Epiphanius. De xii gemmis

Epiphanis

De xii gemmis

(ed. C. É. Ruelle, post. R. Khazarzar)

Les lapidaires de l’antiquité et du Moyen Age, vol. 2.1.
Paris: Leroux, 1898, pp. 193–199.

 

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΕΠΙΦΑΝΙΟΥ
Ἐπισκόπου Κύπρου πρὸς Διόδωρον ἐπίσκοπον Τύρου
περὶ τῶν ιβ´ λίθων τῶν
ὄντων ἐν τοῖς στολισμοῖς τοῦ Ἀαρὼν βιβλίον

<ΠΡΟΛΟΓΟΣ>

Αἴτησας παρ’ ἐμοῦ, τιμιώτατε Διόδωρε, περὶ τῶν ἐν τῷ λογείῳ τῆς ἐπωμίδος τοῦ ἱερέως ἐπὶ τοῦ στήθους Ἀαρὼν προστεταγμένων τότε ἐμπεπορπῆσθαι λίθων, τάς τε ὀνομασίας, τάς τε χρόας, εἴτ’ οὖν ἰδέας τούς τε τόπους καὶ τὰς εἰς θεοσέβειαν φορούσας τῶν αὐτῶν λίθων θεωρίας, καὶ ἕκαστος λίθος ὑπὲρ ποίας φυλῆς ἐτέτακτο, πόθεν τε εὕρηται καὶ ποίας πατρίδος ...

Τετραχῇ δὲ διαιρεῖται τὸ λογεῖον καὶ αὐτὸ τετράγωνον σπιθαμῆς τὸ μῆκος, καὶ εὖρος ὁμοίως. Τοῦ μὲν πρώτου στίχου πρῶτος λίθος σάρδιον, εἶτα τοπάζιον, εἶτα σμάραγδος.

Τοῦ δὲ δευτέρου στίχου πρῶτος λίθος ἄνθραξ, εἶτα σάπφειρος, εἶτα ἴασπις.

Τοῦ τρίτου στίχου πρῶτος λίθος λυγκούριον, εἶτα ἀχάτης, εἶτα ἀμέθυστος.

Τοῦ τετάρτου στίχου πρῶτος <λίθος> χρυσόλιθος, εἶτα βηρύλλιον, εἶτα ὀνύχιον.

Καὶ οὗτοι μέν εἰσιν οἱ ιβ´ οἱ ἐν τῇ ἐπωμίδι τοῦ ἱερέως ἐξηρτημένοι, ὧν καὶ <αἱ> διαφοραὶ καὶ οἱ τόποι οὗτοι.

 

I

1. Πρῶτος λίθος <σάρδιος> ὁ Βαβυλώνιος οὕτω καλούμενος· ἔστι δὲ πυρωπὸς τῷ εἴδει καὶ αἱματοειδής, σαρδίῳ τῷ ἰχθύι τεταριχευμένῳ ἐοικώς· διὸ καὶ σαρδίος λέγεται ἀπὸ τοῦ εἴδους λαβὼν τὸ ἐπώνυμον. Ἐν Βαβυλῶνι δὲ τῇ πρὸς Ἀσσυρίαν γίνεται. Ἔστι δὲ διαυγὴς ὁ λίθος· δυνάμεως δέ ἐστι θεραπευτικῆς, ᾧ κέχρηνται οἱ ἰατροὶ πρὸς οἰδήματα καὶ ἄλλας πληγὰς ὑπὸ σιδήρου γιγνομένας. Ἔστι δὲ καὶ ἄλλος σαρδόνυξ ὃς καλεῖται <μολοχάς·> μαλακτικὸς δέ ἐστι στεατωμάτων, τῆς δὲ αὐτῆς ἰδέας τυγχάνει ὑποχλωρίζων, ἐμβριθέστατος δὲ μᾶλλον παρὰ τὴν ἀρχὴν τοῦ ἔαρος, ὅτε ἡ ἀρχὴ τῶν Παθῶν.

2. Λίθος <τοπάζιον,> ἐρυθρὸς τῷ εἴδει ὑπὲρ τὸν ἄνθρακα· γίνεται δὲ ἐν Τοπάζῃ, πόλει τῆς Ἰνδίας, ὑπὸ τῶν ἐκεῖσέ ποτε λίθους λατομούντων, ἐν καρδίᾳ ἑτέρου λίθου ὃν οἱ λατομοῦντες θεασάμενοι φαιδρόν, καὶ ὑποδείξαντες ἀλάβαστρόν τισιν ἀπέδοντο ὀλίγου τιμήματος. Θηβαῖοι δὲ προσήνεγκαν τῇ κατ’ ἐκεῖνον καιρὸν βασιλίσσῃ· ἡ δὲ λαβοῦσα ἐν τῷ αὑτῆς διαδήματι μέσον τοῦ μετώπου περιέθετο. Ἔχει δὲ ὁ λίθος δοκιμὴν τοιάνδε· τριβόμενος ἐν ἰατρικῇ ἀκόνῃ οὐκ ἐρυθρὸν ἀποδίδωσι κατὰ τὸ χρῶμα τὸν χυλόν, ἀλλὰ γαλακτώδη· ἐμπίπλησι δὲ κρατῆρας ὅσους ἂν θέλῃ ὁ ἀποτρίβων, καὶ τοῦ προτέρου σταθμοῦ οὐκ ἐλαττοῦται οὐδ’ ὅλως. Χρησιμεύει δὲ καὶ ὁ ἐξ αὐτοῦ [οὗτος] χυλὸς πρὸς πάθος ὀφθαλμῶν· καὶ πινόμενος δὲ ἀντιπαθεῖ πρὸς ὕδρωπας καὶ τοῖς ἀπὸ σταφυλῆς θαλασσίας μαραινομένοις.

