Epiphanius. Anacephalaeosis

Epiphanius

Anacephalaeosis

(ed. K. Holl)

Epiphanius, Bände 1–3: Ancoratus und Panarion //
Die griechischen christlichen Schriftsteller 25, 31, 37.
Leipzig: Hinrichs, 1:1915; 2:1922; 3:1933:
1:162–168, 234–237; 2:1–4, 211–214; 3:1–2, 230–232, 415.

 

Τάδε ἔνεστιν ἐν τῷ πρώτῳ τόμῳ τοῦ πρώτου βιβλίου
τοῦ κατὰ τῶν [εἴκοσι] αἱρέσεων ἐλέγχου,
<ἐν ᾧ εἰσιν αἱρέσεις κ´> οὕτως

Πρῶτον μὲν αἱ τῶν αἱρέσεων πασῶν μητέρες τε καὶ πρωτότυποι ὀνομασίαι, ἐξ ὧν μητέρων πέντε αἱ ἄλλαι ἐφύησαν, καὶ εἰσὶν αὗται αἱ πρῶται τέσσαρες·

<α´.> Πρώτη Βαρβαρισμός, ἥτις καθ’ ἑαυτήν ἐστι, διαρκέσασα ἀφ’ ἡμερῶν τοῦ Ἀδὰμ ἐπὶ δέκα γενεαῖς ἕως τοῦ Νῶε. Βαρβαρισμὸς δὲ κέκληται ἀπὸ τοῦ μὴ τοὺς τότε ἀνθρώπους ἀρχηγόν τινα ἔχειν ἢ μίαν συμφωνίαν, ἀλλ’ ὅτι πᾶς τις ἑαυτῷ ἐστοίχει καὶ νόμος ἑαυτῷ κατὰ τὴν προτίμησιν τοῦ ἰδίου βουλήματος ἐγίνετο.

<β´.> Δευτέρα Σκυθισμός, ἀπὸ τῶν ἡμερῶν τοῦ Νῶε καὶ μετέπειτα ἄχρι τῆς τοῦ πύργου οἰκοδομῆς καὶ Βαβυλῶνος καὶ μετὰ τὸν τοῦ πύργου χρόνον ἐπὶ ὀλίγοις ἔτεσι τουτέστιν ἕως Φαλὲκ καὶ Ῥαγαῦ· οἵτινες ἐπὶ τὸ τῆς Εὐρώπης κλίμα νενευκότες τῷ τῆς Σκυθίας μέρει καὶ τοῖς αὐτῶν ἔθνεσι προσεκρίθησαν ἀπὸ τῆς τοῦ Θάρρα ἡλικίας καὶ ἐπέκεινα, ἐξ οὗπερ οἱ Θρᾷκες γεγόνασι.

