαὸς εἰς τὴν οἰκείαν κατῆλθεν. [302] στέργων δὲ τῶν ἀδελφῶν τὸν μετ' αὐτὸν Ἀντίγονον τοῦτον μὲν τῶν ὁμοίων ἠξίου, τοὺς δὲ ἄλλους εἶχεν ἐν δεσμοῖς. εἶρξε δὲ καὶ τὴν μητέρα περὶ τῆς ἀρχῆς αὐτῷ διενεχθεῖσαν, ἐκείνην γὰρ Ὑρκανὸς τῶν ὅλων κυρίαν καταλείπει, καὶ μέχρι τοσαύτης ὠμότητος προῆλθεν, ὥστ' αὐτὴν καὶ λιμῷ διέφθειρεν δεδεμένην. [303] προστίθησιν δὲ τῇ μητρὶ καὶ τὸν ἀδελφὸν Ἀντίγονον, ὃν στέργειν ἐδόκει μάλιστα καὶ κοινωνὸν εἶχεν τῆς βασιλείας, ἐκ διαβολῶν ἀπαλλοτριωθεὶς πρὸς αὐτόν, αἷς τὸ μὲν πρῶτον οὐκ ἐπίστευεν, τὰ μὲν ὑπὸ τοῦ φιλεῖν αὐτὸν οὐ προσέχων τοῖς λεγομένοις, τὰ δὲ καὶ φθονούμενον ἡγούμενος διαβάλλεσθαι. [304] τοῦ δὲ Ἀντιγόνου ποτὲ λαμπρῶς ἀπὸ στρατείας ἐπανελθόντος καὶ τῆς ἑορτῆς, καθ' ἣν σκηνοπηγοῦσιν τῷ θεῷ, κατ' ἐκεῖνον τὸν καιρὸν ἐνστάσης, ἔτυχεν τὸν μὲν Ἀριστόβουλον εἰς νόσον καταπεσεῖν, τὸν δὲ Ἀντίγονον ἐπιτελοῦντα τὴν ἑορτὴν ἀναβῆναι λαμπρῶς σφόδρα κεκοσμημένον μετὰ τῶν περὶ αὐτὸν ὁπλιτῶν εἰς τὸ ἱερὸν καὶ τὰ πλείω περὶ τῆς σωτηρίας τἀδελφοῦ εὔχεσθαι, [305] τοὺς δὲ πονηροὺς καὶ διαστῆσαι τὴν ὁμόνοιαν αὐτῶν ἐσπουδακότας ἀφορμῇ χρησαμένους τῇ τε περὶ τὴν πομπὴν τοῦ Ἀντιγόνου φιλοτιμίᾳ καὶ τοῖς ὑπ' αὐτοῦ κατωρθωμένοις ἐλθεῖν πρὸς τὸν βασιλέα καὶ κακοήθως ἐπὶ τὸ μεῖζον ἐξαίρειν τὰ περὶ τὴν πομπὴν τὴν ἐν τῇ ἑορτῇ, [306] καὶ ὡς οὐ κατ' ἰδιώτην ἕκαστον ἦν τῶν γινομένων, ἀλλὰ φρονήματος ἔνδειξιν ἔχειν βασιλικοῦ τὰ πραττόμενα, καὶ ὡς κτείνειν αὐτὸν μέλλοι μετὰ στίφους ἐληλυθὼς καρτεροῦ, λογιζόμενον εὐήθως αὐτὸν βασιλεύειν ἐνὸν τιμῆς μεταλαμβάνοντα δοκεῖν μεγάλων τυγχάνειν.

(2)[307] Ἀριστόβουλος δὲ τούτοις ἄκων πειθόμενος καὶ τοῦ ἀνύποπτος εἶναι τἀδελφῷ προνοῶν καὶ τῆς ἀσφαλείας ἅμα φροντίζων, διίστησι τοὺς σωματοφύλακας ἔν τινι τῶν ὑπογείων ἀφωτίστῳ, κατέκειτο δὲ ἐν τῇ βάρει μετονομασθείσῃ δὲ Ἀντωνίᾳ, καὶ προσέταξεν ἀνόπλου μὲν ἅπτεσθαι μηδένα, κτείνειν δὲ τὸν Ἀντίγονον, ἂν ὡπλισμένος πρὸς αὐτὸν εἰσίῃ. [308] πέμπει μέντοι πρὸς Ἀντίγονον αὐτὸς ἄνοπλον αὐτὸν ἀξιῶν ἥκειν. ἡ δὲ βασίλισσα καὶ οἱ συνεπιβουλεύοντες αὐτῇ κατ' Ἀντιγόνου πείθουσι τὸν πεμφθέντα τἀναντία λέγειν, ὡς ὁ ἀδελφὸς ἀκούσας, ὅτι κατασκευάσειεν ὅπλα καὶ κόσμον πολεμικόν, παραγίνεσθαι πρὸς αὐτὸν παρακαλεῖ ὡπλισμένον, ὅπως ἴδοι τὴν κατασκευήν. [309] ὁ δ' Ἀντίγονος μηδὲν ὑπιδόμενος κακοῦργον, ἀλλὰ θαρρῶν τῇ παρὰ τἀδελφοῦ διαθέσει, ὡς εἶχεν ἐνδεδυμένος τὴν πανοπλίαν παρεγένετο πρὸς τὸν Ἀριστόβουλον ἐπιδείξων αὐτῷ τὰ ὅπλα. γενόμενον δ' αὐτὸν κατὰ τὸν Στράτωνος λεγόμενον πύργον, οὗ συνέβαινεν ἀφώτιστον εἶναι σφόδρα τὴν πάροδον, ἀποκτείνουσιν οἱ σωματοφύλακες. [310] διέδειξέν γε μὴν ὁ τούτου θάνατος, ὅτι μηδὲν μήτε φθόνου μήτε διαβολῆς ἰσχυρότερον, μηδ' ὅ τι μᾶλλον εὔνοιαν καὶ φυσικὴν οἰκειότητα διίστησιν, ἢ ταῦτα τὰ πάθη. [311] μάλιστα δ' ἄν τις θαυμάσειεν καὶ Ἰούδαν τινά, Ἐσσηνὸν μὲν τὸ γένος, οὐδέποτε δ' ἐν οἷς προεῖπεν διαψευσάμενον τἀληθές: οὗτος γὰρ ἰδὼν τὸν Ἀντίγονον παριόντα τὸ ἱερὸν ἀνεβόησεν ἐν τοῖς ἑταίροις αὐτοῦ καὶ γνωρίμοις, οἳ διδασκαλίας ἕνεκα τοῦ προλέγειν τὰ μέλλοντα παρέμενον, [312] ὡς ἀποθανεῖν αὐτῷ καλὸν διεψευσμένῳ ζῶντος Ἀντιγόνου, ὃν σήμερον τεθνήξεσθαι προειπὼν ἐν τῷ καλουμένῳ Στράτωνος πύργῳ περιόντα ὁρᾷ, καὶ τοῦ μὲν χωρίου περὶ σταδίους ἀπέχοντος νῦν ἑξακοσίους, ὅπου φονευθήσεσθαι προεῖπεν αὐτόν, τῆς δ' ἡμέρας ἤδη τὸ πλεῖστον ἠνυσμένον, ὥστ' αὐτῷ κινδυνεύειν τὸ μάντευμα ψεῦδος εἶναι. [313] ταῦτ' οὖν λέγοντος αὐτοῦ καὶ κατηφοῦντος ἀγγέλλεται τεθνεὼς Ἀντίγονος ἐν τῷ ὑπογείῳ, ὃ καὶ αὐτὸ Στράτωνος ἐκαλεῖτο πύργος, ὁμώνυμον τῇ παραλίῳ Καισαρείᾳ. τὸν μὲν οὖν μάντιν τοῦτο διετάραξεν.

(3)[314] Ἀριστόβουλον δὲ τῆς ἀδελφοκτονίας εὐθὺς εἰσῆλθεν μετάνοια καὶ νόσος ἐπ' αὐτῇ τῆς διανοίας ὑπὸ τοῦ μύσους κεκακωμένης, ὡς διαφθαρέντων αὐτῷ ὑπὸ ἀκράτου τῆς ὀδύνης τῶν ἐντὸς αἷμα ἀναφέρειν. ὃ τῶν διακονουμένων τις παίδων κατὰ δαιμόνιον οἶμαι πρόνοιαν εἰς τὸν αὐτὸν τόπον, οὗ σφαγέντος Ἀντιγόνου σπίλους ἔτι τοῦ αἵματος ἐκείνου συνέβαινεν εἶναι, κομίζων ὀλισθὼν ἐξέχεεν. [315] γενομένης δὲ βοῆς παρὰ τῶν ἰδόντων ὡς τοῦ παιδὸς ἐξεπίτηδες ἐκχέαντος ἐκεῖ τὸ αἷμα, ἀκούσας Ἀριστόβουλος τὴν αἰτίαν ἐπύθετο, καὶ μὴ λεγόντων ἔτι μᾶλλον ἐπετείνετο μαθεῖν, φύσει τῶν ἀνθρώπων ὑπονοούντων ἐν τοῖς τοιούτοις εἶναι χείρονα τὰ σιγώμενα. [316] ὡς δ' ἀπειλοῦντος καὶ βιαζομένου τοῖς φόβοις τἀληθὲς εἶπον, προχεῖται μὲν αὐτῷ πληγέντι τὴν διάνοιαν ὑπὸ τοῦ συνειδότος πολλὰ δάκρυα, βύθιον δὲ ἀνοιμώξας, “οὐκ ἄρ', εἶπεν, λήσειν ἐπ' ἀσεβέσιν οὕτω καὶ μιαροῖς τολμήμασι τὸν θεὸν ἔμελλον, ἀλλά με ταχεῖα ποινὴ συγγενοῦς φόνου μετελήλυθεν. [317] καὶ μέχρι τίνος, ὦ σῶμα ἀναιδέστατον, ψυχὴν ὀφειλομένην ἀδελφοῦ καὶ μητρὸς καθέξεις δαίμοσιν; τί δ' οὐκ ἀθρόαν αὐτὴν ταύτην ἀποδίδως, κατὰ μέρος [318] δ' ἐπισπένδω τοὐμὸν αἷμα τοῖς μιαιφονηθεῖσιν;” ταῦτ' εἰπὼν ἐπαποθνήσκει τοῖς λόγοις βασιλεύσας ἐνιαυτόν, χρηματίσας μὲν Φιλέλλην, πολλὰ δ' εὐεργετήσας τὴν πατρίδα, πολεμήσας Ἰτουραίους καὶ πολλὴν αὐτῶν τῆς χώρας τῇ Ἰουδαίᾳ προσκτησάμενος ἀναγκάσας τε τοὺς ἐνοικοῦντας, εἰ βούλονται μένειν ἐν τῇ χώρᾳ, περιτέμνεσθαι καὶ κατὰ τοὺς Ἰουδαίων νόμους ζῆν. [319] φύσει δ' ἐπιεικεῖ κέχρητο καὶ σφόδρα ἦν αἰδοῦς ἥττων, ὡς μαρτυρεῖ τούτῳ καὶ Στράβων ἐκ τοῦ Τιμαγένους ὀνόματος λέγων οὕτως: “ἐπιεικής τε ἐγένετο οὗτος ὁ ἀνὴρ καὶ πολλὰ τοῖς Ἰουδαίοις χρήσιμος: χώραν τε γὰρ αὐτοῖς προσεκτήσατο καὶ τὸ μέρος τοῦ τῶν Ἰτουραίων ἔθνους ᾠκειώσατο δεσμῷ συνάψας τῇ τῶν αἰδοίων περιτομῇ.”