3. Λίθος <σμάραγδος.> Οὗτος καλεῖται καὶ πράσινος· ἔστι δὲ καὶ χλωρὸς τῷ εἴδει, καὶ διαφορά τις ἐν αὐτοῖς· τινὲς μὲν γὰρ αὐτοὺς <νερωνιανοὺς> καλοῦσιν, ἄλλοι δὲ <δομετιανούς.> Καὶ ὁ μὲν νερωνιανὸς πικρός ἐστι, τῷ εἴδει σφόδρα χλωρίζων, διειδὴς δὲ καὶ στίλβων. Καλεῖσθαι δὲ νερωνιανὸν εἴτ’ οὖν δομετιανὸν διὰ τοιαύτην αἰτίαν, ὅτι φασὶν ἔλαιον Νέρωνα εἴτε Δομετιανὸν ἐν σκεύεσι βαλεῖν ἱκανοῖς, καὶ ἐκ τοῦ ἰοῦ τῷ χρόνῳ χλωραίνεσθαι τὸ ἔλαιον, καὶ ἐκ τούτου τὴν πέτραν ποτιζομένην περισσοτέρως ἐξανθεῖν τῇ χροιᾷ. Ἄλλοι δέ φασι Νέρωνά τινα τεχνίτην τῶν παλαιῶν πιναροποιῶν, εἴτ’ οὖν λιθουργῶν ἐφευρεῖν τὸ ἀναγκαιότατον τοῦ σμαράγδου, καὶ ἐκ τούτου νερωνιανὸν καλεῖσθαι, οἱ δὲ δομετιανόν. Ἀλλὰ καὶ ἄλλοι εἰσὶ σμάραγδοι, ὁ μὲν πρῶτος ἐν τῇ Ἰουδαίᾳ πάνυ ἐοικὼς τῷ νερωνιανῷ, ὁ δὲ ἕτερος ἐν τῇ Αἰθιοπείᾳ, ὃν καὶ ἐν τῷ Φεισσῶνι ποταμῷ λέγεται γεγενῆσθαι. Φεισσὼν δέ ἐστιν ὁ παρὰ τοῖς Ἕλλησιν Ἰνδὸς καλούμενος, παρὰ τοῖς βαρβάροις δὲ Γάγγης. Λέγουσι δὲ καὶ τὸν ἄνθρακα ἐν αὐτῷ γίνεσθαι· ἐκεῖ γάρ, φησὶν <ὁ Μωϋσῆς>, ὁ ἄνθραξ καὶ ὁ λίθος ὁ πράσινος. Ἡ δὲ δύναμις, φασί, τοῦ λίθου, δηλαδὴ τοῦ σμαράγδου πρὸς τὸ ἐνοπτρίζεσθαι πρόσωπον. Λέγεται δὲ καὶ παρὰ τοῖς μυθοποιοῖς προγνωστικὸς εἶναι.

4. Λίθος <ἄνθραξ.> Οὗτος εἶδος ὀξὺ φοινίσσον ἔχει. Γίνεται δὲ ἐν Καρχηδόνι τῆς Λιβύης, ἥτις Ἀφρικὴ καλεῖται. Ἕτεροι δέ φασι τὸν λίθον τοῦτον οὕτως εὑρίσκεσθαι, οὐκ ἐν ἡμέρᾳ κατοπτευόμενον, ἀλλὰ κατὰ τὴν νύκτα πόρρωθεν δίκην λαμπάδος, ἢ ἄνθρακος σπινθηρίζοντος, καὶ ὡς μακρόθεν φαίνοντος, κἀκ τούτου ἐπιγινώσκοντες οἱ τοῦτον ἀνερευνῶντες ῥαδίως εὑρίσκουσιν αὐτόν· βασταζόμενον δὲ ἀδύνατον διαλαθεῖν, ὁποίοις γὰρ ἂν ἱματίοις κατακρυβῇ ἡ ἀνταύγεια αὐτοῦ ἔξωθεν τῆς περιβολῆς φαίνεται, ὅθεν καὶ ἄνθραξ κέκληται. Ὀλίγον δὲ ὁ κεραύνιος λίθος παραπλήσιος τούτῳ, ὅτι καὶ ἐκ τοῦ αὐτοῦ τόπου εὑρίσκεται.

