Protevangelium Jacobi

Protevangelium Jacobi

ed. É. de Strycker (post R. Khazarzar) //
La forme la plus ancienne du protévangile de Jacques.
Brussels: Société des Bollandistes, 1961, 64–190. //

Cap. 1:1 – 37:14; 42:7 – 49:17:
Textus omnibus testibus communis, pp. 64–146, 172–190.

Cap. 37:14-16; 38:1 – 42:7:
Textus Z (= P. Bodmer 5) + textus omnibus testibus communis, pp. 146, 152–172.

Cap. 37a:1 – 42a:23:
Textus ceterorum testium + textus omnibus testibus communis, pp. 148–172.

 

 

1 1

<Γένεσις Μαρίας. Ἀποκά-
λυψις Ἰακώβ.>   I. Ἐν ταῖς ἱστο-
ρίαις τῶν ιβ´ φυλῶν, [ἦν Ἰωακεὶμ]
πλούσιος σφόδρα, καὶ προσ-

1 5

έφερε Κυρίῳ τὰ δῶρα αὐτοῦ
διπλᾶ λέγων ἐν ἑαυτῷ· «Ἔσται
τὸ τῆς περισσείας μου ἅπαντι
τῷ λαῷ καὶ τὸ τῆς ἀφέσεως
Κυρίῳ τῷ Θεῷ εἰς ἱλ[ι]ασμὸν ἐμοί.»

1 10

2. [εν] Ἤγγισεν δὲ ἡ ἡμέρα [Κυρίου
ἡ μεγάλη,] καὶ προσέφερον
οἱ υἱοὶ Ἰσραὴλ τὰ δῶρα αὐτῶν.
Καὶ ἔστη[σαν] κατενώπιον
αὐτοῦ [καὶ] Ῥουβὴλ λέγων· «Οὐ-

1 15

κ ἔξ[ε]στί σοι πρώτῳ ἐνεγκεῖν τὰ δῶ-
ρά σου, καθότι σπέρμα οὐκ ἐποίησας

2 1

ἐν τῷ Ἰσραήλ.»   3. Καὶ ἐλυπήθη
Ἰωακεὶμ σφόδρα, καὶ ἀπῆλθεν
εἰς τὴν δωδεκάφυλον τοῦ λα-

2 3a

οῦ <λέγων ἐν ἑαυτῷ· «Θεάσομαι

2 3b

τὴν δωδεκάφυλον τοῦ Ἰσραήλ,>

2 4

εἰ ἐγὼ μόνος οὐκ ἐποίησα σπέρ-
μα ἐν τῷ Ἰσραήλ.» <Καὶ> ἠραύνησ[ε], καὶ
εὗρ[ε]ν πάντας τοὺς δικαίους ὅτι σπέρ-
μα ἐν τῷ Ἰσραὴλ ἀνέστησαν. Καὶ
ἐμνήσθη[ν] τοῦ πατριάρχου Ἀ-
βραάμ, ὅτι ἐν τῇ ἐσχάτῃ αὐτοῦ

2 10

ἡμέρᾳ ἔδωκεν αὐτῷ Κύριος ὁ Θεὸς
υἱὸν τὸν Ἰσαάκ.   4. Καὶ ἐλυπεῖτο
Ἰωακεὶμ σφόδρα, καὶ οὐκ ἐφά-
νη τῇ γυναικὶ αὐτοῦ, ἀλλὰ ἔδω-
κεν ἑαυτὸν εἰς τὴν ἔρημον. <Καὶ> ἔπη-

2 15

ξεν τὴν σκηνὴν αὐτοῦ ἐκεῖ,
καὶ ἐνήστευσεν μ´ ἡμέρας καὶ

3 1

νύκτας μ´ λέγων ἐν ἑαυτῷ Ἰω-
κείμ· «Οὐ καταβήσομαι οὔτε ἐπὶ
βρωτὸν οὔτε ἐπὶ ποτόν, ἕως ἐπι-
σκέψηταί με Κύριος ὁ Θεός μου· καὶ ἔσται

3 5

μου ἡ εὐχὴ βρώματα καὶ πόμα-
τα.»   II. Ἡ δὲ γυνὴ αὐτοῦ Ἄννα δύ[ο]
θρήνους ἐθρήνει καὶ δύο κοπε-
τοὺς ἐκόπτετο λέγουσα· «Κόψο-
μαι τὴν χηροσύνην μου καὶ

3 10

κόψομαι τὴν ἀτεκνίαν μου.»   2. [ε-
ν] Ἤγγισεν δὲ ἡ ἡμέρα Κυρίου ἡ μεγά-
λη. Καὶ εἶπεν [Ἰο]υθίνη ἡ παιδίσκη
αὐτῆς πρὸς αὐτήν· «Ἕως πότε τα-
πεινοῖς τὴν ψυχήν σου; [Ἰδοὺ]

3 15

[ἤ]γγισ<ε> ἡ ἡμέρα [Κυρίου ἡ μεγάλη,]
καὶ οὐκ ἔξεστί σοι πενθεῖν. Ἀλλὰ

4 1

λάβε τοῦτο τὸ κεφαλοδέσμιον,
ὃ ἔδωκέν μοι ἡ κυρία τοῦ ἔργου,
καὶ οὐκ ἔξεστί μοι δήσασθαι αὐ-
τό, καθότι παιδίσκη εἰμὶ σὴ καὶ

4 5

[καὶ] χαρακτῆρα ἔχει βασιλικόν.»
3. Καὶ εἶπεν Ἄννα· «Ἀπόστηθι ἀπ’ ἐ-
μοῦ. Καὶ ταῦτα οὐκ ἐποίησα, καὶ
Κύριος ὁ Θεὸς ἐταπείνωσέν με σφό-
δρα. Μήπως τοῦτο πανοῦργο<ς>

4 10

ἔδωκέν σοι, καὶ ἦλθες κοινωνῆ-
σαί με τῇ ἁμαρτίᾳ σου.» Καὶ εἶπεν
[Ἰο]υθίνη ἡ παιδίσκη· «Τί ἀρά[ε]σω-
μαί σε, καθότι οὐκ ἤκουσας τῆς φω-
νῆς μου; Ἀπέκλεισεν Κύριος ὁ Θεὸς τὴν

4 15

μήτ[ε]ραν σου, τοῦ μὴ δοῦναί σοι
καρπὸν ἐν Ἰσραήλ.»   4. Καὶ ἐλυπήθη

5 1

Ἄννα σφόδρα, καὶ περιείλατο τὰ
ἱμάτια αὐτῆς τὰ πενθικὰ καὶ
ἀπεσμήξατο τὴν κεφαλὴν αὐ-
τῆς καὶ ἐνεδύσατο τὰ ἱμάτια αὐτῆς

5 5

τὰ νυμφικά. Καὶ περὶ ὥραν θ´ κατέ-
βη εἰς τὸν παράδεισον αὐτῆς τοῦ
περιπατῆσαι· καὶ εἶδεν δαφνιδέ-
αν καὶ ἐκάθισεν ὑποκάτω αὐτῆς,
καὶ μετὰ τὸ ἀναπαῆναι ἐλιτάνευσεν

5 10

τὸν Δεσπότην λέγουσα· «Ὁ Θεὸς τῶν
πατέρων <μου>, εὐλόγησόν με καὶ ἐ-
πάκουσον [μου] τῆς δεήσεώς μου,
καθὼς εὐλόγησας τὴν μητέραν
Σάραν καὶ ἔδωκας αὐτῇ [υἱὸν τὸν]

5 15

Ἰσαάκ.»   III. Καὶ [ἠτένισεν] Ἄννα
εἰς οὐρανόν, καὶ εἶδεν καλιὰν
στρουθῶν ἐν τῇ δαφνιδέᾳ. Καὶ

6 1

εὐθέως ἐποίησεν θρῆνον
Ἄννα ἐν αὑτῇ λέγουσα· «Οἴμοι,
τίς μοι ἐγέννησεν; ποία δὲ μή-
τρα ἐξέφυσέν με; ὅτι ἐγὼ κατάρα ἐ-

6 5

γεννήθην [ἐνώπιον αὐτῶν πάν-
των καὶ] ἐνώπιον τῶν υἱῶν
Ἰσραήλ. Καὶ [ὠνει]δίσθην καὶ ἐμυ-
κτήρισαν καὶ ἐξώρισάν με ἐκ
ναοῦ Κυρίου τοῦ Θεοῦ μου.   2. Οἴμοι τίνι ὡ-

6 10

μοιώθην ἐγώ; Οὐχ ὡμοιώθην <ἐγὼ>
τοῖς πετεινοῖς <τοῦ οὐρανοῦ, ὅτι

6 11a

καὶ τὰ πετεινὰ> τοῦ οὐρανοῦ

6 12

γόνιμά ἐστιν ἐνώπιόν σου,
Κύριε. Οἴμε τίνι ὡμοιώθην
ἐγώ; Οὐχ ὡμοιώθην <ἐγὼ> τοῖς ἀλό-

6 15

γοις ζῴοις, ὅτι καὶ τὰ ἄλογα
ζῷα γόνιμά εἰσιν ἐνώπιόν
σου, Κύριε. Οἴμοι τίνι ὡμοιώ-

7 1

θην ἐγώ; Οὐχ ὡμοιώθην <ἐγὼ> τοῖς θη-
ρίοις τῆς γῆς, ὅτι καὶ τὰ θηρία τῆς γῆς
γόνιμά εἰσιν ἐνώπιόν σου, Κύριε. Οἴμοι
τίνι ὡμοιώθην ἐγώ;   3. Οὐχ ὡμοι-

7 5

ώθην <ἐγὼ> τοῖς ὕδασιν τούτοις, ὅτι καὶ
τὰ ὕδατα ταῦτα γαληνιῶντα καὶ
σκιρτῶντα, καὶ οἱ ἰχθύες αὐτῶν σε
εὐλογοῦσιν, Κύριε. Οἴμοι τίνι ὡμοιώ-
θην ἐγώ; <Οὐχ ὡμοιώθην ἐγὼ>