 

XII

(1)[320] Τελευτήσαντος δὲ Ἀριστοβούλου Σαλίνα ἡ γυνὴ αὐτοῦ, λεγομένη δὲ ὑπὸ Ἑλλήνων Ἀλεξάνδρα, λύσασα τοὺς ἀδελφοὺς αὐτοῦ, δεδεμένους γὰρ αὐτοὺς εἶχεν Ἀριστόβουλος, ὡς προειρήκαμεν, Ἰαναῖον τὸν καὶ Ἀλέξανδρον βασιλέα καθίστησιν τὸν καὶ καθ' ἡλικίαν προύχοντα καὶ μετριότητα, [321] ᾧ καὶ συνέβη γεννηθέντι εὐθὺς μισηθῆναι ὑπὸ τοῦ πατρὸς καὶ μέχρι τῆς τελευτῆς αὐτοῦ μηκέτι εἰς ὄψιν ἀφικέσθαι. τὸ δ' αἴτιον τοῦ μίσους τοιόνδε λέγεται γενέσθαι: [322] στέργων μάλιστα τῶν παίδων Ὑρκανὸς τοὺς πρεσβυτέρους Ἀντίγονον καὶ Ἀριστόβουλον φανέντα κατὰ τοὺς ὕπνους αὐτῷ τὸν θεὸν ἐπηρώτα, τίς αὐτοῦ τῶν παίδων μέλλει ἔσεσθαι διάδοχος. τοῦ δὲ θεοῦ τοὺς τούτου χαρακτῆρας δείξαντος, λυπηθεὶς ὅτι τῶν ἀγαθῶν αὐτοῦ πάντων οὗτος ἔσται κληρονόμος, γενόμενον εἴασεν ἐν τῇ Γαλιλαίᾳ τρέφεσθαι. ὁ μέντοι θεὸς οὐ διεψεύσατο τὸν Ὑρκανόν. [323] τὴν δὲ βασιλείαν μετὰ τὴν Ἀριστοβούλου τελευτὴν οὗτος παραλαβὼν τὸν μὲν τῶν ἀδελφῶν ἐπιχειροῦντα τῇ βασιλείᾳ διεχρήσατο, τὸν δ' ἕτερον ἀπραγμόνως ζῆν προαιρούμενον εἶχεν ἐν τιμῇ.

(2)[324] Καταστησάμενος δὲ τὴν ἀρχὴν ὃν ᾤετο συμφέρειν αὐτῷ τρόπον στρατεύει ἐπὶ Πτολεμαίδα, τῇ δὲ μάχῃ κρατήσας ἐνέκλεισε τοὺς ἀνθρώπους εἰς τὴν πόλιν καὶ περικαθίσας αὐτοὺς ἐπολιόρκει. τῶν γὰρ ἐν τῇ παραλίᾳ Πτολεμαὶς αὐτῷ καὶ Γάζα μόναι χειρωθῆναι ὑπελείποντο, καὶ Ζώιλος δὲ ὁ κατασχὼν τὸν Στράτωνος πύργον τύραννος καὶ Δῶρα. [325] τοῦ δὲ Φιλομήτορος Ἀντιόχου καὶ τοῦ ἀδελφοῦ αὐτοῦ Ἀντιόχου, ὃς ἐπεκαλεῖτο Κυζικηνός, πολεμούντων ἀλλήλους καὶ τὴν αὐτῶν δύναμιν ἀπολλύντων ἦν οὐδεμία τοῖς Πτολεμαεῦσιν βοήθεια παρ' αὐτῶν. [326] ἀλλὰ πονουμένοις τῇ πολιορκίᾳ Ζώιλος ὁ τὸν Στράτωνος πύργον κατεσχηκὼς [παρῆν] καὶ τὰ Δῶρα σύνταγμα τρέφων στρατιωτικὸν καὶ τυραννίδι ἐπιχειρῶν διὰ τὴν τῶν βασιλέων πρὸς ἀλλήλους ἅμιλλαν μικρὰ τοῖς Πτολεμαιεῦσι παρεβοήθει: [327] οὐδὲ γὰρ οἱ βασιλεῖς οὕτως εἶχον οἰκείως πρὸς αὐτούς, ὥστ' ἐλπίσαι τινὰ παρ' αὐτῶν ὠφέλειαν. ἑκάτεροι γὰρ ταὐτὸν τοῖς ἀθληταῖς ἔπασχον, οἳ τῇ δυνάμει μὲν ἀπηγορευκότες αἰσχυνόμενοι δὲ παραχωρῆσαι διετέλουν ἀργίᾳ καὶ ἀναπαύσει διαφέροντες τὸν ἀγῶνα. [328] λοιπὴ δ' αὐτοῖς ἐλπὶς ἦν ἡ παρὰ τῶν Αἰγύπτου βασιλέων καὶ τοῦ Κύπρον ἔχοντος Πτολεμαίου τοῦ Λαθούρου, ὃς ὑπὸ τῆς μητρὸς Κλεοπάτρας τῆς ἀρχῆς ἐκπεσὼν εἰς Κύπρον παρεγένετο. πέμψαντες οὖν πρὸς τοῦτον οἱ Πτολεμαιεῖς παρεκάλουν ἐλθόντα σύμμαχον ἐκ τῶν Ἀλεξάνδρου χειρῶν αὐτοὺς ῥύσασθαι κινδυνεύοντας. [329] ἐπελπισάντων δ' αὐτὸν τῶν πρέσβεων, ὡς διαβὰς εἰς Συρίαν ἕξει Γαζαίους συνεστῶτας μετὰ τῶν Πτολεμαιῶν καὶ Ζώιλον, ἔτι γε μὴν Σιδωνίους καὶ πολλοὺς ἄλλους αὐτῷ συλλήψεσθαι λεγόντων, ἐπαρθεὶς πρὸς τὸν ἔκπλουν ἔσπευδεν.

(3)[330] Ἐν τούτῳ δὲ τοὺς Πτολεμαιᾶς Δημαίνετος πιθανὸς ὢν αὐτοῖς τότε καὶ δημαγωγῶν μεταβαλέσθαι τὰς γνώμας ἐποίησεν, ἄμεινον εἶναι φήσας ἐπ' ἀδήλῳ τῷ γενησομένῳ διακινδυνεύειν πρὸς τοὺς Ἰουδαίους μᾶλλον ἢ φανερὰν εἰσδέξασθαι δουλείαν δεσπότῃ παραδόντας αὑτούς, καὶ πρὸς τούτῳ μὴ τὸν παρόντα μόνον ἔχειν πόλεμον, ἀλλὰ καὶ πολὺ μείζω τὸν ἀπ' Αἰγύπτου. [331] τὴν γὰρ Κλεοπάτραν οὐ περιόψεσθαι δύναμιν αὐτῷ κατασκευαζόμενον Πτολεμαῖον ἐκ γειτόνων, ἀλλ' ἥξειν ἐπ' αὐτοὺς μετὰ μεγάλης στρατιᾶς: σπουδάσαι γὰρ αὐτὴν ὥστε καὶ τῆς Κύπρου τὸν υἱὸν ἐκβαλεῖν: εἶναι δὲ Πτολεμαίῳ μὲν διαμαρτόντι τῆς ἐλπίδος ἀποφυγὴν πάλιν τὴν Κύπρον, αὐτοῖς δὲ κινδύνων τὸν ἔσχατον. [332] ὁ μὲν οὖν Πτολεμαῖος κατὰ τὸν πόρον μαθὼν τὴν τῶν Πτολεμαιῶν μεταβολὴν οὐδὲν ἧττον ἔπλευσεν καὶ καταχθεὶς εἰς τὴν καλουμένην Συκάμινον ἐνταυθοῖ τὴν δύναμιν ἐξεβίβασεν. [333] ἦν δὲ ὁ πᾶς στρατὸς αὐτῷ πεζοί τε ἅμα καὶ ἱππεῦσιν περὶ τρισμυρίους, οὓς προαγαγὼν πλησίον τῆς Πτολεμαίδος καὶ στρατοπεδευσάμενος, ἐπεὶ μήτε τοὺς παρ' αὐτοῦ πρέσβεις ἐδέχοντο μήτε τῶν λόγων ἠκροῶντο, μεγάλως ἐφρόντιζεν.