5. Λίθος <σάπφειρος> πορφυρίζων, ὡς βλάττης πορφύρας τῆς μελαίνης τὸ εἶδος. Πολλὰ δὲ γένη τούτου ὑπάρχουσιν· ἔστι γὰρ ὁ βασιλικός, χρυσοστιγής· οὐ πάνυ δὲ οὗτος θαυμαζόμενος ὡς ὁ διόλου πορφυρίζων. Καὶ οὗτος δὲ λέγεται εἶναι ἐν τῇ Ἰνδίᾳ καὶ Αἰθιοπείᾳ. Διὸ τὸ τέμενος παρὰ Ἰνδοῖς φασιν εἶναι τοῦ Διονύσου τξε´ ἀναβαθμοὺς ἔχον ἐκ σαπφείρου λίθου, εἰ καὶ τοῖς πολλοῖς ὑπάρχει ἄπιστον. Ἔστι δὲ θαυμαστὸς ὁ λίθος καὶ εὐειδέστατος καὶ χαριέστατος. Διὸ καὶ ἐν τοῖς χλιδῶσι καὶ ὁρμίσκοις κατατιθέασι τοῦτον, μάλιστα οἱ βασιλεῖς. Ἀλεξίπονος δέ ἐστι· τριβόμενος γὰρ καὶ ψυδράκων καὶ φυμάτων γινομένας πληγὰς σὺν γάλακτι ἰᾶται χριόμενος τοῖς ἡλκωμένοις τόποις. Γέγραπται δὲ καὶ ἐν τῷ Νόμῳ τὴν τῷ Μωϋσεῖ ὀφθεῖσαν ὀπτασίαν ἐν τῷ ὄρει, καὶ δοθεῖσαν νομοθεσίαν ἐπὶ λίθου σαπφείρου πεφυκέναι λέγεται.

6. Λίθος <ἴασπις.> Οὗτός ἐστι τῷ εἴδει σμαραγδίζων· παρὰ δὲ τὰ χείλη τοῦ Θερμόδωντος ποταμοῦ εὑρίσκεται, καὶ περὶ Ἀμαθοῦντα τὴν ἐν Κύπρῳ. Ἀλλ’ ἔστι γένος πολὺ καλούμενον ἀμαθούσιον· τὸ εἶδος τοιόνδε ἐστὶ τοῦ λίθου, κατὰ τὴν σμάραγδόν ἐστι χλωρίζουσα, ἀλλὰ ἀμβλυτέρα καὶ ἀμαυροτέρα· καὶ ἔνδοθεν χλωρὸν ἔχει τὸ σῶμα, ἐοικυῖα ἰῷ χαλκοῦ ἔχοντι φλέβας τετραστίχους. Ὡς δὲ τοῦτο ἠκούσαμεν εἶναι φαντασίας, ὡς οἱ μυθολόγοι λέγουσιν. Ἄλλη δέ ἐστι γλαυκοτέρα θαλάσσης, βαθυτέρα τῷ ἄνθει καὶ τῇ βαφῇ· ἄλλη δὲ ἐν τοῖς σπηλαίοις, ἐν τῷ ὄρει τῆς Ἴδης ἐν τῇ Φρυγίᾳ, ὁμοιάζουσα τῇ ἀπὸ τοῦ αἵματος κόχλου, διαυγεστέρα μᾶλλον, ὥσπερ οἴνῳ ὁμοιάζουσα ἢ ἀμεθύστου ξανθοτέρα· οὐ γάρ ἐστι μιᾶς χροιᾶς οὐδὲ τῆς αὐτῆς δυνάμεως· ἀλλ’ ἡ μέν ἐστι χαυνοτέρα καὶ λευκοτέρα, οὔτε πάνυ στίλβουσα, οὔτε πάλιν ἀποδέουσα. Ἄλλη δὲ κρυστάλλου ὕδατι ὁμοία· λέγεται δὲ ὑπὸ μυθοποιῶν ἄκος εἶναι φαντασιῶν. Εὑρέθη δὲ παρὰ Ἴβηρσι καὶ ποιμέσιν Ὑρκανῶν τοῖς κατὰ τὴν Κασπίαν γῆν. Ἄλλη δὲ ἴασπις οὐ πάνυ λάμπουσα, χλωρά, ἥτις ἔχει γραμμὰς μέσας. Καὶ ἄλλος ἴασπις ὁ παλαιὸς καλούμενος ὅμοιος ἢ χιόνι ἢ ἀφρῷ θαλάσσης. Τοῦτόν φασιν οἱ μυθοποιοὶ τοὺς θῆρας ἐν ἀγρῷ φοβεῖσθαι, καὶ τὰ φάσματα.