7 9a

τῇ γῇ ταύτῃ, ὅτι καὶ ἡ γῆ προ-

7 10

φέρει τοὺς καρποὺς αὐτῆς κατὰ και-
ρὸν καί σε εὐλογεῖ, Κύριε.»   IV. Καὶ ἰδοὺ ἄγγε-
λος Κυρίου ἔστη λέγων· «Ἄννα Ἄννα, ἐ-
πήκουσεν Κύριος ὁ Θεὸς τῆς δεήσεώς σου. Συν-
λήμψεις καὶ γεννήσεις, καὶ <λ>αληθή-

7 15

[θη]σεται τὸ σπέρμα σου ἐν ὅλῃ τῇ
οἰκουμένῃ.» Καὶ εἶπεν Ἄννα· «Ζῇ Κύριος
ὁ Θεός· ἐὰν γεννήσω εἴτε ἄρσενα

8 1

εἴτε θήλειαν, προσάξω <αὐτὸ> δῶρον
[αὐτὼ] Κυρίῳ τῷ Θεῷ μου, καὶ ἔσται λειτουργῶν
αὐτῷ πάσας τὰς ἡμέρας τῆς ζω-
ῆς αὐτοῦ.»   2. Καὶ ἰδοὺ ἤλθοσαν ἄγγε-

8 5

λοι δύο λέγοντες αὐτῇ· «Ἰδοὺ Ἰω-
ακεὶμ ὁ ἀνήρ σου <ἔρχεται> μετὰ τῶν ποι-
μνίων αὐτοῦ.» Ἄγγελος γὰρ Κυρίου κατέ-
βη πρὸς Ἰωακεὶμ λέγων· «Ἰωα-
κεὶμ Ἰωακείμ, ἐπήκουσεν [σε]

8 10

Κύριος ὁ Θεὸς τῆς δ<ε>ήσεώς σου. Κατά-
βηθι ἐντεῦθεν. Ἰδοὺ ἡ γυνή σου
Ἄννα ἐν γαστρὶ εἴληφεν.»   3. Καὶ εὐθέ-
ως κατέβη Ἰωακεὶμ καὶ ἐκάλε-
σεν τοὺς ποιμένας λέγων αὐ-

8 15

τοῖς· «Φέρετέ μοι ὧδε δέκα ἀμνά-
δας ἀσπίλους καὶ ἀμώμους,

9 1

καὶ ἔσονται αἱ δέκα ἀμνάδες
Κυρίῳ τῷ Θεῷ· καὶ φέρετέ μοι δώ-
δεκα μόσχους <ἁπαλούς, καὶ ἔσονται

9 3a

οἱ δώδεκα μόσχοι> τοῖς ἱερεῦσιν

9 4

καὶ τῇ γερουσίᾳ· καὶ ρ´ χιμάρους,
καὶ ἔσονται οἱ ρ´ χίμαροι παν-
τὶ τῷ λαῷ.»   4. Καὶ ἰδοὺ ἥκει Ἰωακεὶμ
μετὰ τῶν ποιμνίων αὐτοῦ.
Καὶ ἔστη Ἄννα πρὸς τῇ πύλῃ
καὶ εἶδεν Ἰωακεὶμ ἐρχόμενον

9 10

μετὰ τῶν ποιμνίων αὐτοῦ. [Καὶ
ἰδοῦσα Ἄννα αὐτὸν] Καὶ εὐθὺς
ἔδραμεν καὶ ἐκρέμασεν ἁτὴν
εἰς τὸν τράχηλον αὐτοῦ Ἄννα
λέγουσα· «Νῦν οἶδα ὅτι Κύριος ὁ Θεὸς

9 15

εὐλόγησέν [μ]ε σφόδρα. Ἰδοὺ γὰρ
ἡ χήρα οὐκέτι χήρα, καὶ ἡ ἄτεκνος
ἰδοὺ ἐν γαστρὶ εἴληφα.» Καὶ ἀνε-

10 1

παύσατο Ἰωακεὶμ τῇ πρώτῃ
ἡμέρᾳ ἐν τῷ οἴκῳ αὐτοῦ.   V. Τῇ δὲ
ἐφαύριον ἔφερ[ε]ν τὰ δῶρα αὐ-
τοῦ λέγων ἐν ἑαυτῷ· «Ἐὰν Κύριος ὁ

10 5

Θεὸς ἱλασθῇ μοι τὸ πέταλον τοῦ
ἱερέως φανερόν μοι ποιῆσαι.»
Καὶ προσέφερεν τὰ δῶρα αὐτοῦ
Ἰωακεὶμ καὶ προσεῖχε τῷ πετά-
λῳ τοῦ ἱερέως <ἕως> ἐπέβη ἐπὶ τὸ θυ-

10 10

σιαστήριον Κυρίου, καὶ οὐκ εἶδεν ἁμαρ-
τίαν ἐν ἑαυτῷ. Καὶ εἶπεν Ἰωακείμ·
«Νῦν οἶδα ὅτι Κύριος ὁ Θεὸς ἱλάσθη μοι
καὶ ἀφῆκέν μοι πάντα τὰ ἁμαρ-
τήματά <μου>.» Καὶ κατέβη ἐκ τοῦ ναοῦ

10 15

Κυρίου δεδικαιωμένος, καὶ ἥκει ἐν
τῷ οἴκῳ αὐτοῦ.   2. Καὶ ἐπληρώθη-

11 1

σαν [οἱ] μῆνες αὐτῇ[ς] ὡσεὶ[πεν]
ἕξ· τῷ δὲ [ἑβδόμῳ] μηνὶ ἐγέννη-
σεν Ἄννα καὶ εἶπεν τῇ μαίᾳ· «Τί ἐ-
γέννησα;» Καὶ εἶπεν ἡ μαῖα· «Θήλει-

11 4a

αν.» <Καὶ εἶπεν Ἄννα·>

11 5

«Ἐμεγαλύνθη ἡ ψυχή μου τὴν
ἡμέραν ταύτην.» Καὶ ἀνέκλινεν
αὐτήν. Πληρωθέντων δὲ τῶν
ἡμερῶν ἀπεσμήξατο ἡ Ἄννα
τῆς ἀφέδρου αὐτῆς καὶ ἔδωκε [τὸν]

11 10

μασθὸν τῇ παιδὶ καὶ ὠνόμασεν
τὸ ὄνομα αὐτῆς Μαρία.   VI. Ἡμέρᾳ
δὲ καὶ ἡμέρᾳ ἐκραταιοῦτο ἡ παῖς.
Γεναμέν[η]ς <δὲ> αὐτῆς ἑξαμήνου
ἔστησεν αὐτὴν ἡ μήτηρ αὐτῆς χα-

11 15

μαί, διαπειρᾶσαι εἰ ἵσταται. Καὶ ἑπτὰ
[καὶ ἑπτὰ] βήματα περιπατήσασα
ἦλθεν εἰς τὸν κόλπον τῆς μη-

12 1

τρὸς αὐτῆς. Καὶ ἀνήρπασεν
αὐτὴν ἡ μήτηρ αὐτῆς λέγουσα·
«Ζῇ Κύριος ὁ Θεός μου· οὐ μὴ περιπατήσῃς
ἐν τῇ γῇ ταύτῃ ἕως σε ἀπάξω

12 5

ἐν τῷ ναῷ Κυρίου.» Καὶ ἐποίησεν ἁ-
γίασμα ἐν τῷ κοιτῶνι αὐτῆς,
καὶ κοινὸν καὶ ἀκάθαρτον οὐκ εἴ-
α διέρχεσθαι δι’ αὐτῆς. Καὶ ἐκά-
λεσε τὰς θυγατέρας [τῶν Ἑβραί-

12 10

ων τὰς ἀμιάντους,] καὶ διε-
πλάνων αὐτήν.   2. Ἐγένετο δὲ
πρῶτος ἐνιαυτὸς τῇ παιδί, καὶ ἐ-
ποίησεν Ἰωακεὶμ δοχὴν
μεγάλην καὶ ἐκάλεσε τοὺς

12 15

ἀρχιερεῖς καὶ τοὺς ἱερεῖς καὶ τοὺς
γραμματεῖς καὶ τὴν γερουσί-
αν καὶ ὅλον τὸν λαὸν τοῦ Ἰσραήλ.

13 1

Καὶ προσήνεγκεν τὴν παῖδα
Ἰωακεὶμ τοῖς ἱερεῦσιν, καὶ ηὐλό-
γησαν αὐτὴν λέγοντες· «Ὁ Θεὸς τῶν
πατέρων ἡμῶν, εὐλόγησον τὴν

13 5

παῖδα ταύτην καὶ δὸς αὐτῇ ὄνο-
μα ὀνομαστὸν αἰώνιον ἐν
πάσαις ταῖς γενεαῖς.» Καὶ εἶπεν <πᾶς> ὁ λα-
ός· «Γένοιτο, ἀμήν.» Καὶ προσήνεγ-
καν αὐτὴν τοῖς ἀρχιερεῦσιν, καὶ εὐ-

13 10

λόγησαν αὐτὴν λέγοντες· «Ὁ Θεὸς
τῶν ὑψωμάτων, ἐπίβλεψον
ἐπὶ τὴν παῖδα ταύτην καὶ εὐλό-
γησον αὐτὴν ἐσχάτην εὐλογίαν
ἥτις διαδοχὴν οὐκ ἔχει.»   3. Καὶ ἀνήρ-

13 15

πασεν <αὐτὴν> ἡ μήτηρ αὐτῆς ἐν τῷ ἁ-
γιάσματι τοῦ κοιτῶνος καὶ ἔδω-
κε μασθὸν τῇ παιδί. Καὶ ἐποίησεν

14 1

ᾆσμα Κυρίῳ τῷ Θεῷ Ἄννα λέ-
γουσα· «Ἄισω ᾠδὴν ἁγίαν Κυρίῳ τῷ Θεῷ
μου, ὅτι ἐπεσκέψατό με καὶ ἀφεῖ-
λεν ἀπ’ ἐμοῦ ὀνειδισμὸν τῶν ἐ-

14 5

χθρῶν μου, καὶ ἔδωκέν μοι Κύριος
ὁ Θεός μου καρπὸν δικαιοσύνης αὐ-
τοῦ μονο<ού>σιον πολυπλ[ά]σιον
ἐνώπιον αὐτοῦ. Τίς ἀγγελεῖ τοῖς
υἱοῖς Ῥουβὴλ <ὅτι Ἄννα θηλάζει;

14 9a

Ἀκούσατε ἀκούσατε, αἱ ιβ´ φυ-

14 9b

λαὶ τοῦ Ἰσραήλ,> ὅτι Ἄννα θηλάζει.»