(4)[334] Ἐλθόντων δὲ πρὸς αὐτὸν Ζωίλου τε καὶ τῶν Γαζαίων καὶ δεομένων συμμαχεῖν αὐτοῖς πορθουμένης αὐτοῖς τῆς χώρας ὑπὸ τῶν Ἰουδαίων καὶ Ἀλεξάνδρου, λύει μὲν τὴν πολιορκίαν δείσας τὸν Πτολεμαῖον ὁ Ἀλέξανδρος, ἀπαγαγὼν δὲ τὴν στρατιὰν εἰς τὴν οἰκείαν ἐστρατήγει τὸ λοιπὸν λάθρα μὲν τὴν Κλεοπάτραν ἐπὶ τὸν Πτολεμαῖον μεταπεμπόμενος, φανερῶς δὲ φιλίαν καὶ συμμαχίαν πρὸς αὐτὸν ὑποκρινόμενος. [335] καὶ τετρακόσια δὲ ἀργυρίου τάλαντα δώσειν ὑπέσχετο χάριν ἀντὶ τούτων αἰτῶν Ζώιλον ἐκποδὼν ποιήσασθαι τὸν τύραννον καὶ τὴν χώραν τοῖς Ἰουδαίοις προσνεῖμαι. τότε μὲν οὖν ὁ Πτολεμαῖος ἡδέως τὴν πρὸς Ἀλέξανδρον ποιησάμενος φιλίαν χειροῦται τὸν Ζώιλον. [336] ὕστερον δὲ ἀκούσας λάθρα διαπεμψάμενον αὐτὸν πρὸς τὴν μητέρα αὐτοῦ Κλεοπάτραν λύει τοὺς γεγενημένους πρὸς αὐτὸν ὅρκους καὶ προσβαλὼν ἐπολιόρκει τὴν Πτολεμαίδα μὴ δεξαμένην αὐτόν. καταλιπὼν δ' ἐπὶ τῆς πολιορκίας στρατηγοὺς καὶ μέρος τι τῆς δυνάμεως αὐτὸς τῷ λοιπῷ τὴν Ἰουδαίαν καταστρεψόμενος ὥρμησεν. [337] ὁ δὲ Ἀλέξανδρος τὴν τοῦ Πτολεμαίου διάνοιαν μαθὼν συνήθροισεν καὶ αὐτὸς περὶ πέντε μυριάδας τῶν ἐγχωρίων, ὡς δ' ἔνιοι συγγραφεῖς εἰρήκασιν ὀκτώ, καὶ ἀναλαβὼν τὴν δύναμιν ἀπήντα τῷ Πτολεμαίῳ. Πτολεμαῖος δ' ἐξαίφνης ἐπιπεσὼν Ἀσωχειτω τῆς Γαλιλαίας πόλει σάββασιν αἱρεῖ κατὰ κράτος αὐτὴν καὶ περὶ μύρια σώματα καὶ πολλὴν ἑτέραν ἔλαβε λείαν.

(5)[338] Πειράσας δὲ καὶ Σέπφωριν μικρὸν ἄπωθεν τῆς πεπορθημένης πολλοὺς ἀποβαλὼν ᾔει πολεμήσων Ἀλεξάνδρῳ. ὑπήντησε δ' αὐτῷ πρὸς τῷ Ἰορδάνῃ ποταμῷ Ἀλέξανδρος περί τινα τόπον λεγόμενον Ἀσωφὼν οὐ πόρρωθεν τοῦ Ἰορδάνου ποταμοῦ καὶ βάλλεται στρατόπεδον πλησίον τῶν πολεμίων. [339] εἶχεν μέντοι τοὺς προμαχομένους ὀκτακισχιλίους, οὓς ἑκατονταμάχους προσηγόρευσεν, ἐπιχάλκοις χρωμένους τοῖς θυρεοῖς. ἦσαν δὲ καὶ τοῖς τοῦ Πτολεμαίου προμαχοῦσιν ἐπίχαλκοι αἱ ἀσπίδες. τοῖς μέντοι γε ἄλλοις ἔλαττον ἔχοντες οἱ τοῦ Πτολεμαίου εὐλαβέστερον συνῆψαν εἰς τὸν κίνδυνον. [340] θάρσος δὲ αὐτοῖς οὐκ ὀλίγον ἐνεποίησεν ὁ τακτικὸς Φιλοστέφανος διαβῆναι κελεύσας τὸν ποταμόν, οὗ μεταξὺ ἦσαν ἐστρατοπεδευκότες. Ἀλεξάνδρῳ δὲ κωλύειν αὐτῶν τὴν διάβασιν οὐκ ἔδοξεν: ἐνόμιζεν γάρ, εἰ κατὰ νώτου λάβοιεν τὸν ποταμόν, ῥᾷον αἱρήσειν τοὺς πολεμίους φεύγειν ἐκ τῆς μάχης οὐ δυναμένους. [341] κατ' ἀρχὰς μὲν οὖν παρ' ἀμφοτέρων ἦν ἔργα χειρῶν καὶ προθυμίας παραπλήσια καὶ πολὺς ἐγένετο φόνος ἐξ ἑκατέρων τῶν στρατευμάτων, ὑπερτέρων δὲ τῶν Ἀλεξάνδρου γινομένων Φιλοστέφανος διελὼν τὴν δύναμιν δεξιῶς τοῖς ἐνδιδοῦσιν ἐπεκούρει. [342] μηδενὸς δὲ τῷ κλιθέντι μέρει τῶν Ἰουδαίων προσβοηθοῦντος τούτους μὲν συνέβαινε φεύγειν μὴ βοηθούντων τῶν πλησίον ἀλλὰ κοινωνούντων τῆς φυγῆς, οἱ δὲ τοῦ Πτολεμαίου τὰ ἐναντία τούτων ἔπραττον: [343] ἑπόμενοι γὰρ ἔκτεινον τοὺς Ἰουδαίους, καὶ τὸ τελευταῖον τραπέντας αὐτοὺς ἅπαντας ἐδίωκον φονεύοντες ἕως οὗ καὶ ὁ σίδηρος αὐτοῖς ἠμβλύνθη κτείνουσιν καὶ αἱ χεῖρες παρείθησαν. [344] τρισμυρίους γοῦν ἔφασαν αὐτῶν ἀποθανεῖν, Τιμαγένης δὲ πεντακισμυρίους εἴρηκεν, τῶν δὲ ἄλλων τοὺς μὲν αἰχμαλώτους ληφθῆναι, τοὺς δ' εἰς τὰ οἰκεῖα διαφεύγειν χωρία.

(6)[345] Πτολεμαῖος δὲ μετὰ τὴν νίκην προσκαταδραμὼν τὴν χώραν ὀψίας ἐπιγενομένης ἔν τισι κώμαις τῆς Ἰουδαίας κατέμεινεν, ἃς γυναικῶν εὑρὼν μεστὰς καὶ νηπίων ἐκέλευσεν τοὺς στρατιώτας ἀποσφάττοντας αὐτοὺς καὶ κρεουργοῦντας ἔπειτα εἰς λέβητας ζέοντας ἐνιέντας τὰ μέλη ἀπάρχεσθαι. [346] τοῦτο δὲ προσέταξεν, ἵν' οἱ διαφυγόντες ἐκ τῆς μάχης καὶ πρὸς αὑτοὺς ἐλθόντες σαρκοφάγους ὑπολάβωσιν εἶναι τοὺς πολεμίους, καὶ διὰ τοῦτο ἔτι μᾶλλον αὐτοὺς καταπλαγῶσι ταῦτ' ἰδόντες. [347] λέγει δὲ καὶ Στράβων καὶ Νικόλαος, ὅτι τοῦτον αὐτοῖς ἐχρήσαντο τὸν τρόπον, καθὼς κἀγὼ προείρηκα. ἔλαβον δὲ καὶ τὴν Πτολεμαίδα κατὰ κράτος, ὡς καὶ ἐν ἄλλοις φανερὸν πεποιήκαμεν.

 

XIII

(1)[348] Κλεοπάτρα δ' ὁρῶσα τὸν υἱὸν αὐξανόμενον καὶ τήν τε Ἰουδαίαν ἀδεῶς πορθοῦντα καὶ τὴν Γαζαίων πόλιν ὑπήκοον ἔχοντα, περιιδεῖν οὐκ ἔγνω τοῦτον ἐπὶ ταῖς πύλαις ὄντα καὶ ποθοῦντα τὴν τῶν Αἰγυπτίων μείζω γενόμενον, [349] ἀλλὰ παραχρῆμα μετὰ καὶ ναυτικῆς καὶ πεζῆς δυνάμεως ἐπ' αὐτὸν ἐξώρμησεν ἡγεμόνας τῆς ὅλης στρατιᾶς ἀποδείξασα Χελκίαν καὶ Ἀνανίαν τοὺς Ἰουδαίους, τὰ δὲ πολλὰ τοῦ πλούτου καὶ τοὺς υἱωνοὺς καὶ διαθήκας πέμψασα Κῴοις παρέθετο. [350] κελεύσασα δὲ τὸν υἱὸν Ἀλέξανδρον στόλῳ μεγάλῳ παραπλεῖν εἰς Φοινίκην ἡ Κλεοπάτρα μετὰ πάσης αὐτὴ τῆς δυνάμεως ἧκεν εἰς Πτολεμαίδα, μὴ δεξαμένων δὲ αὐτὴν τῶν Πτολεμαιῶν πολιορκεῖ τὴν πόλιν. [351] Πτολεμαῖος δ' ἐκ τῆς Συρίας ἀπελθὼν ἐπὶ τὴν Αἴγυπτον ἔσπευσεν, αἰφνιδίως αὐτὴν οἰόμενος κενὴν οὖσαν στρατιᾶς καθέξειν: ἀλλὰ διαμαρτάνει τῆς ἐλπίδος. κατὰ τοῦτον δὴ τὸν χρόνον συνέβη καὶ Χελκίαν τὸν ἕτερον τῶν τῆς Κλεοπάτρας ἡγεμόνων ἀποθανεῖν περὶ κοίλην Συρίαν διώκοντα Πτολεμαῖον.