7. Λίθος <λιγύριον.> Τούτου δὲ τὴν εὕρεσιν οὐδαμῶς ἔγνωμεν, οὔτε παρὰ φυσιολόγοις, οὔτε παρά τισιν ἀρχαίοις τοῖς περὶ τούτων μεμεριμνηκόσιν. Εὕρομεν δὲ λαγκούριον οὕτω καλούμενον λίθον, ὅν τινες τῇ τρανῇ διαλέκτῳ λαγούριον καλοῦσι· καὶ τάχα τοῦτο οἶμαι τὸ λιγύριον, ἐπειδὴ αἱ θεῖαι γραφαὶ τὰ ὀνόματα ἑτέρως μετεποιήσαντο, ὡς τὸν σμάραγδον πράσινον, καὶ ὅτι πως ἐν τῇ τῶν λίθων τούτων ὀνομασίᾳ οὐκ ἐμνήσθησαν καὶ ὑακίνθου, καίτοι γε προόπτου καὶ ἐντίμου ὄντος λίθου· ὥστε εἰς νοῦν ἡμᾶς λαβεῖν μήποτε τὸ λιγύριον τοῦτο καλεῖ ἡ θεία γραφή. Ὑάκινθος οὖν τὰς μὲν ἰδέας ἔχει διαφόρους· ὅσῳ γὰρ εὑρίσκεται ὁ λίθος βαθύτερος τῇ χροιᾷ, τοσοῦτον ἀναγκαιότερός ἐστι τῶν ἄλλων. Ἔοικε δὲ ὑάκινθος τῇ ἐρέᾳ ἢ ὑποπορφυρίζων ποσῶς. Διὸ καὶ ἡ θεία γραφὴ ἐξ ὑακίνθου καὶ πορφύρας τὰ ἱερατικὰ ἐνδύματα κεκοσμῆσθαί φησι. Καὶ ὁ μὲν πρῶτος λίθος καλεῖται <θαλασσίτης,> ὁ δὲ δεύτερος <ῥοδινός,> ὁ τρίτος <νάτιβος·> ὁ τέταρτος λέγεται <χαννιαῖος,> ὁ δὲ πέμπτος <περιλεύκιος.> Εὑρίσκονται δὲ οὗτοι ἐν τῇ ἐσωτέρᾳ βαρβαρίᾳ τῆς Σκυθίας. Οὗτοι δὲ οἱ λίθοι μετὰ τοῦ εἶναι πολύτιμοι ἔχουσι καὶ ἐνέργειαν τοιαύτην· βαλλόμενοι εἰς ἄνθρακας πυρὸς αὐτὰ μὲν οὐ βλάπτονται, τοὺς δὲ ἄνθρακας σβεννύουσιν· οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ εἰ λαβών τις τὸν λίθον ἐνειλίσσῃ ὀθόνῃ καὶ ἐπιθῇ ἐπ’ ἄνθρακας πυρός, οὐδ’ αὐτὴ ἡ καλύπτουσα ὀθόνη φλογίζεται, ἀλλὰ μένει ἀσινής. Λέγεται δὲ ὁ λίθος ταῖς τικτούσαις γυναιξὶν εἰς εὐτεκνίαν χρησιμεύειν· ἔστι δὲ καὶ φασμάτων ἀπελαστικός.

8. Λίθος <ἀχάτης.> Οὗτος ὑπελήφθη εἶναι περίλευκος καλούμενος, ὃς ὑπὸ τὸν ὑάκινθον εὑρίσκεται· θαυμαστὸς δέ ἐστι, τῷ εἴδει ὑποκυανίζων, ἔξωθεν περιφέρειαν λευκὴν ἔχων, μαρμάρου τρόπον ἢ ἐλεφαντίνου. Καὶ οὗτος δὲ περὶ τὴν Σκυθίαν εὑρίσκεται. Ἔστι δὲ ἐκ τούτων τῶν λίθων ἀχάτης χρῶμα ἔχων λέοντος. Τριβόμενος δὲ μεθ’ ὕδατος καὶ χριόμενος ἐπὶ δήγματος θηρίου ἀποτρέπει ἰὸν σκορπίου καὶ ἐχιδνῶν καὶ τῶν τοιούτων.

9. Λίθος <ἀμέθυστος.> Οὗτος κατὰ τὴν αὐτοῦ περιφέρειαν φλογίζων ἐστὶ βαθέως· ἡ δὲ αὐτή ἐστι λευκοτέρα ἐκ τοῦ μέσου, οἰνωπὸν ἀποπέμπουσα εἶδος. Ἡ δὲ μορφὴ αὐτοῦ διάφορος· τάχα δὲ καὶ αὐτὸς ἐν τοῖς ὄρεσι γίνεται τῆς Λιβύης· ὁ μὲν γὰρ αὐτῶν ἐστιν ὑακίνθῳ καθαρῷ παραπλήσιος, ὁ δὲ ἀμφικόχλῳ. Γίνεται ἐν ταῖς ὄχθαις τῆς θαλάσσης τῆς αὐτῆς Λιβύης.