<γ´.> Τρίτη Ἑλληνισμός, ἀπὸ τῶν χρόνων τοῦ Σεροὺχ ἐναρξάμενος διά τοι τῆς εἰδωλολατρείας καὶ ὡς ἐστοίχουν τὸ τηνικαῦτα ἕκαστος κατά τινα δεισιδαιμονίαν ἐπὶ τὸ μᾶλλον πολιτικώτερον καὶ ἐπὶ ἔθη καὶ θεσμούς. εἰδώλων μέντοι γε ἐναρξαμένων τάττεσθαι, τὰ τῶν ἀνθρώπων γένη οἷς τότε στοιχήσαντες ἐθεοποίουν, διὰ μὲν χρωμάτων διαγράφοντες τὴν ἀρχὴν καὶ ἀπεικονίζοντες τοὺς πάλαι παρ’ αὐτοῖς τετιμημένους ἢ τυράννους ἢ γόητας ἤ τινάς τι δράσαντας ἐν βίῳ μνήμης δοκοῦν ἄξιον, δι’ ἀλκῆς τε ἢ σωμάτων εὐρωστίας ἔπειτα δὲ ἀπὸ τῶν χρόνων τοῦ Θάρρα πατρὸς Ἀβραὰμ καὶ δι’ ἀγαλμάτων τὴν πλάνην τῆς εἰδωλολατρείας εἰσηγησάμενοι, τοὺς ἑαυτῶν προπάτορας δι’ ἀπεικονισμῶν τετιμηκότες καὶ τοὺς πρὸ αὐτῶν τετελευτηκότας τεχνησάμενοι ἐκ κεραμικῆς ἐπιστήμης τὸ πρῶτον, ἔπειτα δι’ ἑκάστης τέχνης μιμησάμενοι, οἰκοδόμοι μὲν λίθον ξέσαντες, ἀργυροκόποι δὲ καὶ χρυσοχόοι διὰ τῆς ἰδίας ὕλης τεκτηνάμενοι, οὕτω καὶ τέκτονες καὶ οἱ καθεξῆς· (Αἰγύπτιοι δὲ ὁμοῦ καὶ Βαβυλώνιοι καὶ Φρύγες καὶ Φοίνικες ταύτης τῆς θρῃσκείας πρῶτοι εἰσηγηταὶ γεγόνασιν, ἀγαλματοποιίας τε καὶ μυστηρίων, ἀφ’ ὧν τὰ πλεῖστα εἰς Ἕλληνας μετηνέχθη ἀπὸ τῆς Κέκροπος ἡλικίας καὶ καθεξῆς), μετέπειτα δὲ καὶ ὑστέρῳ πολὺ τοὺς περὶ Κρόνον καὶ Ῥέαν, Δία τε καὶ Ἀπόλλωνα καὶ τοὺς καθεξῆς θεοὺς ἀναγορεύσαντες. Ἕλληνες δὲ κέκληνται ἀπὸ Ἕλληνός τινος ἀνδρὸς τῶν ἐν τῇ Ἑλλάδι κατῳκηκότων καὶ τὴν προσωνυμίαν τῇ χώρᾳ παρεχομένου, ὡς δὲ ἕτεροί φασιν ἀπὸ τῆς ἐλαίας τῆς ἐν Ἀθήναις βλαστησάσης. Ἴωνες δὲ τούτων ἀρχηγοὶ γεγόνασιν, ὡς ἔχει ἡ ἀκρίβεια, ἀπὸ τοῦ Ἰωυάν, ἑνὸς ἀνδρὸς τῶν τὸν πύργον οἰκοδομησάντων, ὅτε αἱ γλῶσσαι διεμερίσθησαν τῶν ἀνθρώπων, δι’ ἣν αἰτίαν καὶ Μέροπες πάντες κέκληνται διὰ τὴν μεμερισμένην φωνήν. ὕστερον δὲ ὁ Ἑλληνισμὸς εἰς αἱρέσεις κατέστη κατωτέρω τῷ χρόνῳ, φημὶ δὲ Πυθαγορείων καὶ Στωϊκῶν καὶ Πλατωνικῶν καὶ Ἐπικουρείων καὶ λοιπῶν. θεοσεβείας δὲ χαρακτὴρ ὑπῆρχεν ἅμα καὶ ὁ κατὰ φύσιν νόμος, πολιτευόμενος ἀπὸ τούτων τῶν ἐθνῶν, ἑαυτὸν ἀφορίζων ἀπὸ τῆς τοῦ κόσμου καταβολῆς καὶ δεῦρο, μέσος τυγχάνων Βαρβαρισμοῦ καὶ Σκυθισμοῦ καὶ Ἑλληνισμοῦ, ἕως ὅτου συνήφθη τῇ τοῦ Ἀβραὰμ θεοσεβείᾳ.

<δ´.> Καὶ μετέπειτα Ἰουδαϊσμός, ἀπὸ τῶν χρόνων Ἀβραὰμ τὸν χαρακτῆρα διὰ περιτομῆς εἰληφὼς καὶ ἐν Μωυσῇ, ἑβδόμῳ ἀπὸ Ἀβραάμ, διὰ τοῦ δι’ αὐτοῦ δοθέντος νόμου ὑπὸ τοῦ θεοῦ πλατυνθείς, ἀπὸ δὲ τοῦ Ἰούδα, τετάρτου υἱοῦ τοῦ Ἰακὼβ τοῦ ἐπικληθέντος Ἰσραήλ, διὰ Δαυὶδ τοῦ πρώτου βασιλεύσαντος ἀπὸ τῆς τοῦ αὐτοῦ Ἰούδα φυλῆς τὸ τέλειον τοῦ Ἰουδαϊσμοῦ ὄνομα κεκληρωμένος. σαφῶς γὰρ περὶ τούτων τῶν τεσσάρων αἱρέσεων ὁ ἀπόστολος ἐπιτιμῶν ἔφη «ἐν γὰρ Χριστῷ Ἰησοῦ οὐ βάρβαρος, οὐ Σκύθης, οὐχ Ἕλλην, οὐκ Ἰουδαῖος, ἀλλὰ καινὴ κτίσις».