(2)[352] Ἀκούσασα δ' ἡ Κλεοπάτρα τὴν ἐπιχείρησιν τὴν τοῦ υἱοῦ καὶ ὅτι τὰ περὶ τὴν Αἴγυπτον οὐχ ὃν προσεδόκα τρόπον προκεχώρηκεν αὐτῷ, πέμψασα μέρος τῆς στρατιᾶς ἐξέβαλεν αὐτὸν ἀπὸ τῆς χώρας. καὶ ὁ μὲν ἐκ τῆς Αἰγύπτου πάλιν ὑποστρέψας τὸν χειμῶνα διέτριψεν ἐν Γάζῃ. [353] Κλεοπάτρα δ' ἐν τούτῳ τὴν ἐν Πτολεμαίδι φρουρὰν ἐκ πολιορκίας λαμβάνει καὶ τὴν πόλιν. Ἀλεξάνδρου δ' αὐτὴν μετὰ δώρων περιελθόντος καὶ θεραπείας ὁποίας ἄξιον ἦν πεπονθότα μὲν κακῶς ὑπὸ Πτολεμαίου, καταφυγῆς δ' οὐκ ἄλλης ἢ ταύτης εὐποροῦντα, τινὲς μὲν τῶν φίλων καὶ ταῦτα συνεβούλευον αὐτῇ λαβεῖν καὶ τὴν χώραν ἐπελθούσῃ κατασχεῖν καὶ μὴ περιιδεῖν ἐπ' ἀνδρὶ ἑνὶ τοσοῦτο πλῆθος ἀγαθῶν Ἰουδαίων κείμενον. [354] Ἀνανίας δὲ συνεβούλευσε τούτοις ἐναντία, λέγων ἄδικα ποιήσειν αὐτήν, εἰ σύμμαχον ἄνθρωπον ἀφαιρήσεται τῆς ἰδίας ἐξουσίας καὶ ταῦτα συγγενῆ ἡμέτερον: οὐ γὰρ ἀγνοεῖν βούλομαί σε, φησίν, εἰ τὸ πρὸς τοῦτον ἄδικον ἐχθροὺς ἅπαντας ἡμᾶς σοι τοὺς Ἰουδαίους κατα [355] σκευάζει.” ταῦτα δὲ Ἀνανία παραινέσαντος ἡ Κλεοπάτρα πείθεται μηδὲν ἀδικῆσαι τὸν Ἀλέξανδρον, ἀλλὰ συμμαχίαν πρὸς αὐτὸν ἐποιήσατο ἐν Σκυθοπόλει τῆς κοίλης Συρίας.

(3)[356] Ὁ δὲ τῶν ἐκ Πτολεμαίου φόβων ἐλευθερωθεὶς στρατεύεται μὲν εὐθὺς ἐπὶ τὴν κοίλην Συρίαν, αἱρεῖ δὲ Γάδαρα πολιορκήσας δέκα μησίν, αἱρεῖ δὲ καὶ Ἀμαθοῦντα μέγιστον ἔρυμα τῶν ὑπὲρ τὸν Ἰορδάνην κατῳκημένων, ἔνθα καὶ τὰ κάλλιστα καὶ σπουδῆς ἄξια Θεόδωρος ὁ Ζήνωνος εἶχεν. ὃς οὐ προσδοκῶσιν ἐπιπεσὼν τοῖς Ἰουδαίοις μυρίους αὐτῶν ἀποκτείνει καὶ τὴν ἀποσκευὴν Ἀλεξάνδρου διαρπάζει. [357] ταῦτα μὲν οὖν οὐ καταπλήττει τὸν Ἀλέξανδρον, ἀλλ' ἐπιστρατεύει τοῖς θαλαττίοις μέρεσιν, Ῥαφείᾳ καὶ Ἀνθηδόνι, ἣν ὕστερον βασιλεὺς Ἡρώδης Ἀγριππιάδα προσηγόρευσεν, καὶ κατὰ κράτος εἷλεν καὶ ταύτην. [358] ὁρῶν δὲ τὸν Πτολεμαῖον ἐκ τῆς Γάζης εἰς Κύπρον ἀνακεχωρηκότα, τὴν δὲ μητέρα αὐτοῦ Κλεοπάτραν εἰς Αἴγυπτον, ὀργιζόμενος δὲ τοῖς Γαζαίοις, ὅτι Πτολεμαῖον ἐπεκαλέσαντο βοηθόν, ἐπολιόρκει τὴν πόλιν καὶ τὴν χώραν αὐτῶν προενόμευσεν. [359] Ἀπολλοδότου δὲ τοῦ στρατηγοῦ τῶν Γαζαίων μετὰ δισχιλίων ξένων καὶ μυρίων οἰκετῶν νύκτωρ ἐπιπεσόντος τῷ τῶν Ἰουδαίων στρατοπέδῳ ἐφ' ὅσον μὲν ὑπῆρχεν ἡ νὺξ ἐνίκων οἱ Γαζαῖοι δόκησιν παρασχόντες τοῖς πολεμίοις ὡς ἐπεληλυθότος αὐτοῖς Πτολεμαίου, γενομένης δὲ ἡμέρας καὶ τῆς δόξης ἐλεγχθείσης μαθόντες οἱ Ἰουδαῖοι τἀληθὲς ἐπισυστρέφονται καὶ τοῖς Γαζαίοις προσβαλόντες ἀναιροῦσιν αὐτῶν περὶ χιλίους. [360] τῶν δὲ Γαζαίων ἀντεχόντων καὶ μήτε ὑπὸ τῆς ἐνδείας μήτε ὑπὸ τοῦ πλήθους τῶν ἀναιρουμένων ἐνδιδόντων, πᾶν γὰρ ὁτιοῦν ὑπέμενον παθεῖν ἢ ὑπὸ τῷ πολεμίῳ γενέσθαι, προσεπήγειρεν δ' αὐτῶν τὴν προθυμίαν καὶ Ἀρέτας ὁ Ἀράβων βασιλεὺς ἐπίδοξος ὢν ἥξειν αὐτοῖς σύμμαχος. [361] ἀλλὰ συνέβη πρῶτον τὸν Ἀπολλόδοτον διαφθαρῆναι: Λυσίμαχος γὰρ ἀδελφὸς αὐτοῦ ζηλοτυπῶν αὐτὸν ἐπὶ τῷ παρὰ τοῖς πολίταις εὐδοκιμεῖν, κτείνας αὐτὸν καὶ στρατιωτικὸν συγκροτήσας ἐνδίδωσιν Ἀλεξάνδρῳ τὴν πόλιν. [362] ὁ δ' εὐθὺς μὲν εἰσελθὼν ἠρέμει, μετὰ δὲ ταῦτα τὴν δύναμιν ἐπαφῆκε τοῖς Γαζαίοις ἐπιτρέψας τιμωρεῖν αὐτούς: οἱ δὲ ἄλλοι ἀλλαχῆ τρεπόμενοι τοὺς Γαζαίους ἀπέκτειναν. ἦσαν δ' οὐδ' ἐκεῖνοι τὰς ψυχὰς ἀγεννεῖς, ἀλλὰ καὶ τοῖς παραπίπτουσιν ἀμυνόμενοι τοὺς Ἰουδαίους οὐκ ἐλάττονας αὐτῶν διέφθειραν. [363] ἔνιοι δὲ μονούμενοι τὰς οἰκίας ἐνεπίμπρασαν, ὡς μηδὲν ἐξ αὐτῶν λάφυρον εἶναι τοῖς πολεμίοις λαβεῖν. οἱ δὲ καὶ τῶν τέκνων καὶ τῶν γυναικῶν αὐτόχειρες ἐγένοντο τῆς ὑπὸ τοῖς ἐχθροῖς αὐτὰ δουλείας οὕτως ἀπαλλάττειν ἠναγκασμένοι. [364] τῶν δὲ βουλευτῶν ἦσαν οἱ πάντες πεντακόσιοι συμφυγόντες εἰς τὸ τοῦ Ἀπόλλωνος ἱερόν: συνεδρευόντων γὰρ τὴν ἐπίθεσιν συνέβη γενέσθαι: ὁ δὲ Ἀλέξανδρος τούτους τε ἀναιρεῖ καὶ τὴν πόλιν αὐτοῖς ἐπικατασκάψας ὑπέστρεψεν εἰς Ἱεροσόλυμα ἐνιαυτῷ πολιορκήσας.

(4)[365] Ὑπὸ τὸν αὐτὸν δὲ τοῦτον καιρὸν καὶ Ἀντίοχος ὁ ἐπικληθεὶς Γρυπὸς ἀποθνήσκει ὑπὸ Ἡρακλέωνος ἐπιβουλευθείς, βιώσας μὲν ἔτη τεσσαράκοντα καὶ πέντε, βασιλεύσας δὲ ἐννέα καὶ εἴκοσι. [366] διαδεξάμενος δὲ τὴν βασιλείαν αὐτοῦ ὁ παῖς Σέλευκος ἐπολέμει μὲν τῷ τοῦ πατρὸς ἀδελφῷ Ἀντιόχῳ, ὃς ἐπεκαλεῖτο Κυζικηνός, νικήσας δ' αὐτὸν καὶ λαβὼν ἀπέκτεινεν. [367] μετ' οὐ πολὺ δὲ τοῦ Κυζικηνοῦ παῖς Ἀντίοχος, ὁ Εὐσεβὴς καλούμενος, παραγενηθεὶς εἰς Ἄραδον καὶ περιθέμενος διάδημα πολεμεῖ τῷ Σελεύκῳ, καὶ κρατήσας ἐξήλασεν αὐτὸν ἐκ πάσης τῆς Συρίας. [368] ὁ δὲ φυγὼν εἰς Κιλικίαν καὶ γενόμενος ἐν τῇ Μόψου ἑστίᾳ πάλιν αὐτοὺς εἰσέπραττε χρήματα. ὁ δὲ τῶν Μοψεστέων δῆμος ἀγανακτήσας ὑφῆψεν αὐτοῦ τὰ βασίλεια καὶ διέφθειρεν αὐτὸν μετὰ τῶν φίλων. [369] Ἀντιόχου δὲ τοῦ Κυζικηνοῦ παιδὸς βασιλεύοντος τῆς Συρίας Ἀντίοχος ὁ Σελεύκου ἀδελφὸς ἐκφέρει πόλεμον πρὸς αὐτὸν καὶ νικηθεὶς ἀπόλλυται μετὰ τῆς στρατιᾶς. μετὰ δ' αὐτὸν ὁ ἀδελφὸς αὐτοῦ Φίλιππος ἐπιθέμενος διάδημα μέρους τινὸς τῆς Συρίας ἐβασίλευσεν. [370] Πτολεμαῖος δὲ ὁ Λάθουρος τὸν τρίτον αὐτῶν ἀδελφὸν Δημήτριον τὸν Ἄκαιρον λεγόμενον ἐκ Κνίδου μεταπεμψάμενος κατέστησεν ἐν Δαμασκῷ βασιλέα. [371] τούτοις δὲ τοῖς δυσὶν ἀδελφοῖς καρτερῶς ἀνθιστάμενος Ἀντίοχος ταχέως ἀπέθανεν: Λαοδίκῃ γὰρ ἐλθὼν σύμμαχος τῇ τῶν Σαμηνῶν βασιλίσσῃ Πάρθους πολεμούσῃ μαχόμενος ἀνδρείως ἔπεσεν. τὴν δὲ Συρίαν οἱ δύο κατεῖχον ἀδελφοὶ Δημήτριος καὶ Φίλιππος, καθὼς ἐν ἄλλοις δεδήλωται.