14 10

Καὶ ἀ[ν]έπαυσεν αὐτὴν ἐν τῷ κοι-
τῶνι τοῦ ἁγιάσματος, καὶ ἐξῆλθεν
καὶ διηκόνει αὐτοῖς. Τελεσθέν-
τ[ο]ς δὲ τοῦ δείπνου κατέβησαν
εὐφραν<ό>μενοι καὶ ἐδόξασαν

14 15

τὸν Θεὸν Ἰσραήλ.   VII. Τῇ δὲ παιδὶ προσ-
ετίθεντο οἱ μῆνες αὐτῆς. Ἐγέ-

15 1

νετο δὲ διετὴς ἡ παῖς, καὶ εἶπεν
Ἰωακείμ· «Ἀνάξωμεν αὐτὴν ἐν ναῷ
Κυρίου ὅπως ἀποδῶμεν τὴν ἐπαγ-
γελίαν ἣν ἐπηγγειλάμεθα, μή-

15 5

πως ἀποστείλῃ ὁ Δεσπότης ἐφ’ ἡ-
μᾶς καὶ ἀπρόσδεκτον ἔσται τὸ δῶρον
ἡμῶν.» Καὶ εἶπεν Ἄννα· «Ἀναμεί-
ν[ωμε]ν τὸ τρίτον <ἔτος>, ὅπως μὴ ζητήσῃ
πατέρα ἢ μητέρα.» Καὶ εἶπεν Ἰωα-

15 10

κείμ· «[Ἀναμείνωμεν].»   2. Ἐγένετο δὲ τριετὴς
ἡ παῖς, καὶ εἶπεν Ἰωακείμ· «Καλέσω-
μεν τὰς θυγατέρας τῶν Ἑβραίων
τὰς ἀμιάντους, καὶ λαβέτωσαν ἀνὰ
λαμπάδα, καὶ ἔστωσαν καιόμε-

15 15

ναι, ἵνα μὴ στραφῇ εἰς τὰ ὀπίσω

16 1

καὶ αἰχμαλωτισθήσεται ἡ καρ-
δία αὐτῆς ἐκ ναοῦ Κυρίου.» Καὶ ἐποίησαν
οὕτως ἕως ἀνέβησαν ἐν ναῷ <Κυρίου>.
Καὶ ἐδέξατο αὐτὴν ὁ ἱερεὺς [Κυρίου]

16 5

καὶ φιλήσας αὐτὴν εὐλόγησεν καὶ
εἶπεν· «Ἐμεγάλυνεν Κύριος ὁ Θεὸς τὸ ὄ-
νομά σου ἐν πάσαις ταῖς
γενεαῖς. Ἐπὶ σοὶ ἐπ’ ἐσχάτων τῶν
ἡμερῶν φανερώσει Κύριος τὸ λύτρον

16 10

τοῖς υἱοῖς Ἰσραήλ.»   3. Καὶ ἐκάθισεν αὐτὴν
ἐπὶ τρίτου βαθμοῦ τοῦ θυσιαστη-
ρίου, καὶ ἔβαλλε Κύριος ὁ Θεὸς χάριν ἐπ’ αὐ-
τήν, καὶ κατεχόρευε τοῖς ποσὶν
αὐτῆς, καὶ ἠγάπησεν αὐτὴν πᾶς

16 15

[ὁ] οἶκος Ἰσραήλ.   VIII. Καὶ κατέβησαν οἱ γο-
νεῖς αὐτῆς θαυμάζοντες καὶ

17 1

ἐπαινοῦντες καὶ δοξάζοντες
τὸν Δεσπότην Θεὸν ὅτι οὐκ ἀπε-
στράφη ἐπ’ αὐτούς. Ἦν δὲ Μαρία
ἐν ναῷ Κυρίου ὡσεὶ περιστερὰ νεμο-

17 5

μένη <καὶ> ἐλάμβανε τροφὴν ἐκ
χειρὸς ἀγγέλου.   2. Γενομένης δὲ <αὐτῆς>
ιβετοῦς, συμβούλιον ἐγένετο τῶν
ἱερέων λεγόντων· «Ἰδοὺ Μα-
ρία γέγονεν ιβετὴς ἐν τῷ ναῷ

17 10

Κυρίου. Τί οὖν αὐτὴν ποιήσωμεν, μή-
πως μιάνῃ τὸ ἁγίασμα Κυρίου τοῦ
Θεοῦ ἡμῶν;» Καὶ εἶπαν αὐτῷ οἱ ἱε-
ρεῖς· «Σὺ ἕστη<κα>ς ἐπὶ τὸ θυσιαστήριον
Κυρίου. [καὶ] Εἴσελθε καὶ πρόσευξαι πε-

17 15

ρὶ αὐτῆς· καὶ ὃ ἐὰν φανερώσῃ σοι
Κύριος ὁ Θεός, τοῦτο ποιήσομεν.»   3. Καὶ

18 1

εἰσῆλθεν ὁ ἱερεὺς λαβὼν τὸν
ιβκώδωνα εἰς τὰ ἅγια τῶν ἁγί-
ων καὶ ηὔξατο περὶ αὐτῆς. Καὶ ἰ-
δοὺ ἄγγελος Κυρίου ἔστη λέγων· «Ζα-

18 5

χαρία Ζαχαρία, ἔξελθε καὶ ἐκ-
κλησίασον τοὺς χηρεύοντας
τοῦ λαοῦ, <καὶ ἐνεγκάτωσαν ἀνὰ

18 7a

ῥάβδον,> καὶ ᾧ ἐὰν ἐπιδείξῃ Κύριος

18 8

ὁ Θεὸς σημεῖον, τούτῳ ἔσται γυνή.»
Ἐξῆλθαν <δὲ> οἱ κήρυκες καθ’ ὅλου

18 10

τῆς περιχώρου τῆς Ἰουδαίας,
καὶ ἤχησεν σάλπιγξ Κυρίου, καὶ ἰδοὺ
ἔδραμον ἅπαντες.   IX. Ἰωσὴφ δὲ
ῥίψας τὸ σκέπαρνον ἐξῆλθεν
<καὶ> αὐτὸς εἰς συνάντησιν αὐτῶν.

18 15

Καὶ συναχθέντες ὁμοῦ ἀπῆλ-
θαν πρὸς τὸν ἱερέα λαβόντες

19 1

τὰς ῥάβδους. Δεξάμενος δὲ ὁ ἱερεὺς

19 1a

τὰς ῥάβδους ἀπ’ αὐτῶν εἰσῆλθεν

19 2

εἰς τὸ ἱερὸν καὶ ηὔξατο. Τελέσας δὲ
τὴν εὐχὴν ἔλαβε τὰς ῥάβδους
καὶ ἐξῆλθεν καὶ ἔδωκεν αὐτοῖς·

19 5

καὶ σημεῖον οὐκ ἦν ἐν αὐταῖς. Τὴν δὲ
ἐσχάτην ῥάβδον ἔλαβε ὁ Ἰωσήφ.
Καὶ ἰδοὺ περιστερὰ ἐξῆλθεν
ἀπὸ τῆς ῥάβδου καὶ ἐπεστάθη ἐπὶ
τὴν κεφαλὴν τοῦ Ἰωσήφ. Καὶ εἶ-

19 10

πεν ὁ ἱερεύς· «Ἰωσὴφ Ἰωσήφ, σὺ
κεκλήρωσαι τὴν παρθένον Κυρίου
παραλάβαι εἰς τήρησιν αὑτῷ.»   2. Καὶ
ἀντιεῖπεν ὁ Ἰωσὴφ λέγων· «Υἱ-
οὺς ἔχω καὶ πρεσβύτης εἰμί· αὕτη

19 15

<δὲ> νεᾶνις. Μήπως ἔσομαι πε-
ρίγελος τοῖς υἱοῖς Ἰσραήλ.» Καὶ εἶπεν

20 1

ὁ ἱερεύς· «Ἰωσήφ, φοβήθητι Κύριον
τὸν Θεόν σου, καὶ μνήσθητι ὅσα ἐ-
ποίησεν ὁ Θεὸς Δαθὰν καὶ Ἀβιρὼν
καὶ Κορέ, πῶς ἐδιχ[ι]άσθη ἡ γῆ

20 5

καὶ κατεπόθησαν ἅπαντες
διὰ τὴν ἀντιλογίαν αὐτῶν. Καὶ
νῦν φοβήθητι, Ἰωσήφ, μήπως
ἔσται ταῦτα ἐν τῷ οἴκῳ σου.»   3. Καὶ [ἐ-]
φοβηθ[εὶς] Ἰωσὴφ παρέλαβεν

20 10

αὐτὴν εἰς τήρησιν αὑτῷ, καὶ εἶ-
πεν αὐτῇ· «Μαρία, παρέλαβόν
σε ἐκ ναοῦ Κυρίου. Καὶ νῦν καταλεί-
πω σε ἐν τῷ οἴκῳ μου. Ἀπέρχο-
μαι γὰρ οἰκοδομῆσαι τὰς οἰκο-

20 15

δομάς, καὶ ἥξω πρὸς σέ. Κύριός σε
διαφυλάξει.»   X. Ἐγένετο δὲ συμ-

21 1

βούλιον τῶν ἱερέων λεγόν-
των· «Ποιήσωμεν καταπέτασ-
<μα> τῷ ναῷ Κυρίου.» Καὶ εἶπεν ὁ ἱερεύς·
«Καλέσατέ <μοι> τὰς παρθένους τὰς

