LXX
|
Θεοδοτίων
|
|
1 Καὶ ἦν ἀνὴρ οἰκῶν ἐν Βαβυλῶνι, καὶ ὄνομα
αὐτῷ Ιωακιμ.
|
|
2 καὶ ἔλαβεν γυναῖκα, ᾗ ὄνομα Σουσαννα
θυγάτηρ Χελκιου, καλὴ σφόδρα καὶ φοβουμένη τὸν κύριον·
|
|
3 καὶ οἱ γονεῖς αὐτῆς δίκαιοι καὶ ἐδίδαξαν
τὴν θυγατέρα αὐτῶν κατὰ τὸν νόμον Μωυσῆ.
|
|
4 καὶ ἦν Ιωακιμ πλούσιος σφόδρα, καὶ ἦν
αὐτῷ παράδεισος γειτνιῶν τῷ οἴκῳ αὐτοῦ· καὶ πρὸς αὐτὸν προσήγοντο οἱ Ιουδαῖοι
διὰ τὸ εἶναι αὐτὸν ἐνδοξότερον πάντων.
|
|
5 καὶ ἀπεδείχθησαν δύο πρεσβύτεροι ἐκ τοῦ
λαοῦ κριταὶ ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ, περὶ ὧν ἐλάλησεν ὁ δεσπότης ὅτι Ἐξῆλθεν
ἀνομία ἐκ Βαβυλῶνος ἐκ πρεσβυτέρων κριτῶν, οἳ ἐδόκουν κυβερνᾶν τὸν λαόν.
|
6 . . . . . καὶ ἤρχοντο κρίσεις ἐξ ἄλλων
πόλεων πρὸς αὐτούς.
|
6 οὗτοι προσεκαρτέρουν ἐν τῇ οἰκίᾳ Ιωακιμ,
καὶ ἤρχοντο πρὸς αὐτοὺς πάντες οἱ κρινόμενοι.
|
7/8 οὗτοι ἰδόντες γυναῖκα ἀστείαν τῷ
εἴδει, γυναῖκα ἀδελφοῦ αὐτῶν ἐκ τῶν υἱῶν Ισραηλ, ὄνομα Σουσανναν θυγατέρα
Χελκιου γυναῖκα Ιωακιμ, περιπατοῦσαν ἐν τῷ παραδείσῳ τοῦ ἀνδρὸς αὐτῆς τὸ
δειλινὸν καὶ ἐπιθυμήσαντες αὐτῆς
|
7 καὶ ἐγένετο ἡνίκα ἀπέτρεχεν ὁ λαὸς μέσον
ἡμέρας, εἰσεπορεύετο Σουσαννα καὶ περιεπάτει ἐν τῷ παραδείσῳ τοῦ ἀνδρὸς
αὐτῆς.
8 καὶ ἐθεώρουν αὐτὴν οἱ δύο πρεσβύτεροι
καθ᾽ ἡμέραν εἰσπορευομένην καὶ περιπατοῦσαν καὶ ἐγένοντο ἐν ἐπιθυμίᾳ αὐτῆς.
|
9 διέστρεψαν τὸν νοῦν αὐτῶν καὶ ἐξέκλιναν
τοὺς ὀφθαλμοὺς αὐτῶν τοῦ μὴ βλέπειν εἰς τὸν οὐρανὸν μηδὲ μνημονεύειν κριμάτων
δικαίων.
|
9 καὶ διέστρεψαν τὸν ἑαυτῶν νοῦν καὶ
ἐξέκλιναν τοὺς ὀφθαλμοὺς αὐτῶν τοῦ μὴ βλέπειν εἰς τὸν οὐρανὸν μηδὲ
μνημονεύειν κριμάτων δικαίων.
|
10/11 καὶ ἀμφότεροι ἦσαν κατανενυγμένοι
περὶ αὐτῆς, καὶ ἕτερος τῷ ἑτέρῳ οὐ προσεποιεῖτο τὸ κακὸν τὸ ἔχον αὐτοὺς περὶ
αὐτῆς, οὐδὲ ἡ γυνὴ ἔγνω τὸ πρᾶγμα τοῦτο.