(5)[372] Ἀλέξανδρος δὲ τῶν οἰκείων πρὸς αὐτὸν στασιασάντων, ἐπανέστη γὰρ αὐτῷ τὸ ἔθνος ἑορτῆς ἀγομένης καὶ ἑστῶτος αὐτοῦ ἐπὶ τοῦ βωμοῦ καὶ θύειν μέλλοντος κιτρίοις αὐτὸν ἔβαλλον, νόμου ὄντος παρὰ τοῖς Ἰουδαίοις ἐν τῇ σκηνοπηγίᾳ ἔχειν ἕκαστον θύρσους ἐκ φοινίκων καὶ κιτρίων, δεδηλώκαμεν δὲ καὶ ταῦτα ἐν ἄλλοις, προσεξελοιδόρησαν δ' αὐτὸν ὡς ἐξ αἰχμαλώτων γεγονότα καὶ τῆς τιμῆς καὶ τοῦ θύειν ἀνάξιον, [373] ἐπὶ τούτοις ὀργισθεὶς κτείνει μὲν αὐτῶν περὶ ἑξακισχιλίους, δρύφακτον δὲ ξύλινον περὶ τὸν βωμὸν καὶ τὸν ναὸν βαλόμενος μέχρι τοῦ θριγκοῦ, εἰς ὃν μόνοις ἐξῆν τοῖς ἱερεῦσιν εἰσιέναι, τούτῳ τὴν τοῦ πλήθους ἐπ' αὐτὸν ἀπέφραττεν εἴσοδον. [374] ἔτρεφεν δὲ καὶ ξένους Πισίδας καὶ Κίλικας: Σύροις γὰρ πολέμιος ὢν οὐκ ἐχρῆτο. καταστρεψάμενος δὲ τῶν Ἀράβων Μωαβίτας καὶ Γαλααδίτας εἰς φόρου ἀπαγωγήν, κατερείπει καὶ Ἀμαθοῦντα Θεοδώρου μὴ τολμῶντος αὐτῷ συμβαλεῖν. [375] συνάψας δὲ μάχην πρὸς Ὀβέδαν τὸν Ἀράβων βασιλέα καὶ πεσὼν εἰς ἐνέδραν ἐν χωρίοις τραχέσι καὶ δυσβάτοις ὑπὸ πλήθους καμήλων εἰς βαθεῖαν κατερράχθη φάραγγα κατὰ Γάδαρα κώμην τῆς ιουδάνιδος καὶ μόλις αὐτὸς διασώζεται, φεύγων δ' ἐκεῖθεν εἰς Ἱεροσόλυμα παραγίνεται. [376] καὶ πρὸς τὴν κακοπραγίαν αὐτοῦ ἐπιθεμένου τοῦ ἔθνους πολεμήσας πρὸς αὐτὸ ἔτεσιν ἓξ ἀναιρεῖ τῶν Ἰουδαίων οὐκ ἔλαττον πέντε μυριάδας. παρακαλοῦντος δὲ παῦσαι τὴν πρὸς αὐτὸν δυσμένειαν ἔτι μᾶλλον ἐμίσουν αὐτὸν διὰ τὰ συμβεβηκότα. πυνθανομένου δ' αὐτοῦ τί βούλονται, πάντες γενέσθαι ἐβόησαν ἀποθανεῖν αὐτόν, καὶ πρὸς Δημήτριον τὸν Ἄκαιρον ἔπεμψαν παρακαλοῦντες ἐπὶ συμμαχίαν.

 

XIV

(1)[377] Ὁ δὲ μετὰ στρατιᾶς ἐλθὼν καὶ παραλαβὼν τοὺς ἐπικαλεσαμένους περὶ Σίκιμα πόλιν ἐστρατοπέδευσεν. Ἀλέξανδρος δὲ μετὰ μισθοφόρων ἑξακισχιλίων καὶ διακοσίων Ἰουδαίων τε περὶ δισμυρίους οἳ ἐφρόνουν τὰ ἐκείνου παραλαβὼν ἀντεπῄει τῷ Δημητρίῳ: τούτῳ δ' ἦσαν ἱππεῖς μὲν τρισχίλιοι, πεζῶν δὲ τέσσαρες μυριάδες. [378] πολλὰ μὲν οὖν ἑκατέροις ἐπράχθη, τοῦ μὲν ἀποστῆσαι τοὺς μισθοφόρους ὡς ὄντας Ἕλληνας πειρωμένου, τοῦ δὲ τοὺς σὺν Δημητρίῳ Ἰουδαίους. μηδετέρου δὲ πεῖσαι δυνηθέντος, ἀλλ' εἰς μάχην συμβαλόντων, νικᾷ Δημήτριος, καὶ ἀποθνήσκουσι μὲν οἱ Ἀλεξάνδρου μισθοφόροι πάντες πίστεως ἅμα καὶ ἀνδρείας ἐπίδειξιν ποιησάμενοι, πολλοὶ δὲ καὶ τῶν Δημητρίου στρατιωτῶν.

(2)[379] Φεύγοντος δ' Ἀλεξάνδρου εἰς τὰ ὄρη κατὰ οἶκτον τῆς μεταβολῆς συλλέγονται παρ' αὐτὸν Ἰουδαίων ἑξακισχίλιοι. καὶ τότε μὲν δείσας ὑποχωρεῖ Δημήτριος. μετὰ ταῦτα δὲ οἱ Ἰουδαῖοι ἐπολέμουν Ἀλεξάνδρῳ καὶ νικώμενοι πολλοὶ ἀπέθνησκον ἐν ταῖς μάχαις. [380] κατακλείσας δὲ τοὺς δυνατωτάτους αὐτᾶν ἐν Βαιθομμει πόλει ἐπολιόρκει, λαβὼν δὲ τὴν πόλιν καὶ γενόμενος ἐγκρατὴς αὐτῶν ἀνήγαγεν εἰς Ἱεροσόλυμα καὶ πάντων ὠμότατον ἔργον ἔδρασεν: ἑστιώμενος γὰρ ἐν ἀπόπτῳ μετὰ τῶν παλλακίδων ἀνασταυρῶσαι προσέταξεν αὐτῶν ὡς ὀκτακοσίους, τοὺς δὲ παῖδας αὐτῶν καὶ τὰς γυναῖκας ἔτι ζώντων παρὰ τὰς ἐκείνων ὄψεις ἀπέσφαττεν, [381] ὑπὲρ μὲν ὧν ἠδίκητο ἀμυνόμενος, ἄλλως δὲ ὑπὲρ ἄνθρωπον ταύτην εἰσπραττόμενος τὴν δίκην, εἰ καὶ τὰ μάλιστα, ὅπερ ἦν εἰκός, ἐταλαιπωρήθη τοῖς πρὸς αὐτοὺς πολέμοις καὶ εἰς τοὔσχατον ἧκε κινδύνου ψυχῆς τε πέρι καὶ βασιλείας, οὐκ ἀρκουμένων ἀγωνίζεσθαι κατὰ σφᾶς αὐτούς, [382] ἀλλὰ καὶ ἀλλοφύλους ἐπαγόντων καὶ τὸ τελευταῖον εἰς τοῦτο ἀνάγκης ἀγαγόντων, ὥστε ἣν κατεστρέψατο γῆν ἐν Γαλααδίτιδι καὶ Μωαβίτιδι καὶ τὰ χωρία τῶν Ἀράβων τῷ βασιλεῖ παραδοῦναι, ὅπως ἂν μὴ ξυνάρηται σφίσι τὸν κατ' αὐτοῦ πόλεμον, ἄλλα τε μυρία ἐς ὕβριν αὐτοῦ καὶ ἐπήρειαν πραξάντων. [383] ἀλλ' [οὖν οὐκ] ἐπιτηδείως δοκεῖ ταῦτα δρᾶσαι, ὥστε διὰ τὴν τῆς ὠμότητος ὑπερβολὴν ἐπικληθῆναι αὐτὸν ὑπὸ τῶν Ἰουδαίων Θρακίδαν. οἱ δ' ἀντιστασιῶται αὐτοῦ τὸ πλῆθος ὄντες περὶ ὀκτακισχιλίους φεύγουσιν νυκτὸς καὶ παρ' ὃν ἔζη χρόνον Ἀλέξανδρος ἦσαν ἐν τῇ φυγῇ. καὶ οὗτος μὲν ἀπηλλαγμένος τῆς ἐκ τούτων ταραχῆς μετὰ πάσης τὸ λοιπὸν ἠρεμίας ἐβασίλευσεν.

(3)[384] Δημήτριος δ' ἐκ τῆς Ἰουδαίας ἀπελθὼν εἰς Βέροιαν ἐπολιόρκει τὸν ἀδελφὸν αὐτοῦ Φίλιππον ὄντων αὐτῷ πεζῶν μὲν μυρίων, χιλίων δὲ ἱππέων. Στράτων δ' ὁ τῆς Βεροίας τύραννος Φιλίππῳ συμμαχῶν Ἄζιζον τὸν Ἀράβων φύλαρχον ἐπεκαλεῖτο καὶ Μιθριδάτην τὸν Σινάκην τὸν Παρθυαίων ὕπαρχον. [385] ὧν ἀφικομένων μετὰ πολλῆς δυνάμεως καὶ πολιορκούντων Δημήτριον ἐντὸς τοῦ χαρακώματος, εἴσω τοῖς τε τοξεύμασι καὶ τῇ δίψῃ συνέχοντες αὐτὸν ἠνάγκασαν τοὺς σὺν αὐτῷ σφᾶς παραδοῦναι. λαφυραγωγήσαντες δὲ τὰ ἐν τῇ χώρᾳ καὶ τὸν Δημήτριον παραλαβόντες τὸν μὲν τῷ Μιθριδάτῃ τῷ τότε βασιλεύοντι Πάρθων ἔπεμψαν, τῶν δ' αἰχμαλώτων οὓς Ἀντιοχέων εἶναι πολίτας συνέβαινε τούτους προῖκα τοῖς Ἀντιοχεῦσιν ἀπέδωκαν. [386] Μιθριδάτης δ' ὁ τῶν Πάρθων βασιλεὺς Δημήτριον εἶχεν ἐν τιμῇ τῇ πάσῃ μέχρι νόσῳ κατέστρεψε Δημήτριος τὸν βίον. Φίλιππος δὲ ἀπὸ τῆς μάχης εὐθὺς εἰς Ἀντιόχειαν ἐλθὼν καὶ κατασχὼν αὐτὴν ἐβασίλευσεν τῆς Συρίας.