21 5

ἀμιάντους ἀπὸ τῆς φυλῆς τοῦ
Δαυίδ.» Καὶ ἀπήλθασιν οἱ ὑπηρέ-
ται καὶ ἐξε[ζ]ήτησαν καὶ εὕρη-
σαν ζ´. Καὶ ἐμνήσθη ὁ ἱερεὺς
τῆς παιδὸς Μαρίας ὅτι ἦν τῆς

21 10

φυλῆς τοῦ Δαυὶδ καὶ ἀμίαν-
τος τῷ Θεῷ. Καὶ ἀπήλθασιν οἱ
ὑπηρέται καὶ ἤγαγαν αὐτήν.
Καὶ εἰσήγαγαν αὐτὰς ἐν τῷ να-
ῷ Κυρίου. Καὶ εἶπεν ὁ ἱερεύς· «Λάχε-

21 15

τέ μοι ὧδε, τίς νήσει τὸν χρυ-
σὸν καὶ τὸν ἀμίαντον καὶ τὴν

22 1

βύσσον καὶ τὸ σιρικὸν καὶ τὸ ὑα-
κίνθινον καὶ τὸ κόκκινον καὶ

22 2a

<τὴν ἀληθινὴν πορφύραν.» Καὶ

22 2b

ἔλαχε τὴν Μαρίαν ἡ ἀληθινὴ

22 2c

πορφύρα καὶ τὸ κόκκινον. Καὶ>

22 3

λαβοῦσα [ἀπῄ]ει ἐν τῷ οἴκῳ αὐ-
τῆς. Τῷ δὲ καιρῷ ἐκείνῳ Ζαχα-

22 5

ρίας ἐσίγησεν, <καὶ> ἐγένετο ἀντὶ
αὐτοῦ Σαμουήλ, μέχρι ὅτε ἐ-
λάλησεν Ζαχχαρίας. Μαρία δὲ
λαβοῦσα τὸ κόκκινον ἔκλωθεν.
XI. Καὶ ἔλαβεν τὴν κάλπιν καὶ ἐξῆλ-

22 10

θεν γεμίσαι ὕδωρ. Καὶ ἰδοὺ [αὐ-
τῇ] φωνὴ λέγουσα <αὐτῇ>· «Χαῖρε, κεχα-
ριτω<μένη· ὁ Κύριος μετὰ σοῦ·

22 12a

εὐλογη>μένη σὺ ἐν γυναιξίν.» Καὶ

22 13

περιέβλεπεν τὰ δεξιὰ καὶ τὰ
ἀριστερὰ Μαρία πόθεν αὕτη

22 15

εἴη ἡ φωνή. Καὶ ἔντρομος

23 1

γενομένη εἰσῄει εἰς τὸν οἶκον
αὐτῆς καὶ ἀναπαύσασα τὴν κάλπιν
ἔλαβεν τὴν πορφύραν καὶ ἐκάθι-
σεν ἐπὶ τοῦ θρόνου καὶ ἧλκεν

23 5

τὴν πορφύραν.   2. Καὶ ἰδοὺ ἔστη
ἄγγελος ἐνώπιον <αὐτῆς> λέγων· «Μὴ
φοβοῦ, Μαρία· εὗρες γὰρ χάριν
ἐνώπιον τοῦ πάντων Δεσπότου.
Συνλήμψῃ ἐκ Λόγου αὐτοῦ.» Ἡ δὲ ἀκού-

23 10

σασα Μαρία διεκρίθη ἐν ἑαυτῇ
λέγουσα· «Ἐγὼ συνλήμψομαι
ἀπὸ Κυρίου Θεοῦ ζῶντος ὡς πᾶσα γυ-
νὴ γεννᾷ;»   3. Καὶ ἰδοὺ ἄγγελος ἔ-
στη [αὐτῇ] λέγων αὐτῇ· «Οὐχ οὕτως,

23 15

Μαρία. Δύναμις γὰρ Θεοῦ ἐπισκιά-

24 1

σει σοι· διὸ καὶ τὸ γεννώμενον
ἅγιον κληθήσεται υἱὸς Ὑψί-
στου. Καὶ καλέσεις τὸ ὄνομα
αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει <τὸν> λα-

24 5

ὸν αὐτοῦ ἐκ τῶν ἁμαρτιῶν
αὐτῶν.» Καὶ εἶπε Μαρία· «Ἰδοὺ
ἡ δούλη Κυρίου κατενώπιον αὐ-
τοῦ. Γένοιτό μοι κατὰ τὸ ῥῆμά
σου.»   XII. Καὶ ἐποίησεν τὴν πορφύ-

24 10

ραν καὶ τὸ κόκκινον, καὶ ἀνή-
νεγκεν τῷ ἱερεῖ. Καὶ λαβὼν
ὁ ἱερεὺς εὐλόγησεν αὐτὴν καὶ
εἶπεν· «Μαρία, ἐμεγάλυνεν
[σε] Κύριος ὁ Θεὸς τὸ ὄνομά σου,

24 15

καὶ ἔσῃ εὐλογημένη ἐν

25 1

πάσαις ταῖς γενεαῖς τῆς γῆς.»
2. Χαρὰν <δὲ> λαβοῦσα Μαρία ἀπῄει
πρὸς τὴν συγγενίδα αὐτῆς
Ἐλισάβεδ καὶ ἔκρουσεν πρὸς

25 5

τὴν θύραν. Καὶ ἀκούσασα ἡ Ἐλισά-
βεδ ἔρριψεν τὸ κόκκινον καὶ ἔ-
δραμεν πρὸς τὴν θύραν καὶ ἤ-
νοιξεν αὐτῇ καὶ εὐλόγησεν αὐ-
τὴν καὶ εἶπεν· «Πόθεν μοι <τοῦτο> ἵνα

25 10

ἡ μήτηρ τοῦ Κυρίου <μου> ἔλθῃ πρὸς ἐμέ;
Ἰδοὺ γὰρ τὸ ἐν ἐμοὶ ἐσκίρτησεν
καὶ εὐλόγησέν σε.» Ἡ δὲ Μαρία
ἐπελάθετο τῶν μυστηρίων
ὧν ἐλάλησεν Γαβριὴλ ὁ ἄγ-

25 15

γελος. Καὶ [ἠ]τένισεν εἰς τὸν

26 1

οὐρανὸν καὶ εἶπεν· «Τίς εἰμι ἐ-
γὼ ὅτι ἰδοὺ πᾶσαι αἱ γυναῖκες
τῆς γῆς μακαριοῦσίν με;»   3. Καὶ
ἐποίησεν τρεῖς μῆνας πρὸς τὴν

26 5

Ἐλισάβεδ. Καὶ ἡμέρᾳ ἀφ’ ἡμέρας
ἡ γαστὴρ αὐτῆς ὠγκοῦτο. <Καὶ> φοβη-
θεῖσα ἡ Μαρία ἦλθεν ἐν τῷ οἴ-
κῳ αὐτῆς καὶ ἔκρυβεν αὑτὴν
ἀπὸ τῶν υἱῶν Ἰσραήλ. Ἦν δὲ

26 10

ἐτῶν ιϚ´, ὅτε ταῦτα τὰ μυστή-
ρια ἐγέ[ι]νετο αὐτῇ.   XIII. Καὶ

26 11a

ἐγένετο <αὐτῇ> Ϛ´ μήν, καὶ ἰδοὺ

26 12

ἦλθεν Ἰωσὴφ ἀπὸ τῶν οἰ-
κοδομῶν αὐτοῦ καὶ εἰσῆλθεν
ἐν τῷ οἴκῳ καὶ εὗρεν αὐτὴν ὠγκωμέ-

26 15

νην. Καὶ ἔτυψεν τὸ πρόσωπον
αὐτοῦ καὶ ἔρριψεν αὑτὸν χαμαὶ

27 1

ἐπὶ τὸν σάκκον καὶ ἔκλαυσεν
πικρῶς λέγων· «Ποίῳ προσώ-
πῳ <ἀ>τενίσω πρὸς Κύριον τὸν Θεόν; Τί
ἄρα εὔξωμαι περὶ αὐτῆς; Ὅτι

27 5

παρθένον παρέλαβον ἐκ ναοῦ
Κυρίου τοῦ Θεοῦ καὶ οὐκ ἐφύλαξα αὐ-
τήν. Τίς ὁ θηρεύσας με; Τίς τὸ πο-
νηρὸν τοῦτο ἐποίησεν ἐν τῷ οἴ-
κῳ μου; <Τίς ᾐχμαλώτευσε τὴν

27 9a

παρθένον ἀπ’ ἐμοῦ> καὶ ἐμίανεν αὐτήν; Μή-

27 10

τι ἐν ἐμοὶ ἀνεκεφαλαιώθη <ἡ> ἱ-
στορία <τοῦ Ἀδάμ>; Ὥσπερ γὰρ Ἀδὰμ ἦν ἐν
τῇ ὥρᾳ τῆς δοξολογίας αὐτοῦ
καὶ ἦλθεν ὁ ὄφις καὶ εὗρεν τὴν
Εὔαν μόνην καὶ ἐξηπάτησεν

27 15

αὐτὴν καὶ ἐμίανεν αὐτήν, οὕ-
τως κἀμοὶ συνέβη.»   2. Καὶ

28 1

[καὶ] ἀνέστη Ἰωσὴφ ἀπὸ τοῦ
σάκκου καὶ ἐκάλεσεν αὐτὴν
καὶ εἶπεν αὐτῇ· «Μεμελημέ-
νη Θεῷ, τί τοῦτο ἐποίησας; Ἐπε-

28 5

λάθου Κυρίου τοῦ Θεοῦ σου; Τί ἐταπεί-
νωσας τὴν ψυχήν σου, ἡ ἀνα-
τραφεῖσα εἰς τὰ ἅγια τῶν ἁγίων
καὶ τροφὴν λαμβάνουσα ἐκ
χειρὸς ἀγγέλου;»   3. Ἡ δὲ ἔκλαυσεν