|
10 καὶ ἦσαν ἀμφότεροι κατανενυγμένοι περὶ
αὐτῆς καὶ οὐκ ἀνήγγειλαν ἀλλήλοις τὴν ὀδύνην αὐτῶν,
11 ὅτι ᾐσχύνοντο ἀναγγεῖλαι τὴν ἐπιθυμίαν
αὐτῶν ὅτι ἤθελον συγγενέσθαι αὐτῇ.
|
12 καὶ ὡς ἐγίνετο ὄρθρος, ἐρχόμενοι
ἔκλεπτον ἀλλήλους σπεύδοντες, τίς φανήσεται αὐτῇ πρότερος καὶ λαλήσει πρὸς
αὐτήν.
|
12 καὶ παρετηροῦσαν φιλοτίμως καθ᾽ ἡμέραν
ὁρᾶν αὐτήν.
|
13/14 καὶ ἰδοὺ αὕτη κατὰ τὸ εἰωθὸς
περιεπάτει, καὶ ὁ εἷς τῶν πρεσβυτέρων ἐληλύθει, καὶ ἰδοὺ ὁ ἕτερος παρεγένετο,
καὶ εἷς τὸν ἕτερον ἀνέκρινε λέγων Τί σὺ οὕτως ὄρθρου ἐξῆλθες οὐ παραλαβών με;
καὶ ἐξωμολογήσαντο πρὸς ἀλλήλους ἑκάτερος τὴν ὀδύνην αὐτοῦ.
|
13 καὶ εἶπαν ἕτερος τῷ ἑτέρῳ Πορευθῶμεν δὴ
εἰς οἶκον, ὅτι ἀρίστου ὥρα ἐστίν· καὶ ἐξελθόντες διεχωρίσθησαν ἀπ᾽ ἀλλήλων·
14 καὶ ἀνακάμψαντες ἦλθον ἐπὶ τὸ αὐτὸ καὶ
ἀνετάζοντες ἀλλήλους τὴν αἰτίαν ὡμολόγησαν τὴν ἐπιθυμίαν αὐτῶν· καὶ τότε
κοινῇ συνετάξαντο καιρὸν ὅτε αὐτὴν δυνήσονται εὑρεῖν μόνην.
|
|
15 καὶ ἐγένετο ἐν τῷ παρατηρεῖν αὐτοὺς
ἡμέραν εὔθετον εἰσῆλθέν ποτε καθὼς ἐχθὲς καὶ τρίτης ἡμέρας μετὰ δύο μόνων
κορασίων καὶ ἐπεθύμησε λούσασθαι ἐν τῷ παραδείσῳ, ὅτι καῦμα ἦν·
|
|
16 καὶ οὐκ ἦν οὐδεὶς ἐκεῖ πλὴν οἱ δύο
πρεσβύτεροι κεκρυμμένοι καὶ παρατηροῦντες αὐτήν.
|
|
17 καὶ εἶπεν τοῖς κορασίοις Ἐνέγκατε δή
μοι ἔλαιον καὶ σμῆγμα καὶ τὰς θύρας τοῦ παραδείσου κλείσατε, ὅπως λούσωμαι.
|
|
18 καὶ ἐποίησαν καθὼς εἶπεν καὶ ἀπέκλεισαν
τὰς θύρας τοῦ παραδείσου καὶ ἐξῆλθαν κατὰ τὰς πλαγίας θύρας ἐνέγκαι τὰ
προστεταγμένα αὐταῖς καὶ οὐκ εἴδοσαν τοὺς πρεσβυτέρους, ὅτι ἦσαν κεκρυμμένοι.