 

XV

(1)[387] Ἔπειτα Ἀντίοχος ὁ κληθεὶς Διόνυσος ἀδελφὸς ὢν Φιλίππου, τῆς ἀρχῆς ἀντιποιούμενος εἰς Δαμασκὸν παραγίνεται, καὶ τῶν ἐκεῖ πραγμάτων ἐγκρατὴς γενόμενος ἐβασίλευσεν. ἐκστρατεύσαντος δὲ ἐπὶ τοὺς Ἄραβας αὐτοῦ Φίλιππος ὁ ἀδελφὸς τοῦτ' ἀκούσας ἐπὶ Δαμασκὸν ἦλθεν. [388] Μιλησίου δ', ὃς καταλέλειπτο τῆς ἄκρας φύλαξ καὶ τῶν Δαμασκηνῶν, παραδόντος αὐτῷ τὴν πόλιν, ἀχάριστος εἰς αὐτὸν γενόμενος καὶ μηδὲν ὧν ἐλπίσας ἐδέξατο αὐτὸν παρασχών, ἀλλὰ τῷ παρ' αὐτοῦ φόβῳ βουληθεὶς δοκεῖν παραλαβεῖν τὴν πόλιν ἢ τῇ χάριτι τῇ Μιλησίου δωρούμενος αὐτὸν οἷς ἐχρῆν, ὑπωπτεύετο καὶ πάλιν ἐκπίπτει τῆς Δαμασκοῦ: [389] ἐξορμήσαντος γὰρ αὐτοῦ εἰς ἱππόδρομον ἀπέκλεισεν ὁ Μιλήσιος καὶ τὴν Δαμασκὸν Ἀντιόχῳ διεφύλαξεν. ὃς ἀκούσας τὰ περὶ τὸν Φίλιππον ὑπέστρεψεν ἐκ τῆς Ἀραβίας, στρατεύεται δ' εὐθὺς ἐλθὼν ἐπὶ τὴν Ἰουδαίαν ὁπλίταις μὲν ὀκτακισχιλίοις, ἱππεῦσι δὲ ὀκτακοσίοις. [390] δείσας δὲ Ἀλέξανδρος τὴν ἔφοδον αὐτοῦ τάφρον ὀρύττει βαθεῖαν ἀπὸ τῆς Χαβερσαβᾶ ἀρξάμενος, ἣ νῦν Ἀντιπατρὶς καλεῖται, ἄχρι τῆς εἰς Ἰόππην θαλάσσης, ᾗ καὶ μόνον ἦν ἐπίμαχον: τεῖχός τ' ἐγείρας καὶ πύργους ἀναστήσας ξυλίνους καὶ μεταπύργια ἐπὶ σταδίους ἑκατὸν ἑξήκοντα ἐξεδέχετο τὸν Ἀντίοχον. [391] ὁ δὲ ταῦτα πάντα ἐμπρήσας διεβίβαζε ταύτῃ τὴν δύναμιν ἐπὶ τὴν Ἀραβίαν. ἀναχωροῦντος δὲ τοῦ Ἄραβος τὰ πρῶτα, ἔπειτα μετὰ μυρίων ἱππέων ἐξαίφνης ἐπιφανέντος ὑπαντήσας τούτοις Ἀντίοχος καρτερῶς ἐμάχετο, καὶ δὴ νικῶν ἀπέθανεν παραβοηθῶν τῷ πονοῦντι μέρει. πεσόντος δ' Ἀντιόχου καὶ τὸ στράτευμα φεύγει εἰς Κανὰ κώμην, ἔνθα τὸ πλεῖον αὐτῶν λιμῷ φθείρεται.

(2)[392] Βασιλεύει δὲ μετ' αὐτὸν τῆς κοίλης Συρίας Ἀρέτας κληθεὶς εἰς τὴν ἀρχὴν ὑπὸ τῶν τὴν Δαμασκὸν ἐχόντων διὰ τὸ πρὸς Πτολεμαῖον τὸν Μενναίου μῖσος. στρατεύσας δ' ἐκεῖθεν ἐπὶ τὴν Ἰουδαίαν καὶ περὶ Ἄδιδα χωρίον μάχῃ νικήσας Ἀλέξανδρον ἐπὶ συνθήκαις ἀνεχώρησεν ἐκ τῆς Ἰουδαίας.

(3)[393] Ἀλέξανδρος δ' ἐλάσας αὖθις ἐπὶ Δίαν πόλιν αἱρεῖ ταύτην, καὶ στρατεύσας ἐπὶ Ἔσσαν, οὗ τὰ πλείστου ἄξια Ζήνωνι συνέβαινεν εἶναι, τρισὶν μὲν περιβάλλει τείχεσιν τὸ χωρίον, ἀμαχὶ δὲ [λαβὼν] τὴν πόλιν ἐπὶ Γαύλαναν καὶ Σελεύκειαν ἐξώρμησεν. [394] παραλαβὼν δὲ καὶ ταύτας προσεξεῖλεν καὶ τὴν Ἀντιόχου λεγομένην φάραγγα καὶ Γάμαλα τὸ φρούριον. ἐγκαλῶν δὲ πολλὰ Δημητρίῳ τῷ τῶν τόπων ἄρχοντι περιέδυσεν αὐτόν, καὶ τρίτον ἤδη πεπληρωκὼς ἔτος τῆς στρατείας εἰς τὴν οἰκείαν ὑπέστρεψεν προθύμως αὐτὸν τῶν Ἰουδαίων διὰ τὴν εὐπραγίαν δεχομένων.

(4)[395] Κατὰ δὴ τοῦτον τὸν καιρὸν ἤδη τῶν Σύρων καὶ Ἰδουμαίων καὶ Φοινίκων πόλεις εἶχον οἱ Ἰουδαῖοι πρὸς θαλάσσῃ μὲν Στράτωνος πύργον Ἀπολλωνίαν Ἰόππην Ἰάμνειαν Ἄζωτον Γάζαν Ἀνθηδόνα Ῥάφειαν Ῥινοκόρουρα, [396] ἐν δὲ τῇ μεσογαίᾳ κατὰ τὴν Ἰδουμαίαν Ἄδωρα καὶ Μάρισαν καὶ ὅλην Ἰδουμαίαν, Σαμάρειαν Καρμήλιον ὄρος καὶ τὸ Ἰταβύριον ὄρος Σκυθόπολιν Γάδαρα, Γαυλανίτιδας Σελεύκειαν Γάβαλα, [397] Μωαβίτιδας Ἠσεβὼν Μήδαβα Λεμβὰ Ορωναιμαγελεθων Ζόαρα Κιλίκων αὐλῶνα Πέλλαν, ταύτην κατέσκαψεν ὑποσχομένων τῶν ἐνοικούντων ἐς πάτρια τῶν Ἰουδαίων ἔθη μεταβαλεῖσθαι, ἄλλας τε πόλεις πρωτευούσας τῆς Συρίας ἦσαν κατεστραμμένοι.

(5)[398] Μετὰ δὲ ταῦτα ὁ βασιλεὺς Ἀλέξανδρος ἐκ μέθης εἰς νόσον καταπεσὼν καὶ τρισὶν ἔτεσιν τεταρταίῳ πυρετῷ συσχεθεὶς οὐκ ἀπέστη τῶν στρατειῶν, ἕως οὗ τοῖς πόνοις ἐξαναλωθεὶς ἀπέθανεν ἐν τοῖς Γερασηνῶν ὅροις πολιορκῶν Ῥάγαβα φρούριον πέραν τοῦ Ἰορδάνου. [399] ὁρῶσα δ' αὐτὸν ἡ βασίλισσα πρὸς τῷ τελευτᾶν ὄντα καὶ μηδεμίαν ὑπογράφοντα μηκέτι σωτηρίας ἐλπίδα, κλαίουσα καὶ κοπτομένη τῆς μελλούσης ἐρημίας αὐτήν τε καὶ τοὺς παῖδας ἀπωδύρετο καί “τίνι καταλείπεις οὕτως ἐμέ τε καὶ τὰ τέκνα τῆς παρ' ἄλλων βοηθείας δεόμενα” πρὸς αὐτὸν ἔλεγεν “καὶ ταῦτ' εἰδώς, πῶς διάκειται [400] πρὸς σὲ δυσμενῶς τὸ ἔθνος.” ὁ δὲ συνεβούλευεν αὐτῇ πείθεσθαι μὲν οἷς ὑποθήσεται πρὸς τὸ τὴν βασιλείαν ἀσφαλῶς κατέχειν μετὰ τῶν τέκνων, κρύψαι δὲ τὸν θάνατον αὐτοῦ πρὸς τοὺς στρατιώτας, ἕως ἂν ἐξέλῃ τὸ χωρίον. [401] ἔπειτα ὡς ἀπὸ νίκης λαμπρῶς εἰς τὰ Ἱεροσόλυμα παραγινομένην τοῖς Φαρισαίοις ἐξουσίαν τινὰ παρασχεῖν: τούτους γὰρ ἐπαινοῦντας αὐτὴν ἀντὶ τῆς τιμῆς εὔνουν καταστήσειν αὐτῇ τὸ ἔθνος, δύνασθαι δὲ πολὺ παρὰ τοῖς Ἰουδαίοις τούτους ἔφασκε βλάψαι τε μισοῦντας καὶ φίλους διακειμένους ὠφελῆσαι: [402] μάλιστα γὰρ πιστεύεσθαι παρὰ τῷ πλήθει περὶ ὧν ἂν κἂν φθονῶσίν τι χαλεπὸν λέγωσιν, αὐτόν τε προσκροῦσαι τῷ ἔθνει διὰ τούτους ἔλεγεν ὑβρισθέντας ὑπ' αὐτοῦ. [403] “σὺ τοίνυν, εἶπεν, ἐν τοῖς Ἱεροσολύμοις γενομένη μετάπεμψαι μὲν τοὺς στασιώτας αὐτῶν, ἐπιδείξασα δὲ τὸ σῶμα τοὐμὸν ἐκείνοις ὅπως μοι βούλονται χρῆσθαι μετὰ πολλῆς ἀξιοπιστίας ἐπίτρεπε, εἴτε καθυβρίζειν ἀταφίᾳ μου θελήσουσι τὸν νεκρὸν ὡς πολλὰ πεπονθότες ἐξ ἐμοῦ, εἴτ' ἄλλην τινὰ κατ' ὀργὴν αἰκίαν τῷ σώματι προσφέρειν. ὑπόσχου τε καὶ μηδὲν δίχα τῆς ἐκείνων γνώμης ἐν τῇ βασιλείᾳ διαπράξεσθαι. [404] ταῦτά σου πρὸς αὐτοὺς εἰπούσης ἐγώ τε λαμπροτέρας ἀξιωθήσομαι πρὸς αὐτῶν κηδείας ἧς ἂν ἔτυχον ἐκ σοῦ, μηδὲν διὰ τὸ ἐξεῖναι ποιεῖν μου κακῶς τὸν νεκρὸν διαθεῖναι θελησάντων, σύ τε βεβαίως ἄρξεις.” ταῦτα παραινέσας τῇ γυναικὶ τελευτᾷ βασιλεύσας ἔτη ἑπτὰ καὶ εἴκοσι, βιώσας δ' ἓν καὶ πεντήκοντα.