Ἑλλήνων διαφοραί·

<ε´.> Πυθαγόρειοι εἴτ’ οὖν Περιπατητικοί· τὴν μονάδα καὶ τὴν πρόνοιαν καὶ τὸ κωλύειν θύεσθαι τοῖς δῆθεν θεοῖς Πυθαγόρας ἐδογμάτισεν, ἐμψύχων τε μὴ μεταλαμβάνειν, ἀπὸ οἴνου δὲ ἐγκρατεύεσθαι. διώριζεν δὲ ἅμα τὰ ἀπὸ σελήνης [καὶ] ἄνω ἀθάνατα λέγων, τὰ δὲ ὑποκάτω θνητά· μεταγγισμούς τε ψυχῶν ἀπὸ σωμάτων εἰς σώματα ἄχρι ζῴων καὶ κνωδάλων, σιωπὴν δὲ ἅμα ἀσκεῖν ἐπὶ χρόνον πέντε ἐτῶν ἐδίδασκε. τὸ τελευταῖον δὲ ἑαυτὸν θεὸν ὠνόμασε.

Ϛ´. Πλατωνικοὶ θεὸν καὶ ὕλην καὶ εἶδος, καὶ τὸν κόσμον γενητὸν καὶ φθαρτὸν ὑπάρχειν, τὴν ψυχὴν δὲ ἀγένητον καὶ ἀθάνατον καὶ θείαν· εἶναι δὲ αὐτῆς τρία μέρη, λογικὸν θυμικὸν καὶ ἐπιθυμητικόν· τὰς δὲ γυναῖκας κοινὰς τοῖς πᾶσι γίνεσθαι καὶ μηδένα μίαν ἔχειν γαμετὴν ἰδίαν, ἀλλὰ τοὺς θέλοντας ταῖς βουλομέναις συνεῖναι· μεταγγισμὸν δὲ ὡσαύτως ψυχῶν εἰς σωμάτων διαφορὰς ἄχρι κνωδάλων, ὁμοῦ δὲ καὶ θεοὺς ἐκ τοῦ ἑνὸς πολλοὺς ἐδογμάτισαν.  <ζ>. Στωϊκοὶ σῶμα τὸ πᾶν δογματίζοντες καὶ τὸν αἰσθητὸν τοῦτον κόσμον θεὸν νομίζοντες, τινὲς δὲ ἐκ τῆς τοῦ πυρὸς οὐσίας τὴν φύσιν ἔχειν αὐτὸν ἀπεφήναντο. καὶ τὸν μὲν θεὸν νοῦν ὁρίζουσι καὶ ὡς ψυχὴν παντὸς τοῦ ὄντος κύτους οὐρανοῦ καὶ γῆς· σῶμα δὲ αὐτοῦ τὸ πᾶν, ὡς ἔφην, καὶ ὀφθαλμοὺς τοὺς φωστῆρας. τὴν δὲ σάρκα πάντων ἀπόλλυσθαι καὶ τὴν ψυχὴν πάντων μεταγγίζεσθαι ἀπὸ σώματος εἰς σῶμα.

η. Ἐπικούρειοι ἄτομα καὶ ἀμερῆ σώματα, ὁμοιομερῆ τε καὶ ἄπειρα τὴν ἀρχὴν εἶναι τῶν πάντων ὑπεστήσαντο καὶ τέλος εἶναι εὐδαιμονίας τὴν ἡδονὴν ἐδογμάτισαν καὶ μήτε θεὸν μήτε πρόνοιαν τὰ πράγματα διοικεῖν.

θ´. Σαμαρειτισμὸς καὶ οἱ ἀπ’ αὐτοῦ Σαμαρεῖται, ὅς ἐστιν ἀπὸ Ἰουδαϊσμοῦ, πρὸ μὲν τοῦ καταστῆναι αἱρέσεις εἰς Ἕλληνας καὶ πρὸ τοῦ συστῆναι αὐτῶν τὰ δόγματα, μετὰ δὲ τὸ εἶναι Ἑλλήνων τὴν θρῃσκείαν καὶ μέσον τοῦ Ἰουδαϊσμοῦ τὴν πρόφασιν εἰληφὼς ἀπὸ τῶν χρόνων Ναβουχοδονόσορ καὶ τῆς τῶν Ἰουδαίων αἰχμαλωσίας· μέτοικοι δὲ ὄντες ἀπὸ Ἀσσυρίων εἰς τὴν Ἰουδαίαν καὶ λαβόντες τὴν πεντάτευχον μόνην Μωυσέως, τοῦ βασιλέως αὐτοῖς ἀποστείλαντος ἀπὸ Βαβυλῶνος διὰ ἱερέως Ἔσδρα καλουμένου, τὰ πάντα ἔχοντες ἴσα Ἰουδαίων, πλὴν τοῦ βδελύττεσθαι τὰ ἔθνη καὶ μήτε προσψαύειν τινῶν καὶ πλὴν τοῦ ἀρνεῖσθαι νεκρῶν ἀνάστασιν καὶ τὰς ἄλλας προφητείας τὰς μετὰ Μωυσέα.