|
19 καὶ εἶπεν εἷς τῷ ἑτέρῳ Πορευθῶμεν πρὸς
αὐτήν· καὶ συνθέμενοι προσήλθοσαν αὐτῇ καὶ ἐξεβιάζοντο αὐτήν.
|
19 καὶ ἐγένετο ὡς ἐξήλθοσαν τὰ κοράσια,
καὶ ἀνέστησαν οἱ δύο πρεσβῦται καὶ ἐπέδραμον αὐτῇ
|
|
20 καὶ εἶπον Ἰδοὺ αἱ θύραι τοῦ παραδείσου
κέκλεινται, καὶ οὐδεὶς θεωρεῖ ἡμᾶς, καὶ ἐν ἐπιθυμίᾳ σού ἐσμεν· διὸ συγκατάθου
ἡμῖν καὶ γενοῦ μεθ᾽ ἡμῶν·
|
|
21 εἰ δὲ μή, καταμαρτυρήσομέν σου ὅτι ἦν
μετὰ σοῦ νεανίσκος καὶ διὰ τοῦτο ἐξαπέστειλας τὰ κοράσια ἀπὸ σοῦ.
|
22 καὶ εἶπεν αὐτοῖς ἡ Ιουδαία Οἶδα ὅτι ἐὰν
πράξω τοῦτο, θάνατός μοί ἐστι, καὶ ἐὰν μὴ πράξω, οὐκ ἐκφεύξομαι τὰς χεῖρας
ὑμῶν·
|
22 καὶ ἀνεστέναξεν Σουσαννα καὶ εἶπεν
Στενά μοι πάντοθεν· ἐάν τε γὰρ τοῦτο πράξω, θάνατός μοί ἐστιν, ἐάν τε μὴ
πράξω, οὐκ ἐκφεύξομαι τὰς χεῖρας ὑμῶν·
|
23 κάλλιον δέ με μὴ πράξασαν ἐμπεσεῖν εἰς
τὰς χεῖρας ὑμῶν ἢ ἁμαρτεῖν ἐνώπιον κυρίου.
|
23 αἱρετόν μοί ἐστιν μὴ πράξασαν ἐμπεσεῖν
εἰς τὰς χεῖρας ὑμῶν ἢ ἁμαρτεῖν ἐνώπιον κυρίου.
|
|
24 καὶ ἀνεβόησεν φωνῇ μεγάλῃ Σουσαννα,
ἐβόησαν δὲ καὶ οἱ δύο πρεσβῦται κατέναντι αὐτῆς.
|
|
25 καὶ δραμὼν ὁ εἷς ἤνοιξεν τὰς θύρας τοῦ
παραδείσου.
|
|
26 ὡς δὲ ἤκουσαν τὴν κραυγὴν ἐν τῷ
παραδείσῳ οἱ ἐκ τῆς οἰκίας, εἰσεπήδησαν διὰ τῆς πλαγίας θύρας ἰδεῖν τὸ
συμβεβηκὸς αὐτῇ.
|
|
27 ἡνίκα δὲ εἶπαν οἱ πρεσβῦται τοὺς λόγους
αὐτῶν, κατῃσχύνθησαν οἱ δοῦλοι σφόδρα, ὅτι πώποτε οὐκ ἐρρέθη λόγος τοιοῦτος
περὶ Σουσαννης.
|
28 Οἱ δὲ παράνομοι ἄνδρες ἀπέστρεψαν
ἀπειλοῦντες ἐν ἑαυτοῖς καὶ ἐνεδρεύοντες ἵνα θανατώσουσιν αὐτήν· καὶ ἐλθόντες ἐπὶ
τὴν συναγωγὴν τῆς πόλεως, οὗ παρῳκοῦσαν, καὶ συνήδρευσαν οἱ ὄντες ἐκεῖ πάντες
οἱ υἱοὶ Ισραηλ·
|
28 Καὶ ἐγένετο τῇ ἐπαύριον ὡς συνῆλθεν ὁ
λαὸς πρὸς τὸν ἄνδρα αὐτῆς Ιωακιμ, ἦλθον οἱ δύο πρεσβῦται πλήρεις τῆς ἀνόμου
ἐννοίας κατὰ Σουσαννης τοῦ θανατῶσαι αὐτὴν
|
29 καὶ ἀναστάντες οἱ δύο πρεσβύτεροι καὶ
κριταὶ εἶπαν Ἀποστείλατε ἐπὶ Σουσανναν θυγατέρα Χελκιου, ἥτις ἐστὶ γυνὴ
Ιωακιμ· οἱ δὲ εὐθέως ἐκάλεσαν αὐτήν.