 

XVI

(1)[405] Ἡ δὲ Ἀλεξάνδρα τὸ φρούριον ἐξελοῦσα κατὰ τὰς τοῦ: ἀνδρὸς ὑποθήκας τοῖς τε Φαρισαίοις διελέχθη καὶ πάντα ἐπ' ἐκείνοις θεμένη τά τε περὶ τοῦ νεκροῦ καὶ τῆς βασιλείας, τῆς μὲν ὀργῆς αὐτοὺς τῆς πρὸς Ἀλέξανδρον ἔπαυσεν, εὔνους δ' ἐποίησεν καὶ φίλους. [406] οἱ δ' εἰς τὸ πλῆθος παρελθόντες ἐδημηγόρουν τὰς πράξεις τὰς Ἀλεξάνδρου διηγούμενοι, καὶ ὅτι δίκαιος αὐτοῖς ἀπόλοιτο βασιλεύς, καὶ τὸν δῆμον εἰς πένθος καὶ τὴν ὑπὲρ αὐτοῦ κατήφειαν ἐξεκαλέσαντο τοῖς ἐπαίνοις, ὥστε καὶ λαμπρότερον ἤ τινα τῶν πρὸ αὐτοῦ βασιλέων αὐτὸν ἐκήδευσαν. [407] δύο μέντοι γε υἱοὺς Ἀλέξανδρος κατέλιπεν Ὑρκανὸν καὶ Ἀριστόβουλον, τὴν δὲ βασιλείαν εἰς τὴν Ἀλεξάνδραν διέθετο. τῶν δὲ παίδων Ὑρκανὸς μὲν ἀσθενὴς ἦν πράγματα διοικεῖν καὶ βίον ἡσύχιον μᾶλλον ἠγαπηκώς, ὁ δὲ νεώτερος Ἀριστόβουλος δραστήριός τε ἦν καὶ θαρσαλέος. ἐστέργετο μὲν οὖν ὑπὸ τοῦ πλήθους ἡ γυνὴ διὰ τὸ δοκεῖν ἐφ' οἷς ὁ ἀνὴρ αὐτῆς ἐξήμαρτεν δυσχεραίνειν.

(2)[408] Ἡ δὲ ἀρχιερέα μὲν ἀπεδείκνυεν Ὑρκανὸν διὰ τὴν ἡλικίαν, πολὺ μέντοι πλέον διὰ τὸ ἄπραγμον αὐτοῦ, καὶ πάντα τοῖς Φαρισαίοις ἐπέτρεπεν ποιεῖν, οἷς καὶ τὸ πλῆθος ἐκέλευσεν πειθαρχεῖν καὶ εἴ τι δὲ καὶ τῶν νομίμων Ὑρκανὸς ὁ πενθερὸς αὐτῆς κατέλυσεν ὧν εἰσήνεγκαν οἱ Φαρισαῖοι κατὰ τὴν πατρῴαν παράδοσιν, τοῦτο πάλιν ἀποκατέστησεν. [409] τὸ μὲν οὖν ὄνομα τῆς βασιλείας εἶχεν αὐτή, τὴν δὲ δύναμιν οἱ Φαρισαῖοι: καὶ γὰρ φυγάδας οὗτοι κατῆγον καὶ δεσμώτας ἔλυον καὶ καθάπαξ οὐδὲν δεσποτῶν διέφερον. ἐποιεῖτο μέντοι καὶ ἡ γυνὴ τῆς βασιλείας πρόνοιαν, καὶ πολὺ μισθοφορικὸν συνίστησιν, καὶ τὴν ἰδίαν δύναμιν ἀπέδειξεν διπλασίονα, ὡς καταπλῆξαι τοὺς πέριξ τυράννους καὶ λαβεῖν ὅμηρα αὐτῶν. [410] ἠρέμει δ' ἡ χώρα πᾶσα πάρεξ τῶν Φαρισαίων: οὗτοι γὰρ ἐπετάρασσον τὴν βασίλειαν πείθοντες, ὅπως κτείνειεν τοὺς Ἀλεξάνδρῳ παραινέσαντας ἀνελεῖν τοὺς ὀκτακοσίους. εἶτα αὐτοὶ τούτων ἕνα σφάττουσιν Διογένην καὶ μετ' αὐτὸν ἄλλους ἐπ' ἄλλοις, [411] ἕως οὗ οἱ δυνατοὶ παρελθόντες εἰς τὸ βασίλειον καὶ μετ' αὐτῶν Ἀριστόβουλος, ἐῴκει γὰρ τοῖς γινομένοις δυσανασχετῶν καὶ δῆλος ἦν, καθάπαξ εἰ ἀφορμῆς λάβοιτο, μὴ ἐπιτρέψων τῇ μητρί, ἀνεμίμνησκον ὅσα κατώρθωσαν τοσούτοις κινδύνοις, δι' ὧν τὸ βέβαιον τῆς ἐν σφίσι πίστεως πρὸς τὸν δεσπότην ἐπεδείξαντο, ἀνθ' ὧν ὑπ' αὐτοῦ μεγίστων ἠξιώθησαν. [412] καὶ ἐδέοντο μὴ ἄχρι τοῦ παντὸς ἔμπαλιν τρέψαι σφίσι τὰς ἐλπίδας: ἀποφυγόντας γὰρ τὸν ἐκ πολεμίων κίνδυνον ἐν τῇ οἰκείᾳ ὑπ' ἐχθρῶν δίκην βοσκημάτων κόπτεσθαι μηδεμιᾶς τιμωρίας οὔσης. [413] ἔλεγόν τε ὡς, εἰ μὲν ἀρκεσθεῖεν τοῖς ἀνῃρημένοις οἱ ἀντίδικοι, διὰ τὸ πρὸς τοὺς δεσπότας γνήσιον μετρίως οἴσειν τὰ ξυμβάντα, εἰ δ' αὖ μέλλοιεν ταὐτὰ μετιέναι, ᾐτοῦντο μάλιστα μὲν δοθῆναι σφίσιν ἀπαλλαγήν: οὐδὲ γὰρ ἂν ὑπομεῖναι χωρὶς αὐτῆς πορίσασθαι τὸ σωτήριον, ἀλλ' ἀσμενίζειν θνήσκοντες πρὸς τοῖς βασιλείοις, ὡς μὴ συγγνοῖεν ἀπιστίαν αὐτοῖς. [414] αἶσχός τε εἶναι σφίσι τε καὶ τῇ βασιλευούσῃ, εἰ πρὸς αὐτῆς ἀμελούμενοι ὑπὸ τῶν ἐχθρῶν τοῦ ἀνδρὸς ἐκδεχθείησαν: ἀντὶ παντὸς γὰρ τιμήσεσθαι Ἀρέταν τε τὸν Ἄραβα καὶ τοὺς μονάρχους, εἰ ἀποξενολογήσειεν τοσούσδε ἄνδρας, οἷς ἦν τάχα που φρικῶδες αὐτῶν καὶ τοὔνομα τὸ πρὶν ἀκουσθῆναι. [415] εἰ δὲ μή, τό γε δεύτερον, εἰ τοὺς Φαρισαίους αὐτῇ προτιμᾶν ἔγνωσται, κατατάξαι ἕκαστον αὐτῶν ἐν τοῖς φρουρίοις: εἰ γὰρ ὧδε δαίμων τις ἐπενεμέσησεν τῷ Ἀλεξάνδρου οἴκῳ, αὐτούς γε μὴν ἂν ἀποδεῖξαι καὶ ἐν ταπεινῷ σχήματι βιοτεύοντας.

(3)[416] Πολλὰ τοιαῦτα λεγόντων καὶ εἰς οἶκτον τῶν τεθνεώτων καὶ τῶν κινδυνευόντων τοὺς Ἀλεξάνδρου δαίμονας ἐπικαλουμένων, ἅπαντες οἱ περιεστῶτες ὥρμησαν εἰς δάκρυα, καὶ μάλιστα Ἀριστόβουλος ὅπως ἔχοι γνώμης ἐδήλου πολλὰ τὴν μητέρα κακίζων. [417] ἀλλὰ γὰρ ἐκεῖνοι μὲν αὐτοὶ σφίσι τῶν συμφορῶν ἐγένοντο αἴτιοι, κατὰ φιλαρχίαν ἐκλελυσσηκυίᾳ γυναικὶ παρὰ τὸ εἰκὸς βασιλεύειν γενεᾶς ἐν ἀκμῇ οὔσης ἐπιτρέψαντες: ἡ δὲ οὐκ ἔχουσα ὅ τι πράξειε μετὰ τοῦ εὐπρεποῦς τὴν φυλακὴν τῶν χωρίων σφίσιν ἐπέτρεψεν, ὅτι μὴ Ὑρκανίας καὶ Ἀλεξανδρείου καὶ Μαχαιροῦντος, ἔνθα τὰ πλείστου ἄξια ἦν αὐτῇ. [418] καὶ μετ' οὐ πολὺ τὸν υἱὸν Ἀριστόβουλον μετὰ στρατιᾶς ἐξέπεμψεν ἐπὶ Δαμασκὸν κατὰ Πτολεμαίου τοῦ Μενναίου λεγομένου, ὃς βαρὺς ἦν τῇ πόλει γείτων. ἀλλ' οἱ μὲν οὐδὲν ἐργασάμενοι σπουδῆς ἄξιον ὑπέστρεψαν.