Σαμαρειτῶν ἔθνη τέσσαρα·

ι´. Γοροθηνοί, οἱ ἄλλοις καιροῖς τὰς ἑορτὰς ἄγοντες παρὰ τοὺς Σεβουαίους.

ια´. Σεβουαῖοι, διὰ τὴν αὐτὴν αἰτίαν τῶν ἑορτῶν πρὸς τοὺς Γοροθηνοὺς διαφερόμενοι.

ιβ´. Ἐσσηνοί, μηδ’ ὁποτέροις ἐναντιούμενοι, τοῖς δὲ παρατυγχάνουσι συνεορτάζοντες ἀδιαφόρως.

ιγ´. Δοσίθεοι, τοῖς αὐτοῖς ἔθεσιν οἷς καὶ Σαμαρεῖται ἐμπολιτευόμενοι, περιτομῇ τε καὶ σαββάτῳ καὶ τοῖς ἄλλοις, χρώμενοί τε τῇ πεντατεύχῳ, περιττότερον δὲ τῶν ἄλλων φυλάττοντες τὸ ἀπέχεσθαι ἐμψύχων καὶ ἐν νηστείαις δὲ συνεχέστατα βιοῦντες. ἔχουσι δὲ καὶ παρθενίαν τινὲς αὐτῶν, ἐγκρατεύονται δὲ ἄλλοι. πιστεύουσι δὲ νεκρῶν ἀνάστασιν, ὅπερ ξένον ἐστὶ Σαμαρείταις.

Ἰουδαίων αἱρέσεις ἑπτά·

ιδ´. Γραμματεῖς, οἵτινες νομικοὶ μὲν ἦσαν καὶ δευτερωταὶ παραδόσεων τῶν παρ’ αὐτοῖς πρεσβυτέρων, τῇ περιττοτέρᾳ ἐθελοθρῃσκείᾳ ἔθη φυλάττοντες ἃ οὐ διὰ τοῦ νόμου μεμαθήκασιν, ἀλλ’ ἑαυτοῖς ἐτύπωσαν, σεβάσματα δικαιώματος τῆς νομοθεσίας.

ιε´. Φαρισαῖοι, ἑρμηνευόμενοι ἀφωρισμένοι, οἱ τὸ ἀκρότατον βιοῦντες καὶ δῆθεν τῶν ἄλλων δοκιμώτεροι· παρ’ οἷς καὶ νεκρῶν ἀνάστασις ὡς καὶ παρὰ τοῖς Γραμματεῦσι καὶ ἡ περὶ ἀγγέλων καὶ πνεύματος ἁγίου, ὅτι ἔστι, συγκατάθεσις, πολιτεία τε διάφορος, ἐγκράτεια ἕως χρόνου καὶ παρθενία, νηστεία δὲ δὶς τοῦ σαββάτου, ξεστῶν καθαρισμοὶ καὶ πινάκων καὶ ποτηρίων, ὡς καὶ παρὰ τοῖς Γραμματεῦσι, ἀποδεκατώσεις καὶ ἀπαρχαὶ καὶ ἐνδελεχὴς εὐχὴ καὶ σχήματα ἐθελοθρῃσκευτικὰ τῆς ἐνδυμενίας διά τοι τῆς ἀμπεχόνης καὶ τῶν δαλματικῶν ἤγουν κολοβιώνων καὶ τοῦ πλατυσμοῦ τῶν φυλακτηρίων τουτέστι σημάτων τῆς πορφύρας καὶ κρασπέδων καὶ ῥοΐσκων ἐπὶ τὰ πτερύγια τῆς ἀμπεχόνης, ἅτινα ταῦτα ἐτύγχανε σημεῖα τῆς παρ’ αὐτοῖς ἕως καιροῦ ἐγκρατείας· οἳ καὶ παρεισέφερον γένεσιν καὶ εἱμαρμένην.