|
29 καὶ εἶπαν ἔμπροσθεν τοῦ λαοῦ
Ἀποστείλατε ἐπὶ Σουσανναν θυγατέρα Χελκιου, ἥ ἐστιν γυνὴ Ιωακιμ· οἱ δὲ
ἀπέστειλαν.
|
30 ὡς δὲ παρεγενήθη ἡ γυνὴ σὺν τῷ πατρὶ
ἑαυτῆς καὶ τῇ μητρί, καὶ οἱ παῖδες καὶ αἱ παιδίσκαι αὐτῆς ὄντες τὸν ἀριθμὸν
πεντακόσιοι παρεγένοντο καὶ τὰ παιδία Σουσαννας τέσσαρα·
|
30 καὶ ἦλθεν αὐτὴ καὶ οἱ γονεῖς αὐτῆς καὶ
τὰ τέκνα αὐτῆς καὶ πάντες οἱ συγγενεῖς αὐτῆς·
|
31 ἦν δὲ ἡ γυνὴ τρυφερὰ σφόδρα.
|
31 ἡ δὲ Σουσαννα ἦν τρυφερὰ σφόδρα καὶ
καλὴ τῷ εἴδει.
|
32 καὶ προσέταξαν οἱ παράνομοι ἀποκαλύψαι
αὐτήν, ἵνα ἐμπλησθῶσι κάλλους ἐπιθυμίας αὐτῆς·
|
32 οἱ δὲ παράνομοι ἐκέλευσαν ἀποκαλυφθῆναι
αὐτήν, ἦν γὰρ κατακεκαλυμμένη, ὅπως ἐμπλησθῶσιν τοῦ κάλλους αὐτῆς·
|
33 καὶ ἐκλαίοσαν οἱ παρ᾽ αὐτῆς πάντες καὶ
ὅσοι αὐτὴν ᾔδεισαν πάντες.
|
33 ἔκλαιον δὲ οἱ παρ᾽ αὐτῆς καὶ πάντες οἱ
ἰδόντες αὐτήν.
|
34 ἀναστάντες δὲ οἱ πρεσβύτεροι καὶ κριταὶ
ἐπέθηκαν τὰς χεῖρας αὐτῶν ἐπὶ τῆς κεφαλῆς αὐτῆς·
|
34 ἀναστάντες δὲ οἱ δύο πρεσβῦται ἐν μέσῳ
τῷ λαῷ ἔθηκαν τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν αὐτῆς·
|
35 ἡ δὲ καρδία αὐτῆς ἐπεποίθει ἐπὶ κυρίῳ
τῷ θεῷ αὐτῆς, καὶ ἀνακύψασα ἔκλαυσεν ἐν ἑαυτῇ λέγουσα
35a Κύριε ὁ θεὸς ὁ αἰώνιος ὁ εἰδὼς τὰ
πάντα πρὶν γενέσεως αὐτῶν, σὺ οἶδας ὅτι οὐκ ἐποίησα ἃ πονηρεύονται οἱ ἄνομοι
οὗτοι ἐπ᾽ ἐμοί. καὶ εἰσήκουσε κύριος τῆς δεήσεως αὐτῆς.
|
35 ἡ δὲ κλαίουσα ἀνέβλεψεν εἰς τὸν
οὐρανόν, ὅτι ἦν ἡ καρδία αὐτῆς πεποιθυῖα ἐπὶ τῷ κυρίῳ.