10. Λίθος <χρυσόλιθος.> Τοῦτόν τινες χρυσόφυλλον κεκλήκασι. Χρυσίζων μέν ἐστιν· εὑρίσκεται δὲ ἐν τῷ φρέατι διπέτρῳ παρὰ τὸ τεῖχος τῆς Ἀχαιμενίτιδος Βαβυλῶνος· τὴν γὰρ Βαβυλῶνα καὶ τὸ φρέαρ ἐκεῖνο Ἀχαιμενίτιδα καλοῦσιν, ὅτι, φασίν, ὁ πατὴρ Κύρου τοῦ βασιλέως Ἀχιμενεὺς ἐκαλεῖτο. Ἔστι δὲ καὶ χρυσόπαστος. Οὗτος στομαχικοῖς καὶ κοιλιακοῖς τριβόμενος καὶ πινόμενος ἰαματικὸς ὑπάρχει.

11. Λίθος <βηρύλλιον> γλαυκίζων μέν ἐστι, θαλασσοβαφής, ἔχων εἶδος καὶ τῆς ὑδαρεστέρας ὑακίνθου. Γίνεται δὲ περὶ τὸ τέρμα τοῦ ὄρους τοῦ καλουμένου Ταύρου. Εἰ δέ τις θελήσει κατ’ ἀντικρὺ τοῦ ἡλίου τοῦτον ἀνακλάσαι, φαίνεται ὡς ὕελος κέγχρους ἔχων ἔνδοθεν διαυγεῖς. Ἄλλη δέ τις βήρυλλος ταῖς κόραις τῶν ὀφθαλμῶν τοῦ δράκοντός ἐστι παραπλησία. Ἔστι δὲ καὶ ἄλλη πάλιν ὁμοία κηρῷ· ἐφάνη δὲ αὕτη περὶ τὴν ἔξοδον τοῦ Εὐφράτου ποταμοῦ.

12. Λίθος τὸ <ὀνύχιον.> Οὗτος ὁ λίθος ξανθὴν πάνυ ἔχει τὴν χροιάν. Τέρπεσθαι δὲ τῷ λίθῳ τούτῳ φασὶ τὰς νύμφας τῶν βασιλέων ἢ καὶ πλουσίων ἀνδρῶν, αἵ τινες καὶ εἰς ἐκπώματα ἴδια ἀνατρεψάσασαι ἔχουσι τὸν λίθον τοῦτον. Εἰσὶ δὲ καὶ ἄλλοι ὀνυχίται ὁμωνύμως καλούμενοι, οἵ τινες κηρῷ τῷ μελιχρόῳ εἰσὶ παραπλήσιοι· τινὲς δέ φασιν αὐτοὺς ἐξ ὕδατος στακτοῦ πεπῆχθαι. Ὀνυχίτας δὲ αὐτοὺς λέγουσι φυσιολογικῶς, ἐπεὶ ὁ ὄνυξ τῶν ἀστείων ἀνδρῶν μαρμάρῳ ἐστὶ συνιδιαζόμενος σὺν τῇ τοῦ αἵματος ἰδέᾳ· ἄλλοι δέ που καὶ τὸν λίθον τὸν μαρμάρινον ἀπὸ τοῦ Δοκιμίου ψευδωνύμως ὀνυχίτην καλοῦσι διὰ τὸ καθαρὸν τῆς λευκότητος.

 

II

ΠΕΡΙ ΤΟΥ ΑΔΑΜΑΝΤΟΣ ΛΙΘΟΥ

Ὃν καὶ αὐτὸν ἐφόρει ὁ ἀρχιερεὺς τρὶς ἐνιαυτοῦ εἰσερχόμενος εἰς τὰ ἅγια τῶν ἁγίων.

 