ιϚ´. Σαδδουκαῖοι, ἑρμηνευόμενοι δικαιότατοι, οἳ ἐκ γένους μὲν ἦσαν Σαμαρειτῶν ὁμοῦ δὲ καὶ ἱερέως Σαδδοὺκ ὀνόματι, νεκρῶν μὲν ἀνάστασιν ἀρνούμενοι καὶ μὴ παραδεχόμενοι ἄγγελον μήτε πνεῦμα, τὰ δὲ λοιπὰ πάντα ὄντες Ἰουδαῖοι.

ιζ´. Ἡμεροβαπτισταί· οὗτοι μὲν κατὰ πάντα Ἰουδαῖοι ἦσαν, ἔφασκον δὲ μηδένα ζωῆς τυγχάνειν αἰωνίου, εἰ μή τι ἂν καθ’ ἑκάστην βαπτίζοιτο.

ιη´. Ὀσσηνοί, οἳ δὴ ἰταμώτατοι ἑρμηνεύονται. ἦσαν δὲ οὗτοι τὰ πάντα κατὰ νόμον τελοῦντες, ἐχρῶντο δὲ καὶ γραφαῖς ἑτέραις μετὰ τὸν νόμον, τοὺς δὲ πλείους τῶν μετέπειτα προφητῶν ἀπεβάλλοντο.

ιθ´. Νασαραῖοι, ἑρμηνευόμενοι ἀφηνιασταί, οἳ πᾶσαν σαρκοφαγίαν ἀπαγορεύουσιν, ἐμψύχων οὐδ’ ὅλως μεταλαμβάνουσιν, ἄχρι δὲ Μωυσέως καὶ Ἰησοῦ τοῦ Ναυῆ τοῖς ἐν τῇ πεντατεύχῳ ἁγίοις ὀνόμασι πατριαρχῶν κεχρημένοι τε καὶ πιστεύοντες, φημὶ δὲ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ τῶν ἀνωτάτω καὶ αὐτοῦ Μωυσέως καὶ Ἀαρὼν καὶ Ἰησοῦ. τὰς δὲ τῆς πεντατεύχου γραφὰς οὐκ εἶναι Μωυσέως δογματίζουσιν, ἄλλας δὲ παρ’ αὐτὰς ἔχειν διαβεβαιοῦνται.

κ´. Ἡρῳδιανοί, οἳ Ἰουδαῖοι μὲν ἦσαν κατὰ πάντα, Ἡρῴδην δὲ Χριστὸν προσεδόκων καὶ τούτῳ τὸ τοῦ Χριστοῦ ἀπεδίδοσαν γέρας καὶ ὄνομα.

Οὗτος ὁ πρῶτος τόμος, περιέχων κατὰ πασῶν τῶν εἴκοσι τούτων αἱρέσεων· ἐν αὐτῷ δὲ καὶ ἡ περὶ τῆς Χριστοῦ ἐνδημίας ὑπόθεσις καὶ ἡ τῆς ἀληθείας ὁμολογία.

Τάδε ἔνεστι καὶ ἐν τούτῳ τῷ δευτέρῳ τόμῳ τοῦ πρώτου βιβλίου,
ἐν ᾧ εἰσιν αἱρέσεις δεκατρεῖς οὕτως·

κα´. Σιμωνιανοί, οἱ ἀπὸ Σίμωνος τοῦ μάγου τοῦ ἐπὶ Πέτρου τοῦ ἀποστόλου, κώμης Γιτθῶν τῆς Σαμαρείας. οὗτος ἀπὸ Σαμαρειτῶν ὡρμᾶτο, Χριστοῦ δὲ ὑπέδυ ὄνομα μόνον. ἐδίδαξε δὲ αἰσχροποιίαν, τὴν μίξιν μολυσμοῦ γυναικῶν ἀδιάφορον· σωμάτων δὲ ἀποβάλλεται τὴν ἀνάστασιν καὶ τὸν κόσμον μὴ εἶναι θεοῦ φάσκει. εἰκόνα δὲ ἑαυτοῦ ὡς Διὸς καὶ τῆς σὺν αὐτῷ πόρνης, ὀνόματι Ἑλένης, Ἀθηνᾶς τύπον τοῖς ἑαυτοῦ μαθηταῖς παρεδίδου εἰς προσκύνησιν. ἔλεγεν δὲ ἑαυτὸν Σαμαρείταις μὲν τὸν πατέρα, Ἰουδαίοις δὲ τὸν Χριστόν.

κβ´. Μενανδριανοί, οἱ ἀπὸ τούτου τοῦ Σίμωνος διὰ Μενάνδρου τινὸς ἐναρξάμενοι, διαφερόμενοι δὲ πρὸς τοὺς Σιμωνιανοὺς κατά τι· ὃς ἀπὸ ἀγγέλων ἔλεγε τὸν κόσμον γεγενῆσθαι.