|
36 οἱ δὲ δύο πρεσβύτεροι εἶπαν Ἡμεῖς περιεπατοῦμεν
ἐν τῷ παραδείσῳ τοῦ ἀνδρὸς αὐτῆς
|
36 εἶπαν δὲ οἱ πρεσβῦται Περιπατούντων
ἡμῶν ἐν τῷ παραδείσῳ μόνων εἰσῆλθεν αὕτη μετὰ δύο παιδισκῶν καὶ ἀπέκλεισεν τὰς
θύρας τοῦ παραδείσου καὶ ἀπέλυσεν τὰς παιδίσκας·
|
37 καὶ κυκλοῦντες τὸ στάδιον εἴδομεν
ταύτην ἀναπαυομένην μετὰ ἀνδρὸς καὶ στάντες ἐθεωροῦμεν αὐτοὺς ὁμιλοῦντας
ἀλλήλοις,
|
37 καὶ ἦλθεν πρὸς αὐτὴν νεανίσκος, ὃς ἦν
κεκρυμμένος, καὶ ἀνέπεσε μετ᾽ αὐτῆς.
|
38 καὶ αὐτοὶ οὐκ ᾔδεισαν ὅτι εἱστήκειμεν.
τότε συνειπάμεθα ἀλλήλοις λέγοντες Μάθωμεν τίνες εἰσὶν οὗτοι.
|
38 ἡμεῖς δὲ ὄντες ἐν τῇ γωνίᾳ τοῦ
παραδείσου ἰδόντες τὴν ἀνομίαν ἐδράμομεν ἐπ᾽ αὐτούς·
|
39 καὶ προσελθόντες ἐπέγνωμεν αὐτήν, ὁ δὲ
νεανίσκος ἔφυγε συγκεκαλυμμένος,
|
39 καὶ ἰδόντες συγγινομένους αὐτοὺς
ἐκείνου μὲν οὐκ ἠδυνήθημεν ἐγκρατεῖς γενέσθαι διὰ τὸ ἰσχύειν αὐτὸν ὑπὲρ ἡμᾶς
καὶ ἀνοίξαντα τὰς θύρας ἐκπεπηδηκέναι,
|
40 ταύτης δὲ ἐπιλαβόμενοι ἐπηρωτῶμεν αὐτήν
Τίς ὁ ἄνθρωπος;
|
40 ταύτης δὲ ἐπιλαβόμενοι ἐπηρωτῶμεν, τίς
ἦν ὁ νεανίσκος,
|
41 καὶ οὐκ ἀπήγγειλεν ἡμῖν, τίς ἦν. ταῦτα
μαρτυροῦμεν. καὶ ἐπίστευσεν αὐτοῖς ἡ συναγωγὴ πᾶσα ὡς πρεσβυτέρων ὄντων καὶ
κριτῶν τοῦ λαοῦ.
|
41 καὶ οὐκ ἠθέλησεν ἀναγγεῖλαι ἡμῖν. ταῦτα
μαρτυροῦμεν. καὶ ἐπίστευσεν αὐτοῖς ἡ συναγωγὴ ὡς πρεσβυτέροις τοῦ λαοῦ καὶ
κριταῖς καὶ κατέκριναν αὐτὴν ἀποθανεῖν.
|
|
42 ἀνεβόησεν δὲ φωνῇ μεγάλῃ Σουσαννα καὶ
εἶπεν Ὁ θεὸς ὁ αἰώνιος ὁ τῶν κρυπτῶν γνώστης ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως
αὐτῶν,
|
|
43 σὺ ἐπίστασαι ὅτι ψευδῆ μου
κατεμαρτύρησαν· καὶ ἰδοὺ ἀποθνῄσκω μὴ ποιήσασα μηδὲν ὧν οὗτοι ἐπονηρεύσαντο
κατ᾽ ἐμοῦ.
|
44/45 Καὶ ἰδοὺ ἄγγελος κυρίου ἐκείνης
ἐξαγομένης ἀπολέσθαι, καὶ ἔδωκεν ὁ ἄγγελος, καθὼς προσετάγη, πνεῦμα συνέσεως
νεωτέρῳ ὄντι Δανιηλ.
|
44 Καὶ εἰσήκουσεν κύριος τῆς φωνῆς αὐτῆς.