28 10

πικρῶς λέγουσα καθότι «Καθα-
ρά εἰμι ἐγὼ καὶ ἄνδρα οὐ γι-
νώσκω.» Καὶ εἶπεν αὐτῇ Ἰω-
σήφ· «Πόθεν οὖν τοῦτό ἐστιν
ἐν τῇ γαστρί σου;» Ἡ δὲ εἶπεν·

28 15

«Ζῇ Κύριος ὁ Θεός μου καθότι οὐ γι-

29 1

νώσκω πόθεν ἐστὶν ἐν ἐμοί.»   XIV. Καὶ
ἐφοβήθη ὁ Ἰωσὴφ σφόδρα καὶ
ἠρέμησεν ἐξ αὐτῆς, διαλογιζό-
μενος αὐτὴν τί ποιήσει. Καὶ εἶπεν

29 5

Ἰωσήφ· «Ἐὰν αὐτῆς κρύψω τὸ
ἁμάρτημα, εὑρεθήσομαι μα-
χόμενος τῷ νόμῳ Κυρίου· καὶ
ἐὰν αὐτὴν φανερώσω τοῖς υἱ-
οῖς Ἰσραήλ, φοβοῦμαι μήπως

29 10

ἀγγελικόν <ἐστιν τὸ> ἐν ἑαυτῇ, καὶ εὑρε-
θήσομαι παραδιδοὺς ἀθῷον
αἷμα εἰς κρίσμα[τος] θανάτου.
Τί οὖν αὐτὴ<ν> ποιήσω; Λάθρᾳ αὐ-
τὴν ἀπολύσω ἀπ’ ἐμοῦ.» Καὶ

29 15

κατέ[λαβ]εν αὐτὸν νύξ.   2. Καὶ
ἰδοὺ ἄγγελος Κυρίου φαίνεται αὐ-

30 1

[αὐ]τῷ κατ’ ὄνειρον λέγων· «Μὴ
φοβηθῇς τὴν παῖδα ταύτην·
τὸ γὰρ ἐν ἑαυτῇ ὂν ἐκ Πνεύματός ἐστιν
ἁγίου. Τέξεται δέ σοι υἱὸν καὶ κα-

30 5

λέσεις τὸ ὄνομα [ἑ]αυτοῦ Ἰησοῦν·
αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐ-
τοῦ ἐκ τῶν ἁμαρτημάτων
αὐτῶν.» Καὶ ἀνέστη Ἰωσὴφ ἀπὸ
τοῦ ὕπνου καὶ ἐδόξασεν τὸν Θεὸν

30 10

τοῦ Ἰσραὴλ τὸν δόντα αὐτῷ τὴν
χάριν αὐτοῦ. Καὶ ἐφύλασσε τὴν
παῖδα.   XV. Ἦλθεν δὲ Ἄννας ὁ γραμ-
ματεὺς πρὸς αὐτὸν καὶ εἶπεν
αὐτῷ· «Ἰωσήφ, διὰ τί οὐκ ἐφάνης

30 15

τῇ συνόδῳ ἡμῶν;» Καὶ εἶπεν
αὐτῷ· «Ὅτι ἔκαμον ἐκ τῆς ὁδοῦ

31 1

καὶ ἀνεπαυσάμην τὴν μίαν
ἡμέραν.» Καὶ ἐστράφη Ἄννας
καὶ εἶδεν τὴν Μαρίαν ὠγκωμέ-
νην.   2. Καὶ ἀπῄει δρομαῖος πρὸς τὸν

31 5

ἱερέαν καὶ εἶπεν αὐτῷ· «Ἰδοὺ Ἰωσήφ,
ᾧ σὺ μαρτυρεῖς, ἠνόμησεν σφό-
δρα.» Καὶ εἶπεν ὁ ἀρχιερεύς· «Τί τοῦ-
το;» Καὶ εἶπεν· «Τὴν παρθένον, ἣν
Ἰωσὴφ παρέλαβεν ἐκ ναοῦ Κυρίου,

31 10

ἐμίανεν αὐτὴν καὶ ἔκλεψεν
τοὺς γάμους αὐτῆς καὶ οὐκ ἐφα-
νέρωσεν τοῖς υἱοῖς Ἰσραήλ.» Καὶ εἶ-
πεν αὐτῷ ὁ ἀρχιερεύς· «Ἰωσὴφ
[Ἰωσὴφ] ταῦτα ἐποίησεν;» Καὶ

31 15

εἶπεν αὐτῷ· «Ἀπόστειλον ὑπη-
ρέτας καὶ εὑρήσεις τὴν παρθέ-

32 1

νον ὠγκωμένην.» Καὶ ἀπῆλ-
θον οἱ ὑπηρέται καὶ εὗρον αὐ-
τὴν καθὼς εἶπεν καὶ ἀπήγα-
γον αὐτὴν εἰς τὸ ἱερόν, καὶ ἔστη

32 5

εἰς τὸ κριτήριον.   3. Καὶ εἶπεν αὐτῇ
ὁ ἀρχιερεύς· «Μαρία, τί τοῦτο ἐποί-
ησας; Τί ἐταπείνωσας τὴν ψυ-
χήν σου; Ἐπελάθου Κυρίου τοῦ Θεοῦ
σου, ἡ ἀνατραφεῖσα εἰς τὰ ἅγια

32 10

τῶν ἁγίων καὶ λαβοῦσα τρο-
φὴν ἐκ χειρὸς ἀγγέλων; Σὺ ἡ ἀ-
κούσασα τῶν ὕμνων αὐτῶν
καὶ χορεύσασα ἐνώπιον αὐ-
τῶν, τί τοῦτο ἐποίησας;» Ἡ δὲ

32 15

ἔκλαυσε πικρῶς λέγουσα· «Ζῇ
Κύριος ὁ Θεὸς καθότι καθαρά εἰμι

33 1

ἐνώπιον αὐτοῦ καὶ ἄνδρα οὐ
γινώσκω.»   4. Καὶ εἶπεν ὁ ἀρχιερεύς·
«Ἰωσήφ, [ο]τί τοῦτο [ἐποίησας];» Εἶπεν δὲ
Ἰωσήφ· «Ζῇ Κύριος <ὁ Θεός μου

33 4a

καὶ ζῇ> ὁ Χριστὸς αὐτοῦ <καὶ

33 4b

ὁ τῆς ἀληθείας αὐτοῦ μάρτυς> καθό-

33 5

τι καθαρός εἰμι ἐγὼ ἐξ αὐτῆς.»
Καὶ εἶπεν ὁ ἀρχιερεύς· «Μὴ ψευ-
δομαρτύρει, <ἀλλὰ> λέγε τὰ ἀληθῆ.
Ἔκλεψας τοὺς γάμους σου καὶ
οὐκ ἐφανέρωσας τοῖς υἱοῖς Ἰσραήλ,

33 10

καὶ οὐκ ἔκλινας τὴν κεφαλήν
σου ὑπὸ τὴν κραταιὰν χεῖραν
ὅπως εὐλογηθῇ τὸ σπέρμα
σου.» Καὶ Ἰωσὴφ ἐσίγησεν.   XVI. Καὶ
εἶπεν ὁ ἀρχιερεύς· «Ἀπόδος τὴν

33 15

παρθένον ἣν παρέλαβες ἐκ
ναοῦ Κυρίου.» Καὶ περιδάκρυτος γε-

34 1

νάμενος ὁ Ἰωσὴφ ... Καὶ εἶπεν
ὁ ἀρχιερεύς· «Ποτίσω ὑμᾶς τὸ ὕδωρ
τῆς ἐλέγξεως Κυρίου, καὶ φανερώ-
σει τὸ ἁμάρτημα ὑμῶν ἐν ὀ-

34 5

φθαλμοῖς ὑμῶν.»   2. Καὶ λαβὼν
ὁ ἀρχιερεὺς ἐπότισεν τὸν Ἰωσὴφ
καὶ ἔπεμψεν αὐτὸν εἰς τὴν ἔ-
ρημον, καὶ ἦλθεν ὁλόκληρος.
Καὶ ἐπότισεν καὶ τὴν παῖδα καὶ

34 10

ἔπεμψεν αὐτὴν εἰς τὴν ἐρη-
μίαν, καὶ κατέβη ὁλόκληρος.
Καὶ ἐθαύμασεν πᾶς ὁ λαὸς ὅτι
οὐκ ἐφάν[η ἡ] ἁμαρτία[ν] αὐτῶν.
3. Καὶ εἶπεν ὁ ἀρχιερεύς· «Εἰ Κύριος ὁ Θεὸς

34 15

οὐκ ἐφανέρωσεν τὸ ἁμάρτη-
μα ὑμῶν, οὐδὲ ἐγὼ κρίνω

35 1

ὑμᾶς.» Καὶ ἀπέλυσεν αὐτούς. Καὶ
παρέλαβεν Ἰωσὴφ τὴν Μαριάμ-
μην καὶ ἀπῄει ἐν τῷ οἴκῳ αὐτοῦ
χαίρων καὶ δοξάζων τὸν Θεὸν Ἰσραήλ.