κγ´. Σατορνιλιανοί, οἱ κατὰ τὴν Συρίαν τὴν τῶν Σιμωνιανῶν κρατύναντες αἰσχρολογίαν, ἕτερα δὲ παρὰ τοὺς Σιμωνιανοὺς εἰς ἔκπληξιν περισσοτέραν κηρύσσοντες, ἀπὸ δὲ Σατορνίλου τὴν ἀρχὴν ἐσχηκότες, ὃς καὶ αὐτὸς κατὰ Μένανδρον ὑπὸ ἀγγέλων τὸν κόσμον γεγενῆσθαι ἔφασκεν, μόνων δὲ ἑπτά, παρὰ τὴν τοῦ ἄνω πατρὸς γνώμην.

κδ´. Βασιλειδιανοί, τῆς αὐτῆς αἰσχρουργίας τελεσταί, ἀπὸ Βασιλείδου τοῦ ἅμα Σατορνίλῳ τοῖς Σιμωνιανοῖς καὶ Μενανδριανοῖς μεμαθητευμένου, τὰ ὅμοια μὲν φρονοῦντος, κατά τι δὲ διαφερομένου. λέγει δὲ τριακοσίους ἑξήκοντα πέντε οὐρανοὺς εἶναι καὶ τούτοις ὀνόματα ἀγγελικὰ ἐκτίθησιν. διὸ καὶ τὸν ἐνιαυτὸν τοσούτων ἡμερῶν εἶναι, καὶ τὸ Ἀβρασὰξ ὄνομα τῆς αὐτῆς ψήφου εἶναι καὶ εἶναι τξε´. καὶ εἶναι τοῦτο τὸ ἅγιον ὄνομά φησιν.

κε´. Νικολαῗται, ἀπὸ Νικολάου τοῦ ἐπὶ ταῖς χήραις ὑπὸ τῶν ἀποστόλων ταχθέντος, ὃς διὰ ζῆλον τῆς ἰδίας γαμετῆς τὴν αἰσχρουργίαν ἅμα τοῖς ἄλλοις ἐπιτελεῖν τοὺς αὐτοῦ μαθητὰς ἐδίδαξεν, καὶ περὶ τοῦ Καυλακαῦ καὶ Προυνίκου καὶ ἄλλων βαρβαρικῶν ὀνομάτων εἰσηγησάμενος.

κϚ´. Γνωστικοί, τὰς αὐτὰς αἱρέσεις διαδεξάμενοι, πλέον δὲ αὐτῶν πάντων τὴν αἰσχρότητα ἐμμανῶς ἐργαζόμενοι, ἐν Αἰγύπτῳ δὲ Στρατιωτικοὶ καλούμενοι καὶ Φιβιωνῖται, ἐν δὲ τοῖς ἀνωτερικοῖς μέρεσι Σεκουνδιανοί, ἐν ἄλλοις μέρεσι Σωκρατῖται, παρὰ δὲ ἑτέροις Ζακχαῖοι· ἄλλοι δὲ Κοδδιανοὺς αὐτοὺς λέγουσιν, ἄλλοι δὲ Βορβορίτας αὐτοὺς καλοῦσιν. οὗτοι <τὴν> Βαρβηλὼ τὴν καὶ Βαρβηρὼ αὐχοῦσιν.

κζ´. Καρποκρατιανοί, ἀπὸ Καρποκράτους τινὸς τῶν ἐν τῇ Ἀσίᾳ, ὃς ἐδίδασκε πᾶσαν αἰσχρουργίαν ἐκτελεῖν καὶ πᾶν ἐπιτήδευμα ἁμαρτίας. καὶ εἰ μή τις διὰ πάντων, φησί, παρέλθοι καὶ τὸ θέλημα πάντων δαιμόνων καὶ ἀγγέλων ἐκτελέσῃ, οὐ δύναται ὑπερβῆναι εἰς τὸν ἀνώτατον οὐρανὸν οὐδὲ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας παρελθεῖν. ἔλεγε δὲ τὸν Ἰησοῦν ψυχὴν νοερὰν εἰληφέναι, εἰδότα δὲ τὰ ἄνω ἐνταῦθα καταγγέλλειν, καὶ ὡς εἴ τις πράξειεν ὅμοια τῷ Ἰησοῦ, κατ’ αὐτὸν εἶναι. τὸν δὲ νόμον σὺν τῇ τῶν νεκρῶν ἀναστάσει ἀπαγορεύει, ὡς αἱ ἀπὸ Σίμωνος καὶ δεῦρο αἱρέσεις. τούτου γέγονεν ἡ ἐν Ῥώμῃ Μαρκελλίνα. εἰκόνας δὲ ποιήσας ἐν κρυφῇ Ἰησοῦ καὶ Παύλου καὶ Ὁμήρου καὶ Πυθαγόρου ταύταις ἐθυμία καὶ προσεκύνει.