45 καὶ ἀπαγομένης αὐτῆς ἀπολέσθαι
ἐξήγειρεν ὁ θεὸς τὸ πνεῦμα τὸ ἅγιον παιδαρίου νεωτέρου, ᾧ ὄνομα Δανιηλ,
|
|
46 καὶ ἐβόησεν φωνῇ μεγάλῃ Καθαρὸς ἐγὼ ἀπὸ
τοῦ αἵματος ταύτης.
|
|
47 ἐπέστρεψεν δὲ πᾶς ὁ λαὸς πρὸς αὐτὸν καὶ
εἶπαν Τίς ὁ λόγος οὗτος, ὃν σὺ λελάληκας;
|
48 διαστείλας δὲ Δανιηλ τὸν ὄχλον καὶ στὰς
ἐν μέσῳ αὐτῶν εἶπεν Οὕτως μωροί, υἱοὶ Ισραηλ; οὐκ ἀνακρίναντες οὐδὲ τὸ σαφὲς
ἐπιγνόντες ἀπεκρίνατε θυγατέρα Ισραηλ;
|
48 ὁ δὲ στὰς ἐν μέσῳ αὐτῶν εἶπεν Οὕτως
μωροί, οἱ υἱοὶ Ισραηλ; οὐκ ἀνακρίναντες οὐδὲ τὸ σαφὲς ἐπιγνόντες κατεκρίνατε
θυγατέρα Ισραηλ;
|
|
49 ἀναστρέψατε εἰς τὸ κριτήριον· ψευδῆ γὰρ
οὗτοι κατεμαρτύρησαν αὐτῆς.
|
|
50 καὶ ἀνέστρεψεν πᾶς ὁ λαὸς μετὰ σπουδῆς.
καὶ εἶπαν αὐτῷ οἱ πρεσβύτεροι Δεῦρο κάθισον ἐν μέσῳ ἡμῶν καὶ ἀνάγγειλον ἡμῖν·
ὅτι σοὶ δέδωκεν ὁ θεὸς τὸ πρεσβεῖον.
|
51 καὶ νῦν διαχωρίσατέ μοι αὐτοὺς ἀπ᾽
ἀλλήλων μακράν, ἵνα ἐτάσω αὐτούς.
|
51 καὶ εἶπεν πρὸς αὐτοὺς Δανιηλ Διαχωρίσατε
αὐτοὺς ἀπ᾽ ἀλλήλων μακράν, καὶ ἀνακρινῶ αὐτούς.