Ὁ λίθος ὁ <ἀδάμας> ἐμφερής ἐστι κατὰ τὴν χροιὰν τῷ ἀέρι· τοῦτον δὲ ἐφόρει ὁ ἀρχιερεὺς ὅτε εἰσήρχετο εἰς τὰ ἅγια τῶν ἁγίων· τρὶς δὲ τοῦ ἐνιαυτοῦ εἰσήρχετο, τῇ ἑορτῇ τοῦ πάσχα, τῆς πεντεκοστῆς, καὶ τῆς σκηνοπηγίας. Ἦν δὲ κείμενος ἐπὶ τοῦ στήθους τοῦ ἀρχιερέως ὅτε ἐνεδιδύσκετο τὸν ποδήρη, καὶ ἐπάνω τοῦ ποδήρους ἐπενεδύετο τὴν ἐπωμίδα· κατέβαινε δὲ ἡ ἐπωμὶς ὀλίγον κατώτερον τοῦ στήθους· ἦν γὰρ σπιθαμῆς καὶ ἡμισείας τὸ μῆκος· ἐκ δεξιῶν δὲ καὶ ἐξ εὐωνύμων ἐπάνωθεν τῶν μαζῶν, ἔνθα δύο ἀσπιδίσκοι ἦσαν συνερραμμένοι ἀπῃώρηντο δύο σμάραγδοι. Εἰς μέσον δὲ τούτων ἦν ἡ δήλωσις, ὃς ἦν ὁ δηλωθεὶς ἀδάμας τὴν χροιὰν ἀερίζων. Ἐπάνω δὲ τῶν ὤμων οἱ δηλωθέντες δώδεκα λίθοι. Τρὶς δέ, ὡς εἴρηται, τοῦ ἐνιαυτοῦ ἐδηλοῦτο τῷ λαῷ διὰ τοῦ πετάλου. Καὶ εἰ ἐν ἁμαρτίᾳ εὑρέθησαν, καὶ μὴ ἐν ταῖς ἐντολαῖς ἃς ἐδεδώκει ὁ Θεός, ἐτρέπετο, φασίν, ἡ χροιὰ τοῦ λίθου καὶ ἐγένετο μέλας, καὶ ἐκ τούτου ἐγίνωσκον ὅτι θάνατον ἐξαπέστειλε Κύριος· ἡνίκα δὲ ἐν μαχαίραις αὐτοὺς ἔπεμπεν, ἐγένετο αἱμάτινος, ὡς ἐν τῷ Ἰερεμίᾳ φησίν. «Ἐξαπόστειλον τὸν λαὸν αὐτοῦ, καὶ ἐξελθέτωσαν ὅσοι εἰς θάνατον εἰς θάνατον, ὅσοι εἰς μάχαιραν εἰς μάχαιραν, καὶ ὅσοι εἰς λιμὸν εἰς λιμόν, καὶ ὅσοι εἰς αἰχμαλωσίαν εἰς αἰχμαλωσίαν.» Εἰ δὲ ἐγίνετο ὡσεὶ χιὼν λαμπρός, ἐγίνωσκεν ὁ λαὸς ὅτι οὐδαμοῦ ἁμαρτία, καὶ τότε ἑώρταζον, ὡς λέγει ὁ προφήτης. «Ἑόρταζε, Ἰούδα, τὰς ἑορτάς σου, ἀποδὸς τὰς εὐχάς σου». Περιεῖλε Κύριος τὰ ἀδικήματά σου· λελύτρωκέ σε ἐκ χειρὸς ἐχθρῶν σου· βασιλεύσει Κύριος ἐν μέσῳ σου· οὐκ ὄψῃ κακὰ οὐκέτι. Διὸ καὶ ἐπὶ Ζαχαρίου τοῦ πατρὸς Ἰωάννου ἐν τῇ ἐφημερίᾳ αὐτοῦ ἐν τῷ πάσχα, λαμπρὸς ἐγίνετο ὁ λίθος· τότε γὰρ ἀρχὴν ἔλαβε τοῦ ἱερατεύειν τὸν ἐνιαυτόν, καὶ τῷ ἐπιόντι ἕτερος ἀνελάμβανε τὸν ποδήρη· ὅτε καὶ βραδύνοντος τοῦ Ζαχαρίου εἰς τὰ ἅγια τῶν ἁγίων ἐν ἀγωνίᾳ ἦν ὁ λαός, μήποτε ἔσται ὁ λίθος αὐτοῖς ἐλεγμὸς ἁμαρτίας. Καὶ ἐξελθόντος αὐτοῦ, καὶ γνόντες ὅτι μεγάλης δόξης ὀπτασίαν ἑώρακεν, ἐχάρησαν σφόδρα. Ἰωάννης γὰρ ἦν μέλλων γεννᾶσθαι ὁ ἄγγελος τοῦ Χριστοῦ. Διὸ καὶ δεδοξαμένον τὸ πέταλον ἐφάνη.

Ἐπειδὴ δὲ κατὰ τὰς δώδεκα φυλὰς τοῦ Ἰσραὴλ οἱ δώδεκα λίθοι οὗτοι προσετάχθησαν ἐγκαταλεχθῆναι, ὡς εἶναι ἕνα λίθον πρὸς μίαν φυλὴν ἡρμοσμένον, ἐλευσόμεθα κατὰ τὴν προτέραν διαίρεσιν ἐπὶ τὴν ἀκολουθίαν τῶν γεγενημένων υἱῶν τοῦ Ἰακώβ· οὕτω γάρ ἐστιν ἁρμόδιον συντάττειν αὐτούς.

Παῖδες Λείας δ´. Ῥουβήν, σάρδιον· Συμεών, τοπάζιον· Λευί, σμάραγδος· Ἰούδας, ἄνθραξ.

Παῖδες Βαλλᾶς β´. Ἡ Βαλλὰ παιδίσκη ἦν τῆς Ῥαχήλ· καὶ ἐπεὶ οὐκ ἔτικτε, δίδωσι τῷ Ἰακὼβ αὐτὴν γυναῖκα πρὸς τὸ ποιῆσαι παῖδας· εἰσὶ δὲ οὗτοι Δάν, σάπφειρος· Νεφθαλείμ, ἴασπις.

Παῖδες Ζελφᾶς β´. Ἡ Ζελφὰ παιδίσκη ἦν τῆς Λείας· καὶ δίδωσι τῷ Ἰακὼβ <αὐτὴν> γυναῖκα πρὸς τὸ ποιῆσαι παῖδας· εἰσὶ δὲ οὗτοι· Γάδ, λιγύριον· Ἀσήρ, ἀχάτης.