κη´. Κηρινθιανοί, οἱ καὶ Μηρινθιανοί. οὗτοι οἱ ἀπὸ Κηρίνθου καὶ Μηρίνθου Ἰουδαῖοί τινες περιτομὴν αὐχοῦντες, τὸν δὲ κόσμον ὑπὸ ἀγγέλων γεγενῆσθαι, Ἰησοῦν δὲ κατὰ προκοπὴν Χριστὸν καλεῖσθαι λέγοντες.

κθ´. Ναζωραῖοι, Χριστὸν ὁμολογοῦντες Ἰησοῦν υἱὸν τοῦ θεοῦ, πάντα δὲ κατὰ νόμον πολιτευόμενοι.

λ´. Ἐβιωναῖοι, παραπλήσιοι τῶν προειρημένων Κηρινθιανῶν καὶ Ναζωραίων, οἷς συνήφθη κατά τι ἡ τῶν Σαμψαίων τε καὶ Ἑλκεσαίων αἵρεσις, οἳ Χριστόν φασιν ἐκτίσθαι ἐν τῷ οὐρανῷ καὶ τὸ ἅγιον πνεῦμα, ἐνδημήσαντα δὲ τὸν Χριστὸν ἐν τῷ Ἀδὰμ πρῶτον καὶ κατὰ καιρὸν ἐκδυόμενον αὐτὸν τὸν Ἀδὰμ καὶ πάλιν ἐνδυόμενον· τοῦτο γάρ φασιν ἐπιτετελεκέναι αὐτὸν ἐν τῇ ἐνσάρκῳ αὐτοῦ παρουσίᾳ. Ἰουδαῖοι δὲ ὄντες εὐαγγελίοις κέχρηνται, σαρκοφαγίαν βδελύττονται, τὸ ὕδωρ δὲ ἀντὶ θεοῦ ἔχουσι, τὸν δὲ Χριστὸν ἄνθρωπον ἐν τῇ ἐνσάρκῳ παρουσίᾳ ἐνδεδύσθαι, ὡς ἔφην. συνεχῶς δὲ βαπτίζονται ἐν τοῖς ὕδασι θέρους τε καὶ χειμῶνος, εἰς ἁγνισμὸν δῆθεν ὥσπερ οἱ Σαμαρεῖται.

λα´. Οὐαλεντῖνοι, οἳ σαρκὸς μὲν ἀπαγορεύουσιν ἀνάστασιν, παλαιὰν δὲ ἀθετοῦσι διαθήκην καὶ προφήτας ἀναγινώσκοντες μὲν καὶ ὅσα εἰς ὁμοίωσιν δύναται τροπολογεῖσθαι τῆς αὐτῶν αἱρέσεως δεχόμενοι, ἑτέρας δέ τινας μυθολογίας παρεισφέροντες, τριάκοντα αἰώνων ὀνομασίας λέγοντες ἀρρενοθηλείων, ὁμοῦ τε ἐκ τοῦ πατρὸς τῶν ὅλων γεγεννημένων, οὓς καὶ θεοὺς ἡγοῦνται καὶ αἰῶνας. τὸν δὲ Χριστὸν ἀπ’ οὐρανοῦ σῶμα ἐνηνοχέναι καὶ ὡς διὰ σωλῆνος τὴν Μαρίαν διαπεπερακέναι.

λβ´. Σεκουνδιανοί, οἷς συνάπτονται Ἐπιφάνης καὶ Ἰσίδωρος, ταῖς αὐταῖς κεχρημένοι καὶ οὗτοι συζυγίαις, τὰ ὅμοια Οὐαλεντίνῳ πεφρονηκότες, ἕτερα δὲ παρ’ αὐτὸν ποσῶς διηγούμενοι. προστιθέασι δὲ τὴν αἰσχρουργίαν διδάσκοντες· ἀπαγορεύουσι δὲ καὶ οὗτοι τὴν σάρκα.