|
52 ὡς δὲ διεχωρίσθησαν, εἶπεν Δανιηλ τῇ
συναγωγῇ Νῦν μὴ βλέψητε ὅτι οὗτοί εἰσι πρεσβύτεροι, λέγοντες Οὐ μὴ ψεύσωνται·
ἀλλὰ ἀνακρινῶ αὐτοὺς κατὰ τὰ ὑποπίπτοντά μοι. καὶ ἐκάλεσε τὸν ἕνα αὐτῶν, καὶ
προσήγαγον τὸν πρεσβύτερον τῷ νεωτέρῳ, καὶ εἶπεν αὐτῷ Δανιηλ Ἄκουε ἄκουε,
πεπαλαιωμένε ἡμερῶν κακῶν· νῦν ἥκασί σου αἱ ἁμαρτίαι, ἃς ἐποίεις τὸ πρότερον
|
52 ὡς δὲ διεχωρίσθησαν εἷς ἀπὸ τοῦ ἑνός,
ἐκάλεσεν τὸν ἕνα αὐτῶν καὶ εἶπεν πρὸς αὐτόν Πεπαλαιωμένε ἡμερῶν κακῶν, νῦν
ἥκασιν αἱ ἁμαρτίαι σου, ἃς ἐποίεις τὸ πρότερον
|
53 πιστευθεὶς ἀκούειν καὶ κρίνειν κρίσεις
θάνατον ἐπιφερούσας καὶ τὸν μὲν ἀθῷον κατέκρινας, τοὺς δὲ ἐνόχους ἠφίεις, τοῦ
κυρίου λέγοντος Ἀθῷον καὶ δίκαιον οὐκ ἀποκτενεῖς·
|
53 κρίνων κρίσεις ἀδίκους καὶ τοὺς μὲν
ἀθῴους κατακρίνων ἀπολύων δὲ τοὺς αἰτίους, λέγοντος τοῦ κυρίου Ἀθῷον καὶ
δίκαιον οὐκ ἀποκτενεῖς·
|
54 νῦν οὖν ὑπὸ τί δένδρον καὶ ποταπῷ τοῦ
παραδείσου τόπῳ ἑώρακας αὐτοὺς ὄντας σὺν ἑαυτοῖς; καὶ εἶπεν ὁ ἀσεβής Ὑπὸ
σχῖνον.
|
54 νῦν οὖν ταύτην εἴπερ εἶδες, εἰπόν Ὑπὸ
τί δένδρον εἶδες αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις; ὁ δὲ εἶπεν Ὑπὸ σχῖνον.
|
55 εἶπεν δὲ ὁ νεώτερος Ὀρθῶς ἔψευσαι εἰς
τὴν σεαυτοῦ ψυχήν· ὁ γὰρ ἄγγελος κυρίου σχίσει σου τὴν ψυχὴν σήμερον.
|
55 εἶπεν δὲ Δανιηλ Ὀρθῶς ἔψευσαι εἰς τὴν
σεαυτοῦ κεφαλήν· ἤδη γὰρ ἄγγελος τοῦ θεοῦ λαβὼν φάσιν παρὰ τοῦ θεοῦ σχίσει σε
μέσον.
|
56 καὶ τοῦτον μεταστήσας εἶπε προσαγαγεῖν
αὐτῷ τὸν ἕτερον· καὶ τούτῳ δὲ εἶπεν Διὰ τί διεστραμμένον τὸ σπέρμα σου, ὡς
Σιδῶνος καὶ οὐχ ὡς Ιουδα; τὸ κάλλος σε ἠπάτησεν, ἡ μιαρὰ ἐπιθυμία·
|
56 καὶ μεταστήσας αὐτὸν ἐκέλευσεν
προσαγαγεῖν τὸν ἕτερον· καὶ εἶπεν αὐτῷ Σπέρμα Χανααν καὶ οὐκ Ιουδα, τὸ κάλλος
ἐξηπάτησέν σε, καὶ ἡ ἐπιθυμία διέστρεψεν τὴν καρδίαν σου·
|
57 καὶ οὕτως ἐποιεῖτε θυγατράσιν Ισραηλ,
καὶ ἐκεῖναι φοβούμεναι ὡμιλοῦσαν ὑμῖν, ἀλλ᾽ οὐ θυγάτηρ Ιουδα ὑπέμεινε τὴν
νόσον ὑμῶν ἐν ἀνομίᾳ ὑπενεγκεῖν·
|
57 οὕτως ἐποιεῖτε θυγατράσιν Ισραηλ, καὶ
ἐκεῖναι φοβούμεναι ὡμίλουν ὑμῖν, ἀλλ᾽ οὐ θυγάτηρ Ιουδα ὑπέμεινεν τὴν ἀνομίαν
ὑμῶν·
|
58 νῦν οὖν λέγε μοι Ὑπὸ τί δένδρον καὶ ἐν
ποίῳ τοῦ κήπου τόπῳ κατέλαβες αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις; ὁ δὲ εἶπεν Ὑπὸ
πρῖνον.