(4)[419] Κατὰ δὲ τοῦτον τὸν καιρὸν ἀγγέλλεται Τιγράνης στρατοῦ μυριάσι τριάκοντα ἐμβεβληκὼς εἰς τὴν Συρίαν καὶ ἐπὶ τῆς Ἰουδαίας ἀφιξόμενος. τοῦτο ὥσπερ εἰκὸς ἐφόβησε τὴν βασίλισσαν καὶ τὸ ἔθνος. δῶρα δὴ καὶ πολλὰ καὶ λόγου ἄξια πέμπουσιν αὐτῷ καὶ πρέσβεις πολιορκοῦντι Πτολεμαίδα. [420] βασίλισσα γὰρ Σελήνη ἡ καὶ Κλεοπάτρα καλουμένη τῶν ἐν τῇ Συρίᾳ κατέχειν, ἣ καὶ ἐνήγαγεν τοὺς ἐνοικοῦντας ἀποκλεῖσαι Τιγράνη νῦν ἐτύγχανεν καὶ ἐδέοντο χρηστὰ περὶ τῆς βασιλίσσης καὶ τοῦ ἔθνους συγγινώσκειν. [421] ὁ δὲ ἀποδεξάμενος αὐτοὺς τῆς ἐκ διαστήματος θεραπείας ἐλπίδας ὑπέθετο χρηστάς. ἄρτι δὲ τῆς Πτολεμαίδος ἑαλωκυίας ἀγγέλλεται Τιγράνῃ Λεύκολλον διώκοντα Μιθριδάτην ἐκείνου μὲν διαμαρτεῖν εἰς τοὺς Ἴβηρας ἀναφυγόντος, τὴν δὲ Ἀρμενίαν πορθήσαντα πολιορκεῖν Τιγράνης δὲ καὶ ταῦτ' ἐπιγνοὺς ἀνεχώρει τὴν ἐπ' οἴκου.

(5)[422] Μετὰ δὲ τοῦτο τῆς βασιλίσσης εἰς νόσον χαλεπὴν ἐμπεσούσης δόξαν Ἀριστοβούλῳ τοῖς πράγμασιν ἐπιτίθεσθαι τῆς νυκτὸς ὑπεξελθὼν μεθ' ἑνὸς τῶν θεραπόντων ᾔει ἐπὶ τὰ φρούρια, ἵνα οἱ πατρῷοι κατετάχθησαν αὐτῷ φίλοι. [423] πάλαι γὰρ ἀχθόμενος οἷς ἔπραττεν ἡ μήτηρ πολὺ μᾶλλον ἔδεισε, μὴ ἀποθανούσης ἐπὶ τοῖς Φαρισαίοις τὸ πᾶν γένος αὐτοῖς ὑπάρξειεν: ἑώρα γὰρ τὸ ἀδύνατον τοῦ μέλλοντος διαδέχεσθαι τὴν ἀρχὴν ἀδελφοῦ. [424] ξυνῄδει δὲ ἡ γυνὴ μόνη τῇ πράξει, ἣν κατέλιπεν αὐτόθι μετὰ τῆς γενεᾶς. καὶ πρῶτον ἀφικόμενος εἰς Ἄγαβα, ἔνθα Γαλαίστης ἦν τῶν δυνατῶν, ὑπεδέχθη πρὸς αὐτοῦ. [425] μεθ' ἡμέραν δὲ αἴσθησις γίνεται τῇ βασιλίσσῃ τῆς Ἀριστοβούλου φυγῆς, καὶ μέχρι τινὸς ᾤετο γεγονέναι τὴν ἀναχώρησιν οὐκ ἐπὶ νεωτερισμῷ: ὡς μέντοι ἧκον ἀπαγγέλλοντες ἄλλοι ἐπ' ἄλλοις, ὅτι κατειλήφει τὸ πρῶτον χωρίον καὶ τὸ δεύτερον καὶ ξύμπαντα, εὐθὺς γὰρ ἑνὸς ἀρξαμένου πάντα ἠπείγετο πρὸς τὸ ἐκείνου βούλημα, τότε δὴ ἐν μεγίσταις ταραχαῖς ὑπῆρχεν ἥ τε βασίλισσα καὶ τὸ ἔθνος. [426] ᾔδεισαν γὰρ οὐ πόρρω τοῦ δύνασθαι τὴν ἀρχὴν αὐτῷ κρατῦναι τὸν Ἀριστόβουλον ὄντα, ἐδεδίεσάν τε, μὴ ποινὴν εἰσπράξαιτο ὧν παρῴνησαν αὐτῷ τὸν οἶκον. δόξαν οὖν τήν τε γυναῖκα αὐτοῦ καὶ γενεὰν εἰς τὸ ὑπὲρ τοῦ ἱεροῦ φρούριον κατέθεσαν. [427] Ἀριστοβούλῳ δὲ ὡς ἂν ἐκ πολλῶν συχνὰ ἀνήχθη, ἀφ' ὧν ἤδη καὶ κόσμος βασίλειος περὶ αὐτὸν ἦν: σχεδὸν γὰρ ἐν ἡμέραις δεκαπέντε χωρίων ἐκράτησεν εἰκοσιδύο, ὅθεν ἀφορμὰς ἔχων στρατιὰν ἤθροιζεν ἀπὸ Λιβάνου καὶ Τράχωνος καὶ τῶν μονάρχων: οἱ γὰρ ἄνθρωποι τῷ πλείονι ὑπαγόμενοι ῥᾳδίως ὑπήκουον: ἄλλως δὲ νομίζοντες, εἰ δὴ ξυλλάβοιεν αὐτῷ, τῶν μὴ προσδοκωμένων οὐχ ἧσσον καρπώσεσθαι τὴν βασιλείαν ὡς αὐτοὶ τοῦ κρατῆσαι πρόφασις γενηθέντες. [428] τῶν δὲ Ἰουδαίων οἱ πρεσβύτεροι καὶ Ὑρκανὸς ἐσῄεσαν ὡς τὴν βασίλισσαν καὶ ἐδέοντο ὑποθέσθαι γνώμην περὶ τῶν ἐνεστώτων: τὸν γὰρ Ἀριστόβουλον τῶν πάντων σχεδὸν ἤδη κυριεύειν, ὁπότε χωρίων τοσούτων κρατήσειεν: ἄτοπον δέ, εἰ καὶ τὰ μάλιστα κάμνοι, περιούσης αὐτῆς κατὰ σφᾶς βουλεύεσθαι: περιεστάναι δὲ τὸν κίνδυνον οὐ διὰ μακροῦ σφίσιν. [429] ἡ δὲ αὐτοὺς ἐκέλευσε πράττειν ὅ τι δοκοῦσι χρήσιμον εἶναι: πολλὰς δ' ἀφορμὰς αὐτοῖς λείπεσθαι, τὸ ἔθνος ἐρρωμένον καὶ τὴν δύναμιν καὶ τὰ ἐν τοῖς γαζοφυλακίοις χρήματα: αὐτῇ μὲν γὰρ μικρὸν ἔτι μέλειν τῶν πραγμάτων ὡς ἂν ὑπολείποντος ἤδη τοῦ σώματος.

(6)[430] Ταῦτ' εἰποῦσα μετ' οὐ πολὺ ἐτελεύτησεν βασιλεύσασα ἔτη ἐννέα, τὰ δὲ σύμπαντα βιώσασα τρία καὶ ἑβδομήκοντα, γυνὴ τῷ ἀσθενεῖ τοῦ φύλου κατ' οὐδὲν χρησαμένη: δεινὴ γὰρ εἰς τὸ φίλαρχον ἐν ταῖς μάλιστα γενομένη διήλεγξεν ἔργοις τό τε πρακτικὸν τῆς ἐν αὐτῇ γνώμης καὶ τὸ ἀσύνετον τῶν ἀεὶ πταιόντων περὶ τὰς δυναστείας ἀνδρῶν. [431] τὸ γὰρ παρὸν κρεῖττον ἀξιοῦσα τοῦ μέλλοντος καὶ πάντα δεύτερα τιθεμένη τοῦ ἐγκρατῶς ἄρχειν, οὔτε καλοῦ οὔτε δικαίου ἕνεκά γε τούτων ἐπεστρέφετο. [432] εἰς γοῦν τοῦτο τῷ οἴκῳ ἀτυχίας τὰ πράγματα περιέστησεν, ὥσθ' ἣν μετὰ πλείστων κινδύνων καὶ ταλαιπωρίας περιεκτήσατο δυναστείαν ἐπιθυμίᾳ τῶν μὴ προσηκόντων γυναικὶ χρόνοις οὐ πολλοῖς ὕστερον ἀφαιρεθῆναι, τοῖς μὲν δυσμενῶς ἔχουσιν πρὸς τὸ γένος αὐτῶν τὴν αὐτὴν γνώμην προσθεῖσα, τὴν δὲ ἀρχὴν ἔρημον τῶν προκηδομένων ποιησαμένη. [433] καὶ ξυμφορῶν δὲ ἐνέπλησε καὶ ταραχῆς ἐξ ὧν ζῶσα ἐπολιτεύσατο καὶ μετὰ τὴν τελευτὴν τὸ βασίλειον: οὐ μὴν ἀλλὰ καίπερ οὕτως ἄρξασα ἐν εἰρήνῃ καὶ ἀταραξίᾳ τὸ ἔθνος διεφύλαξεν. τὰ μὲν οὖν περὶ Ἀλεξάνδραν τὴν βασίλισσαν τοῦτο εἶχεν τὸ τέλος: ἔρχομαι δὲ λέξων τὰ τοῖς υἱέσιν αὐτῆς συμβεβηκότα Ἀριστοβούλῳ καὶ Ὑρκανῷ μετὰ τὴν ἐκείνης τελευτὴν ἐν τῇ μετὰ ταύτην μου βίβλῳ.


Index              Poster