35 5

XVII. Κέλευσις δὲ ἐγένετο ἀπὸ [τουν] Ἀόσ-
του τοῦ βασιλέως ἀπογράψασθαι
ὅσοι εἰσὶν ἐν Βηθλεὲμ τῆς Ἰουδαί-
ας. Καὶ εἶπεν Ἰωσήφ· «Ἐγὼ ἀπογρά-
ψομαι τοὺς υἱούς μου. Ταύτην

35 10

δὲ τὴν παῖδα τί ποιήσω; Πῶς αὐτὴν
ἀπογράψομαι; Γυναῖκα ἐμήν;
Ἐπαισχύνομαι. Ἀλλὰ θυγατέρα; Οἶ-
δαν οἱ υἱοὶ Ἰσραὴλ ὅτι οὐκ ἔστιν θυγά-
τηρ μου. Αὕτη ἡ ἡμέρα Κυρίου ποιή-

35 15

σει ὡς βούλεται.»   2. Καὶ ἔστρωσεν
τὸν ὄνον καὶ ἐκάθισεν αὐτὴν

36 1

καὶ ἧλκεν ὁ υἱὸς αὐτοῦ καὶ ἠκο-
λούθει Σαμουήλ. Καὶ [ην]ἤγ-
γισαν ἐπὶ μίλιον τρίτον, καὶ
ἐστράφη Ἰωσὴφ καὶ εἶδεν αὐτὴν

36 5

στυγνὴν καὶ ἔλεγεν· «Ἴσως τὸ
ἐν αὐτῇ χειμάζει αὐτήν.» Καὶ
πάλιν ἐστράφη Ἰωσὴφ καὶ
εἶδεν αὐτὴν γελοῦσαν καὶ εἶ-
πεν <αὐτῇ>· «Μαριάμμη, τί ἐστίν σοι τοῦ-

36 10

το, ὅτι τὸ πρόσωπόν σου βλέ-
πω ποτὲ μὲν γελοῦντα ποτὲ
δὲ στυγνάζον;» Καὶ εἶπεν αὐτῷ·
«Ἰωσήφ, ὅτι δύο λαοὺς βλέπω
ἐν τοῖς ὀφθαλμοῖς μου, ἕνα

36 15

κλαίοντα καὶ κοπτόμενον
καὶ ἕνα χαίροντα καὶ ἀγαλλι-

37 1

ῶντα.»   3. Καὶ ἤλθωσιν ἀνὰ μέ-
σον τῆς ὁδοῦ, καὶ εἶπεν αὐτῷ
Μαριάμμη· «Ἰωσήφ, κατάγαγέ
με ἀπὸ τοῦ ὄνου, ὅτι <τ>ὸ ἐν ἐμοὶ

37 5

ἐπείγει με προελθεῖν.» Καὶ κατή-
γαγεν αὐτὴν ἐκεῖ καὶ εἶπεν αὐ-
τῇ· «Ποῦ σε ἀπάξω καὶ σκεπάσω
σου τὴν ἀσχημοσύνην, ὅτι
ὁ τόπος ἔρημός ἐστιν;»   XVIII. Καὶ εὗ-

37 10

ρεν ἐκεῖ σπήλαιον καὶ εἰσήγα-
γεν αὐτὴν καὶ παρέστησεν
αὐτῇ[ν] τοὺς υἱοὺς αὐτοῦ καὶ ἐ-
ξῆλθεν ζητῆσαι μαῖαν Ἑβραί-
αν ἐν χώρᾳ Βηθλεέμ.

 

 

 

Textus ceterorum testium

37a 1

2. Ἐγὼ δὲ Ἰωσὴφ περιεπάτουν καὶ οὐ περιε-
πάτουν. Καὶ ἀνέβλεψα εἰς τὸν πόλον τοῦ
οὐρανοῦ καὶ εἶδον αὐτὸν ἑστῶτα, καὶ εἰς
τὸν ἀέρα καὶ εἶδον αὐτὸν ἔκθαμβον καὶ τὰ

37a 5

πετεινὰ τοῦ οὐρανοῦ ἠρεμοῦντα. Καὶ ἐπέ-
βλεψα ἐπὶ τὴν γῆν καὶ εἶδον σκάφην
κειμένην καὶ ἐργάτας ἀνακειμένους, καὶ
ἦσαν αἱ χεῖρες αὐτῶν ἐν τῇ σκάφῃ. Καὶ
οἱ μασώμενοι οὐκ ἐμασῶντο καὶ οἱ αἴρον-

37a 10

τες οὐκ ἀνέφερον καὶ οἱ προσφέροντες τῷ
στόματι αὐτῶν οὐ προσέφερον, ἀλλὰ
πάντων ἦν τὰ πρόσωπα ἄνω βλέποντα.
3. Καὶ εἶδον ἐλαυνόμενα πρόβατα, καὶ τὰ
πρόβατα ἑστήκει· καὶ ἐπῆρεν ὁ ποιμὴν τὴν

37a 15

χεῖρα αὐτοῦ τοῦ πατάξαι αὐτά, καὶ ἡ χεὶρ
αὐτοῦ ἔστη ἄνω. Καὶ ἐπέβλεψα ἐπὶ τὸν
χείμαρρον τοῦ ποταμοῦ καὶ εἶδον ἐρίφους
καὶ τὰ στόματα αὐτῶν ἐπικείμενα τῷ ὕδατι
καὶ μὴ πίνοντα. Καὶ πάντα θήξει ὑπὸ

37a 20

τοῦ δρόμου αὐτῶν ἀπηλαύνετο.   XIX. Καὶ εἶδον
γυναῖκα καταβαίνουσαν ἀπὸ τῆς ὀρεινῆς,
καὶ εἶπέν μοι· «Ἄνθρωπε, ποῦ πορεύῃ;»
Καὶ εἶπον· «Μαῖαν ζητῶ Ἑβραίαν.» Καὶ
ἀποκριθεῖσα εἶπέν μοι· «Ἐξ Ἰσραὴλ

37a 25

εἶ;» Καὶ εἶπον αὐτῇ· «Ναί.» Ἡ δὲ
εἶπεν· «Καὶ τίς ἐστιν ἡ γεννῶσα ἐν τῷ
σπηλαίῳ;»

38a 1

Καὶ εἶπον ἐγώ· «Ἡ μεμνηστευμένη μοι.»
Καὶ εἶπέ μοι· «Οὐκ ἔστι σου γυνή;»
Καὶ εἶπον αὐτῇ· «Μαρία ἐστίν, ἡ
ἀνατραφεῖσα ἐν [τῷ] ναῷ Κυρίου. Καὶ

38a 5

ἐκληρωσάμην αὐτὴν γυναῖκα, καὶ οὐκ
ἔστιν μου γυνή, ἀλλὰ σύλλημμα ἔχει ἐκ
Πνεύματος ἁγίου.» Καὶ εἶπεν ἡ μαῖα·
«Τοῦτο ἀληθές;» Καὶ εἶπεν αὐτῇ Ἰωσήφ·
«Δεῦρο καὶ ἴδε.»

 

 

 

Textus omnibus testibus communis

38 4

Καὶ
ἀπῄει μετ’ αὐτοῦ,   2. καὶ ἔστη-
σαν ἐν τῷ τόπῳ τοῦ σπηλαίου.
Καὶ <ἦν> νεφέλη σκοτεινὴ ἐπισκι-
άζουσα τὸ σπήλαιον. Καὶ εἶπεν
ἡ μαῖα· «Ἐμεγαλύνθη ἡ ψυ-

38 10

χή μου σήμερον, ὅτι εἶδον οἱ
ὀφθαλμοί μου παράδοξα
σήμερον, ὅτι σωτηρία τῷ Ἰσραὴλ
γεγένηται.» Καὶ παραχρῆμα
ἡ νεφέλη ὑπεστέλλετο τοῦ

38 15

σπηλαίου, καὶ ἐφάνη φῶς
μέγα ἐν τῷ σπηλαίῳ ὥστε

39 1

τοὺς ὀφθαλμοὺς μὴ φέρειν. Καὶ
πρὸς ὀλίγον τὸ φῶς ἐκεῖνο ὑπε-
στέλλετο, ἕως ἐφάνη βρέφος·
καὶ ἦλθεν καὶ ἔλαβε μασθὸν ἐκ τῆς

39 5

μητρὸς αὐτοῦ Μαρίας. Καὶ ἀνεβόη-
σεν ἡ μαῖα <καὶ εἶπεν>·

39 6a

«Ὡς μεγάλη <μοι> ἡ σήμε-

39 7

ρον ἡμέρα, ὅτι εἶδον τὸ καινὸν
θέαμα τοῦτο.»   3. Καὶ ἐξῆλθεν ἐκ τοῦ
σπηλαίου ἡ μαῖα, καὶ ἠπήντησεν

39 10

αὐτῇ Σαλώμη, καὶ εἶπεν αὐτῇ·
«Σαλώμη Σαλώμη, καινόν σοι
θέαμα ἔχω ἐξηγήσασθαι· παρ-
θένος ἐγέννησεν, ἃ οὐ χωρεῖ ἡ
φύσις αὐτῆς.» Καὶ εἶπεν Σαλώμη·

39 15

«Ζῇ Κύριος ὁ Θεός μου· ἐὰν μὴ βάλω
τὸν δάκτυλόν μου <καὶ> ἐραυνήσω

 

 

 

Textus ceterorum testium

40a 1

τὴν φύσιν αὐτῆς, οὐ μὴ πιστεύσω ὅτι ἡ
παρθένος ἐγέννησεν.»   XX. Καὶ εἰσῆλθεν ἡ
μαῖα καὶ εἶπεν· «Μαρία, σχημάτισον
σεαυτήν· οὐ γὰρ μικρὸς ἀγὼν πρόκειται

40a 5

περὶ σοῦ.» Καὶ ἡ Μαρία ἀκούσασα ταῦτα
ἐσχημάτισεν αὑτήν. Καὶ ἔβαλε Σαλώμη
τὸν δάκτυλον αὐτῆς εἰς τὴν φύσιν αὐτῆς.
Καὶ ἀνηλάλαξεν Σαλώμη καὶ εἶπεν· «Οὐαὶ
τῇ ἀνομίᾳ μου καὶ τῇ ἀπιστίᾳ μου, ὅτι

40a 10

ἐξεπείρασα Θεὸν ζῶντα. Καὶ ἰδοὺ ἡ χείρ
μου πυρὶ ἀποπίπτει ἀπ’ ἐμοῦ.»   2. Καὶ
ἔκλινεν τὰ γόνατα πρὸς τὸν Δεσπότην
Σαλώμη λέγουσα· «Ὁ Θεὸς τῶν πατέ-
ρων μου, μνήσθητί μου ὅτι σπέρμα

40a 15

εἰμὶ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ. Μὴ
παραδειγματίσῃς με τοῖς υἱοῖς Ἰσραήλ,
ἀλλὰ ἀπόδος με τοῖς πένησιν. Σὺ γὰρ
οἶδας, Δέσποτα, ὅτι ἐπὶ τῷ σῷ ὀνό-
ματι τὰς θεραπείας ἐπετέλουν καὶ τὸν

40a 20

μισθόν μου παρὰ σοῦ ἐλάμβανον.»
3. Καὶ ἰδοὺ ἄγγελος Κυρίου ἔστη λέγων
πρὸς αὐτήν· «Σαλώμη Σαλώμη, ἐπήκου-
σεν ὁ πάντων Δεσπότης τῆς δεήσεώς σου.
Προσένεγκε τὴν χεῖρά σου τῷ παιδίῳ καὶ

40a 25

βάσταξον αὐτό, καὶ ἔσται σοι σωτηρία
καὶ χαρά.»   3. Λαβοῦσα δὲ χαρὰν προσῆλθε
Σαλώμη τῷ παιδίῳ καὶ ἐβάσταξεν αὐτὸ
λέγουσα· «Προσκυνήσω αὐτῷ, ὅτι οὗ-
τος ἐγεννήθη βασιλεὺς τῷ Ἰσραήλ.»