|
58 νῦν οὖν λέγε μοι Ὑπὸ τί δένδρον
κατέλαβες αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις; ὁ δὲ εἶπεν Ὑπὸ πρῖνον.
|
59 καὶ εἶπεν Δανιηλ Ἁμαρτωλέ, νῦν ὁ
ἄγγελος κυρίου τὴν ῥομφαίαν ἕστηκεν ἔχων, ἕως ὁ λαὸς ἐξολεθρεύσει ὑμᾶς, ἵνα
καταπρίσῃ σε.
|
59 εἶπεν δὲ αὐτῷ Δανιηλ Ὀρθῶς ἔψευσαι καὶ
σὺ εἰς τὴν σεαυτοῦ κεφαλήν· μένει γὰρ ὁ ἄγγελος τοῦ θεοῦ τὴν ῥομφαίαν ἔχων
πρίσαι σε μέσον, ὅπως ἐξολεθρεύσῃ ὑμᾶς.
|
60-62 καὶ πᾶσα ἡ συναγωγὴ ἀνεβόησεν ἐπὶ τῷ
νεωτέρῳ, ὡς ἐκ τοῦ ἰδίου στόματος ὁμολόγους αὐτοὺς κατέστησεν ἀμφοτέρους
ψευδομάρτυρας· καὶ ὡς ὁ νόμος διαγορεύει, ἐποίησαν αὐτοῖς, καθὼς
ἐπονηρεύσαντο κατὰ τῆς ἀδελφῆς. καὶ ἐφίμωσαν αὐτοὺς καὶ ἐξαγαγόντες ἔρριψαν
εἰς φάραγγα· τότε ὁ ἄγγελος κυρίου ἔρριψε πῦρ διὰ μέσου αὐτῶν. καὶ ἐσώθη αἷμα
ἀναίτιον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
|
60 καὶ ἀνεβόησεν πᾶσα ἡ συναγωγὴ φωνῇ
μεγάλῃ καὶ εὐλόγησαν τῷ θεῷ τῷ σῴζοντι τοὺς ἐλπίζοντας ἐπ᾽ αὐτόν.
61 καὶ ἀνέστησαν ἐπὶ τοὺς δύο πρεσβύτας,
ὅτι συνέστησεν αὐτοὺς Δανιηλ ἐκ τοῦ στόματος αὐτῶν ψευδομαρτυρήσαντας, καὶ
ἐποίησαν αὐτοῖς ὃν τρόπον ἐπονηρεύσαντο τῷ πλησίον,
62 ποιῆσαι κατὰ τὸν νόμον Μωυσῆ, καὶ
ἀπέκτειναν αὐτούς· καὶ ἐσώθη αἷμα ἀναίτιον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
|
63 Διὰ τοῦτο οἱ νεώτεροι ἀγαπητοὶ Ιακωβ ἐν
τῇ ἁπλότητι αὐτῶν. καὶ ἡμεῖς φυλασσώμεθα εἰς υἱοὺς δυνατοὺς νεωτέρους·
εὐσεβήσουσι γὰρ νεώτεροι, καὶ ἔσται ἐν αὐτοῖς πνεῦμα ἐπιστήμης καὶ συνέσεως
εἰς αἰῶνα αἰῶνος.
|
63 Χελκιας δὲ καὶ ἡ γυνὴ αὐτοῦ ᾔνεσαν τὸν
θεὸν περὶ τῆς θυγατρὸς αὐτῶν Σουσαννας μετὰ Ιωακιμ τοῦ ἀνδρὸς αὐτῆς καὶ τῶν
συγγενῶν πάντων, ὅτι οὐχ εὑρέθη ἐν αὐτῇ ἄσχημον πρᾶγμα.
|
|
64 καὶ Δανιηλ ἐγένετο μέγας ἐνώπιον τοῦ
λαοῦ ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπέκεινα.
|