Παῖδες Λείας β´, Ἰσάχαρ, ἀμέθυστος· Ζαβουλών, χρυσόλιθος.

Παῖδες Ῥαχὴλ β´, Ἰωσὴφ, βηρύλλιον· Βενιαμίν, ὀνύχιον.

Οὗτοί εἰσιν οἱ ἡρμοσμένοι δώδεκα λίθοι καθ’ ἑκάστην φυλὴν τοῦ Ἰσραήλ.

 

 

[Τοῦ ἁγίου Ἐπιφανίου περὶ τῶν ἐν τῷ λογίῳ
τοῦ ἱερέως ἐμπεπηγμένων ιβ´ λίθων]

Fragmenta ap. Anastasium Sinaïtam, Quaestiones et responsiones

 

MPG, vol. 89, pp. 588–589.

 

Σάρδιον, τὸ Βαβυλώνιον καλούμενον, πυρωπὸς μέν ἐστι καὶ αἱματώδης, γίνεται δὲ ἐν Βαβυλῶνι τῇ πρὸς Ἀσσυρίους γῇ. Διαυγὴς δέ ἐστι, δυνάμεως θεραπευτικῆς, ᾧ κέχρηνται οἱ ἰατροὶ πρὸς οἰδήματα καὶ πληγὰς ἀπὸ σιδήρου γενομένας ἀποχριόμενοι.

Τοπάζιον ἐρυθρὸς μέν ἐστιν ὑπὲρ τὸν ἄνθρακα λίθον, γίνεται δὲ ἐν Τοπάζῃ πόλει τῆς Ἰνδικῆς. Τριβόμενος δὲ ἐν ἰατρικῇ ἀκόνῃ, οὐκ ἐρυθρὸν ἀποδίδωσι κατὰ τὸ χρῶμα χυμὸν, ἀλλὰ γαλακτώδη. Ἐμπίπλησι δὲ κρατῆρας καὶ πολλοὺς, ὅσους ἂν ἐθέλῃ ὁ ὑποτρίβων, καὶ οὔτε τῷ στάθμῳ, οὔτε τῇ περιφερείᾳ ἐλαττοῦται. Χρησιμεύει δὲ (ὁ τριβόμενος) ἐξ αὐτοῦ χυμὸς εἰς πάθη ὀφθαλμῶν, καὶ πρὸς τὰς ὑδρομανίας πινόμενος, καὶ τοῖς ἀπὸ σταφυλῆς θαλασσίας μαινομένοις.

Σμάραγδος χλωρὸς μέν ἐστιν, ἐν δὲ τοῖς ὄρεσι τοῖς Ἰνδικοῖς ὀρύγοντες οἱ βάρβαροι, κόπτουσιν αὐτόν. Ἡ δὲ δύναμις αὐτοῦ, εἰς τὸ ἐσοπτρίζεσθαι τὰ πρόσωπα.

Ἄνθραξ ὀξυφοινισσὸς μέν ἐστι τῷ εἴδει, γίνεται δὲ ἐν Καρχηδόνι τῆς Λιβύας, ἥτις Ἀφρικὴ λέγεται. Φασὶ δὲ αὐτὸν οὐκ ἐν ἡμέρᾳ, ἀλλ’ ἐν νυκτὶ εὑρίσκεσθαι· πόῤῥωθεν γὰρ δίκης λαμπάδος ἢ ἄνθρακος σπινθηρακίζων, ἐπὶ ὥραν καταπαύεται. Ἐπιγνόντες δὲ οἱ τοῦτον ζητοῦντες, ὅτι οὗτός ἐστιν, ἀπέρχονται πρὸς τὴν αὐγὴν αὐτοῦ, καὶ εὑρίσκουσιν αὐτόν. Βασταζόμενος δὲ ὁποίοις ἂν ἱματίοις καταλυφθῇ, ἡ αὐγὴ αὐτοῦ ἔξω τῆς παρεμβολῆς φαίνει.

Σάπφειρος πορφυρίζων μέν ἐστι, γίνεται δὲ ἐν Αἰθιοπίᾳ καὶ Ἰνδίᾳ. Τριβόμενος δὲ, φύματα καὶ ψύδρας ἰᾶται σὺν γάλακτι ἐπιχριόμενος τοῖς εἱλκωμένοις τόποις. Καὶ ἡ ἐν τῷ ὄρει δὲ τῷ Μωϋσῇ δοθεῖσα νομοθεσία, ἐπὶ λίθῳ σαπφείρῳ λέγεται πεφηνέναι.

Ἰάσπις σμαραγδίζων μέν ἐστιν, εὑρίσκεται δὲ παρὰ τὸ στόμα Μερμόδοντος τοῦ ποταμοῦ, καὶ παρὰ Ἀμαθουντίῳ Κύπρου. Χρησιμεύει δὲ εἰς τὰς ἐπιλήψεις.