41a 1

4. Καὶ παραχρῆμα ἰάθη Σαλώμη καὶ ἐξῆλθεν
ἐκ τοῦ σπηλαίου δεδικαιωμένη. Καὶ ἰδοὺ
φωνὴ λέγουσα·

 

 

 

Textus omnibus testibus communis

41 4

«Σαλώμη
Σαλώμη, <μὴ> ἀναγγείλῃς ὅσα εἶδες πα-
ράδοξα ἕως ἔρθῃ ὁ παῖς εἰς Ἱε-
ροσάλημα.»   XXI. Καὶ ἰδοὺ Ἰωσὴφ ἡτοι-
μάσθη τοῦ ἐξελθεῖν ἐν τῇ Ἰου-
δαίᾳ, καὶ θόρυβος ἐγένετο μέγας

41 10

ἐν Βηθλὲμ τῆς Ἰουδαίας. Ἤλθω-
σαν γὰρ μάγοι λέγοντες· «Ποῦ ἐστιν
ὁ βασιλεὺς τῶν Ἰουδαίων; Εἴδομεν
γὰρ τὸν ἀστέρα αὐτοῦ ἐν τῇ ἀνα-
τολῇ καὶ ἤλθαμεν προσκυνῆσαι

41 15

αὐτῷ.»   2. Καὶ ἀκούσας ὁ Ἡρώδης ἐτα-

 

 

 

Textus ceterorum testium

42a 1

ράχθη καὶ ἔπεμψεν ὑπηρέτας πρὸς τοὺς
μάγους· καὶ μετεπέμψατο καὶ τοὺς ἀρχιε-
ρεῖς καὶ ἀνέκρινεν αὐτοὺς ἐν τῷ πραιτωρίῳ
λέγων αὐτοῖς· «Πῶς γέγραπται περὶ τοῦ

42a 5

Χριστοῦ; Ποῦ γεννᾶται;» Λέγουσιν αὐτῷ·
«Ἐν Βηθλεὲμ τῆς Ἰουδαίας· οὕτως γὰρ
γέγραπται.» Καὶ ἀπέλυσεν αὐτούς. Καὶ
ἀνέκρινεν τοὺς μάγους λέγων αὐτοῖς· «Τί
εἴδετε σημεῖον ἐπὶ τὸν γεννηθέντα βασι-

42a 10

λέα;» Καὶ εἶπον οἱ μάγοι· «Εἴδομεν
ἀστέρα παμμεγέθη λάμψαντα ἐν τοῖς
ἄστροις τούτοις καὶ ἀμβλύναντα αὐτούς,
ὥστε τοὺς ἀστέρας μὴ φαίνεσθαι. Καὶ
οὕτως ἔγνωμεν ὅτι βασιλεὺς ἐγεννήθη τῷ

42a 15

Ἰσραήλ, καὶ ἤλθομεν προσκυνῆσαι
αὐτῷ.» Καὶ εἶπεν αὐτοῖς Ἡρώδης· «Ὑπά-
γετε καὶ ζητήσατε, καὶ ἐὰν εὕρητε ἀπαγ-
γείλατέ μοι, ὅπως κἀγὼ ἐλθὼν προσκυνή-
σω αὐτῷ.»   3. Καὶ ἐξῆλθον οἱ μάγοι. Καὶ

42a 20

ἰδοὺ ὃν εἶδον ἀστέρα ἐν τῇ ἀνατολῇ
προῆγεν αὐτοὺς ἕως εἰσῆλθαν ἐν τῷ σπη-
λαίῳ, καὶ ἔστη ἐπὶ τὴν κεφαλὴν τοῦ
παιδίου.

 

 

 

Textus Z

37 14

Καὶ εὑρὼν
ἤνεγκεν ἀπὸ ὀρεινῆς κατα-
βαίνουσαν. Καὶ εἶπεν Ἰωσὴφ

38 1

τῇ μαίᾳ ὅτι «Μαρία ἐστὶν ἡ με-
μνηστευμένη μοι, ἀλλὰ σύλ-
λημμα ἔχει ἐκ Πνεύματος ἁ-
γίου, ἀνατραφεῖσα ἐν ναῷ Κυρίου.»

 

 

 

Textus omnibus testibus communis

38 4

Καὶ
ἀπῄει μετ’ αὐτοῦ, καὶ ἔστη-
σαν ἐν τῷ τόπῳ τοῦ σπηλαίου.
Καὶ <ἦν> νεφέλη σκοτεινὴ ἐπισκι-
άζουσα τὸ σπήλαιον. Καὶ εἶπεν
ἡ μαῖα· «Ἐμεγαλύνθη ἡ ψυ-

38 10

χή μου σήμερον, ὅτι εἶδον οἱ
ὀφθαλμοί μου παράδοξα
σήμερον, ὅτι σωτηρία τῷ Ἰσραὴλ
γεγένηται.» Καὶ παραχρῆμα
ἡ νεφέλη ὑπεστέλλετο τοῦ

38 15

σπηλαίου, καὶ ἐφάνη φῶς
μέγα ἐν τῷ σπηλαίῳ ὥστε

39 1

τοὺς ὀφθαλμοὺς μὴ φέρειν. Καὶ
πρὸς ὀλίγον τὸ φῶς ἐκεῖνο ὑπε-
στέλλετο, ἕως ἐφάνη βρέφος·
καὶ ἦλθεν καὶ ἔλαβε μασθὸν ἐκ τῆς

39 5

μητρὸς αὐτοῦ Μαρίας. Καὶ ἀνεβόη-
σεν ἡ μαῖα <καὶ εἶπεν>·

39 6a

«Ὡς μεγάλη <μοι> ἡ σήμε-

39 7

ρον ἡμέρα, ὅτι εἶδον τὸ καινὸν
θέαμα τοῦτο.» Καὶ ἐξῆλθεν ἐκ τοῦ
σπηλαίου ἡ μαῖα, καὶ ἠπήντησεν

39 10

αὐτῇ Σαλώμη, καὶ εἶπεν αὐτῇ·
«Σαλώμη Σαλώμη, καινόν σοι
θέαμα ἔχω ἐξηγήσασθαι· παρ-
θένος ἐγέννησεν, ἃ οὐ χωρεῖ ἡ
φύσις αὐτῆς.» Καὶ εἶπεν Σαλώμη·

39 15

«Ζῇ Κύριος ὁ Θεός μου· ἐὰν μὴ βάλω
τὸν δάκτυλόν μου <καὶ> ἐραυνήσω

 

 

 

Textus Z

40 1

τὴν φύσιν αὐτῆς, οὐ μὴ πιστεύ-
σω <ὅτι> ἡ παρθένος ἐγέννησεν.»
Καὶ εἰσῆλθεν καὶ ἐσχημάτισεν
αὐτήν, καὶ ἠραύνησε ἡ Σαλώμη

40 5

τὴν φύσιν αὐτῆς. Καὶ ἀνηλ<ά>λαξεν
Σαλώμη ὅτι ἐξεπείρασεν Θεὸν
ζῶντα· «Καὶ ἰδοὺ ἡ χείρ μου πυ-
ρὶ ἀποπίπτει ἀπ’ ἐμοῦ.» Καὶ προσ-
ηύξατο πρὸς Κύριον, καὶ ἰάθη ἡ μαῖ-

40 10

α ἐν τῇ ὥρᾳ ἐκείνῃ. Καὶ ἰδοὺ ἄγ-
γελος Κυρίου ἔστη πρὸς Σαλώμην
λέγων· «Εἰσηκούσθη ἡ δέη-
σίς σου ἐνώπιον Κυρίου τοῦ Θεοῦ. Προσ-
ελθοῦσα ἅψαι τοῦ παιδίου καὶ αὐ-

40 15

τὸς ἔσται σοι ἡ σωτηρία.» Καὶ

41 1

ἐποίησεν οὕτω καὶ ἰάθη Σαλώμη
καθὼς προσεκύνησεν, καὶ ἐξῆλ-
θεν ἐκ τοῦ σπηλαίου. Ἰδοὺ ἄγγελος
Κυρίου ἐν φωνῇ λέγων·

 

 

 

Textus omnibus testibus communis

41 4

«Σαλώμη
Σαλώμη, <μὴ> ἀναγγείλῃς ὅσα εἶδες πα-
ράδοξα ἕως ἔρθῃ ὁ παῖς εἰς Ἱε-
ροσάλημα.» Καὶ ἰδοὺ Ἰωσὴφ ἡτοι-
μάσθη τοῦ ἐξελθεῖν ἐν τῇ Ἰου-
δαίᾳ, καὶ θόρυβος ἐγένετο μέγας

41 10

ἐν Βηθλὲμ τῆς Ἰουδαίας. Ἤλθω-
σαν γὰρ μάγοι λέγοντες· «Ποῦ ἐστιν
ὁ βασιλεὺς τῶν Ἰουδαίων; Εἴδομεν
γὰρ τὸν ἀστέρα αὐτοῦ ἐν τῇ ἀνα-
τολῇ καὶ ἤλθαμεν προσκυνῆσαι

41 15

αὐτῷ.» Καὶ ἀκούσας ὁ Ἡρώδης ἐτα-

 

 

 

Textus Z

42 1

ράχθη καὶ ἔπεμψεν ὑπηρέτας
καὶ μετεπέμψατο αὐτοὺς καὶ διε-
σάφησαν αὐτῷ περὶ τοῦ ἀστέρος.
Καὶ ἰδοὺ εἶδον ἀστέρας ἐν τῇ ἀνα-

42 5

τολῇ καὶ προῆγαν αὐτοὺς ἕως εἰ-
σῆλθαν ἐν τῷ σπηλαίῳ καὶ ἔστη
ἐπὶ τὴν κεφαλὴν τοῦ παιδίου.

 

 

 

Textus omnibus testibus communis

42 7

Καὶ
ἰδόντες <αὐτὸν> οἱ μάγοι ἑστῶτα μετὰ
τῆς μητρὸς αὐτοῦ Μαρίας, ἐξέ-

42 10

βαλον ἀπὸ τῆς πήρας αὐτῶν
δῶρα χρυσὸν καὶ λίβανον καὶ
σμύρναν. Καὶ χρηματισθέντες
ὑπὸ τοῦ ἀγγέλου <μὴ εἰσελθεῖν

42 13a

εἰς τὴν Ἰουδαίαν>, διὰ ἄλλης ὁ-

42 14

δοῦ ἀνεχώρησαν εἰς τὴν χώραν
<αὐτῶν>.   ΧΧΙΙ. Τότε Ἡρώδης ἰδὼν ὅτι
ἐνεπαίχθη ὑπὸ τῶν μάγων

43 1

ὀργισθεὶς ἔπεμψεν αὐτοῦ τοὺς
φονευτὰς λέγων αὐτοῖς ἀνε-
λεῖν πάντα τὰ βρέφη ἀπὸ διε-
τίας καὶ κάτω.   2. Καὶ ἀκούσασα ἡ Μα-

43 5

ρία ὅτι τὰ βρέφη ἀναιρεῖται, φοβηθεῖσα
ἔλαβεν τὸν παῖδα καὶ ἐσπαργά-
νωσεν αὐτὸν καὶ ἔβαλεν ἐν πά-
θνῃ βοῶν.   3. Ἡ δὲ Ἐλισάβεδ ἀκού-
σασα ὅτι Ἰωάνης ζητεῖται, λαβο-

43 10

μένη αὐτὸν ἀνέβη ἐν τῇ ὀρει-
νῇ· καὶ περιεβλέπετο ποῦ αὐτὸν
ἀποκρύψῃ, καὶ οὐκ ἔνι τόπος ἀπό-
κρυφος. Τότε στενάξασα Ἐλι-
σάβεδ λέγει· «Ὄρος Θεοῦ, δέξαι με

43 15

μητέρα μετὰ τέκνου.» Οὐ γὰρ
ἐδύνατο ἡ Ἐλισάβεδ ἀναβῆ-

44 1

[ἀναβη]ναι διὰ τὴν δειλίαν.
Καὶ παραχρῆμα ἐδιχάσθη
τὸ ὄρος καὶ ἐδέξατο αὐτήν.
Καὶ ἦν τὸ ὄρος ἐκεῖνο διαφαῖ-

44 5

νον αὐτῇ φῶς· ἄγγελος γὰρ
Κυρίου ἦν μετ’ αὐτῶν [ὁ] διαφυ-
λάσσων αὐτούς.   ΧΧΙΙΙ. Ὁ δὲ Ἡρώ-
δης ἐζήτει τὸν Ἰωάννην,
καὶ ἀπέστειλεν ὑπηρέτας

44 10

ἐν τῷ θυσιαστηρίῳ πρὸς
Ζαχαρίαν λέγων αὐτῷ·
«Ποῦ ἀπέκρυψας τὸν υἱόν
σου;» Ὁ δὲ ἀπεκρίνατο λέγων
αὐτοῖς· «Ἐγὼ λειτουργὸς ὑπάρ-

44 15

χω Θεοῦ καὶ προσεδρεύω

45 1

τῷ ναῷ αὐτοῦ. Τί γινώσκω
ποῦ ἐστιν ὁ υἱός μου;»   2. Καὶ ἀπήλ-
θωσαν οἱ ὑπηρέται αὐτοῦ καὶ
ἀ[ν]ήγγειλαν αὐτῷ πάντα ταῦ-

45 5

τα. Καὶ ὀργισθ[εὶς] ὁ Ἡρώδης εἶπεν
[ταῦτα]· «Ὁ υἱὸς αὐτοῦ μέλλει βασι-
λεύειν τοῦ Ἰσραήλ;» Καὶ ἔπεμψεν
πάλιν τοὺς ὑπηρέτας λέγων
αὐτῷ· «Εἶπόν μοι τὰ ἀληθῆ·

45 10

ποῦ ἐστιν ὁ υἱός σου; Οἶδας ὅ-
τι τὸ αἷμά σου ὑπὸ τὴν χεῖράν μού
ἐστιν;» Καὶ ἀπήλθοσαν οἱ ὑπη-
ρέται καὶ ἀνήγγειλαν αὐτῷ
ταῦτα.   3. Καὶ ἀποκριθεὶς εἶπεν·

45 15

«Μάρτυς εἰμὶ τοῦ Θεοῦ. Ἔχε μου
τὸ αἷμα. Τὸ δὲ πνεῦμά μου ὁ Δεσ-

46 1

πότης [μου] δέξεται, ὅτι ἀθῷον
αἷμα ἐκχύνεις εἰς τὰ πρόθυρα
τοῦ ναοῦ Κυρίου.» Καὶ περὶ τὸ διάφαυ-
μα ἐφονεύθη Ζαχχαρίας,

46 5

καὶ οὐκ ᾔδεισαν οἱ υἱοὶ Ἰσραὴλ πῶς
ἐφονεύθη.   XXIV. Ἀλλὰ τὴν ὥραν
τοῦ ἀσπασμοῦ ἀπήλθασιν
οἱ ἱερεῖς, καὶ οὐκ ἠπήντησεν
αὐτοῖς κατὰ τὸ ἔθος [τ]ἡ εὐλογί-

46 10

α τοῦ Ζαχαρίου. Καὶ ἔστησαν
οἱ ἱερεῖς προσδοκῶντες τὸν
Ζαχαρίαν τοῦ ἀσπάσασ-
θαι αὐτὸν ἐν εὐχῇ καὶ δοξά-
σαι τὸν <Ὕ>ψιστον Θεόν.   2. Χρονί-

46 15

σαντος δὲ αὐτοῦ ἐφοβήθη-

47 1

σαν πάντες. Τολμήσας δέ
τις ἐξ αὐτῶν εἰσῆλθεν εἰς τὸ
ἁγίασμα καὶ εἶδεν παρὰ τὸ θυ-
σιαστήριον Κυρίου αἷμα πεπηγὸς

47 5

καὶ φωνὴν λέγουσαν· «Ζαχ-
χαρίας ἐφόνευται, καὶ οὐκ ἐξα-
λειφθήσεται τὸ αἷμα αὐτοῦ ἕως
ἔλθῃ <ὁ> ἔκδικος.» Καὶ ἀκούσας τῶν
λόγων τούτων ἐφοβήθη

47 10

καὶ ἐξῆλθεν καὶ ἀνήγγειλεν
τοῖς ἱερεῦσιν ἃ εἶδεν καὶ ἤκου-

47 11a

σ[ε]ν.   3. <Καὶ τολμήσαντες εἰσῆλ-

47 12

θαν> καὶ εἶδαν τὸ γεγονός. <Καὶ> τὰ πα-
θνώματα τοῦ ναοῦ ὠλόλυξαν,
καὶ αὐτοὶ περιεσχίσαντο ἐπά-

47 15

νωθεν ἕως κάτω. Καὶ τὸ πτῶ-

48 1

[πτω]μα αὐτοῦ οὐχ εὕρωσαν,
ἀλλ’ εὗρον τὸ [αἷ]μα αὐ-
τοῦ λίθον γεγενημένον.
Καὶ φοβηθέντες ἐξῆλθαν καὶ

48 5

[καὶ] ἀ[ν]ήγγειλαν ὅτι Ζαχαρίας
πεφόνευται. Καὶ ἤ<κου>σαν πᾶσαι αἱ φυ-
λαὶ τοῦ λαοῦ καὶ ἐπένθησαν αὐτὸν καὶ
ἐκόψαν<το> [αὐτὸν] τρεῖς ἡμέρας
καὶ τρεῖς νύκτας.   4. Μετὰ δὲ τὰς

48 10

τρεῖς ἡμέρας ἐβουλεύσαντο οἱ
ἱερεῖς τίνα ἀναστήσουσιν εἰς
τὸν τόπον τοῦ Ζαχαρίου. Καὶ ἀ-
νέβη ὁ κλῆρος ἐπὶ Συμεών· οὗ-
τος γὰρ ἦν ὁ χρηματισθεὶς

48 15

ὑπὸ τοῦ ἁγίου Πνεύματος μὴ
ἰδεῖν θάνατον ἕως ἂν τὸν

49 1

Χριστὸν ἐν σαρκὶ ἴδῃ.   XXV. Ἐγὼ δὲ Ἰά-
κωβος ὁ γράψας τὴν ἱστορίαν
ταύτην ἐν Ἱεροσολύμοις, θορύ-
βου γεναμένου ὅτε ἐτελεύ-

49 5

τησεν Ἡρώδης, συνέστελλ[ο]ν
ἑαυτὸν ἐν τῇ ἐρήμῳ ἕως
παύσηται ὁ θόρυβος Ἰερουσα-
λήμ. Δοξάσω δὲ τὸν Δεσπό-
την τὸν δόντα μοι τὴν σο-

49 10

φίαν τοῦ γράψαι τὴν ἱστορί-
αν ταύτην. 2. Καὶ ἔσται ἡ χάρις
μετὰ πάντων τῶν φοβουμένων

49 12a

τὸν Κύριον. Ἀμήν.

49 13

            <Γένεσις Μαρίας
            Ἀποκάλυψις

49 15

            Ἰακώβ>
Εἰρήνη τῷ γράψαντι καὶ τῷ
ἀναγινώσκοντι.