Ὑάκινθος ὑποπυρίζων μέν ἐστιν, εὑρίσκεται δὲ ἐν τῇ ἐσωτέρᾳ Βαρβαρίᾳ τῆς Σκυθίας. Σκυθίαν δὲ εἰώθασι καλεῖν οἱ παλαιοὶ τὸ κλίμα ἅπαν τὸ βόρειον, ἔνθα εἰσὶν οἱ Γότθοι καὶ Δάνεις. Ἐκεῖ τοίνυν ἔνδον ἐν τῇ ἐρήμῳ τῆς μεγάλης Σκυθίας ἐστὶ φάραγξ λίαν βαθυτάτη, καὶ ἀνθρώποις ἄβατος, ὄρεσι πετρῶν ἐντεῦθεν καὶ ἐντεῦθεν περιστοιχισμένη, ὥστε ἄνωθεν ἀπ’ ἄκρων τῶν ὀρέων παρακύψαντά τινα, ὡς ἀπὸ τειχῶν, μὴ δύνασθαι κατοπτεύειν τὸ ἔδαφος τῆς φάραγγος, ἀλλ’ ἀπὸ τοῦ βάθους ἐσκοτίσθαι ὥσπερ τι χάος· ἐν ᾗ οἱ ἀπεσταλμένοι ἀπὸ τῶν ἐκεῖσε πλησιαζόντων βασιλέων, κατάδικοί εἰσι καὶ βιαζόμενοι. Θύσαντες δὲ ἀρνοὺς καὶ ἐκδείραντες ῥίπτουσιν ἄνωθεν ἀπὸ τῶν πετρῶν εἰς τὸ χάος τῆς φάραγγος, καὶ κολλῶσιν οἱ λίθοι ἐν τοῖς κρέασιν ἐκείνοις. Ἀετοὶ οὖν ἐν ταῖς πέτραις ἄνωθεν κατοικοῦντες, πρὸς τὴν ὀσμὴν τῶν κρεῶν κατέρχονται, καὶ ἀναφέρουσι τοὺς ἀρνοὺς ἔχοντας τοὺς λίθους. Ἐν δὲ τῷ ἐσθίειν τὰ κρέα οἱ λίθοι μένουσιν ἐν τῇ ἀκρωρείᾳ τῶν ὀρέων. Οἱ δὲ κατάδικοι σκοπήσαντες, ποῦ ἀνήχθησαν ὑπὸ τῶν ἀετῶν τὰ κρέα, ἀπέρχονται, καὶ οὕτω φέρουσι τοὺς λίθους. Ἔχουσι δὲ ἐνέργειαν τοιάνδε· βαλλόμενοι γὰρ ἐπ’ ἀνθράκων πυρὸς, αὐτοὶ μὲν οὐ βλάπτονται, τοὺς δὲ ἄνθρακας κατασβεννύουσιν. Οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ λαμβάνων τις τὸν λίθον, καὶ περιειλίσας ἐν ὀθόνῃ, τινὶ ἐπιθεὶς ἐπ’ ἄνθρακας, κρατῶν αὐτὸν μὲν ἀπὸ τῆς πυρᾶς φλογίζεται, ἡ δὲ ὀθόνη ἀβλαβὴς μένει, Λέγεται δὲ καὶ ταῖς τικτούσαις γυναιξὶν εὐτοκίας χάριν χρησιμεύειν.

Ἀχάτης ὑποκυανίζων μέν ἐστιν, εὑρίσκεται δὲ καὶ οὗτος περὶ τὰς Σκυθίας χώρας ἐκείνας. Τριβόμενος δὲ ἐπὶ τῷ μετώπῳ, δήγματος ἀποτρέπει πόνον σκορπίων τε καὶ ἐχιδνῶν.

Ἀμέθυσος φλογίζων μέν ἐστι βαθέως, ἐν δὲ τοῖς ὄρεσιν εὑρίσκεται Λιβύης πρὸς ταῖς ὄχθαις τῆς θαλάσσης.

Χρυσόλιθος χρυσίζων μέν ἐστιν, εὑρίσκεται δὲ ἐν τῇ Ἀφραίτιδι πέτρᾳ, παρὰ τὸ χεῖλος τῆς Ἀχεμενίδος Βαβυλῶνος. Τὴν γὰρ Βαβυλῶνα καὶ τὸ φρέαρ ἐκεῖνο τῆς πέτρας Ἀχεμενίδα καλοῦσι. Τριβόμενος δὲ, στοχαστικοῖς (καὶ κωλικοῖς) καὶ κοιλιακοῖς ἰατρικὸς ὑπάρχει.

Βηρύλλιον γλαυκίζων μέν ἐστι, γίνεται δὲ παρὰ τὰ σπέρματα τοῦ ὄρους τοῦ καλουμένου Ταύρου.

Ὀνύχιον ξανθὸν μέν ἐστιν, εὑρίσκεται δὲ καὶ οὗτος ἐν τῷ αὐτῷ ὄρει.