λγ´. Πτολεμαῖοι, μαθηταὶ ὄντες καὶ αὐτοὶ Οὐαλεντίνου, οἷς συνάπτεται ἡ Φλώρα. τὰ αὐτὰ δὲ περὶ τῶν συζυγιῶν καὶ αὐτοὶ λέγουσι καθάπερ Οὐαλεντῖνος καὶ Σεκουνδιανοί· κατά τι δὲ καὶ οὗτοι διαφέρονται.

Αὕτη καὶ ἡ τοῦ δευτέρου τόμου τοῦ πρώτου βιβλίου τῶν δεκατριῶν αἱρέσεων ἀνακεφαλαίωσις.

Τάδε ἔνεστι καὶ ἐν τῷ τρίτῳ τόμῳ τοῦ πρώτου βιβλίου,
ἐν ᾧ εἰσιν αἱρέσεις δεκατρεῖς·

λδ´. Μαρκώσιοι. Μάρκος τις γεγένηται Κολορβάσου συμφοιτητής, δύο ἀρχὰς καὶ αὐτὸς παρεισάγων. ἀθετεῖ δὲ νεκρῶν ἀνάστασιν, φαντασίας δέ τινας δι’ ἐκπομάτων ἐξ ἐπαοιδῆς εἰς κυάνεον χρῶμα καὶ πορφύρεον † μεταβαλὼν μυσταγωγεῖ τὰς ἀπατωμένας γυναῖκας. καὶ αὐτὸς δὲ τῶν εἰκοσιτεσσάρων στοιχείων βούλεται τὰ πάντα † ἡγεῖσθαι ὁμοίως Οὐαλεντίνῳ.

λε´. Κολορβάσιοι. Καὶ οὗτος ὁ Κολόρβασος ὡσαύτως τὰ αὐτὰ διηγούμενος, κατά τι δὲ διαφερόμενος πρὸς τὰς ἄλλας αἱρέσεις, φημὶ δὲ πρὸς τοὺς περὶ Μάρκον καὶ Οὐαλεντῖνον, τὰς προβολὰς καὶ ὀγδοάδας ἑτέρως ἐδίδαξεν.

λϚ´. Ἡρακλεωνῖται καὶ αὐτοὶ τῇ τῶν ὀγδοάδων φέρονται μυθολογίᾳ, ἑτέρως δὲ παρὰ τὸν Μάρκον καὶ Πτολεμαῖον καὶ Οὐαλεντῖνον καὶ τοὺς ἄλλους. ἀλλὰ καὶ πρὸς τῇ τελευτῇ τοὺς παρ’ αὐτοῖς τελευτῶντας ὁμοίως τῷ Μάρκῳ λυτροῦνται δι’ ἐλαίου, ὀποβαλσάμου καὶ ὕδατος, ἐπικλήσεις τινὰς Ἑβραϊκαῖς λέξεσιν ἐπιλέγοντες ἐπὶ τῇ κεφαλῇ τοῦ δῆθεν λυτρουμένου.

λζ´. Ὀφῖται, οἱ τὸν ὄφιν δοξάζοντες καὶ τοῦτον Χριστὸν ἡγούμενοι, ἔχοντες δὲ φύσει ὄφιν τὸ ἑρπετὸν τοῦτο ἐν κίστῃ τινί.

λη´. Καϊανοὶ ὡσαύτως ἅμα τοῖς πρότερον τὸν νόμον καὶ τὸν λαλήσαντα ἐν νόμῳ ἀθετοῦντες σαρκός τε ἀνάστασιν ἀρνούμενοι τὸν Κάϊν δοξάζουσι, λέγοντες αὐτὸν τῆς ἰσχυροτέρας εἶναι δυνάμεως. ἅμα δὲ καὶ τὸν Ἰούδαν ἐκθειάζουσιν, ὁμοῦ τε καὶ τοὺς περὶ Κορὲ καὶ Δαθὰν καὶ Ἀβειρών, ἀλλὰ καὶ τοὺς Σοδομίτας.

λθ´. Σηθιανοί. οὗτοι πάλιν τὸν Σὴθ δοξάζουσι, φάσκοντες αὐτὸν εἶναι ἐκ τῆς ἄνω Μητρός, μεταμεληθείσης ἐφ’ ᾧ τοὺς περὶ τὸν Κάϊν προεβάλετο, εἶτα συνελθούσης μετὰ τὸ τὸν Κάϊν ἀποβληθῆναι καὶ τὸν Ἄβελ ἀποκτανθῆναι τῷ ἄνω Πατρὶ καὶ καθαρὸν σπέρμα τὸν Σὴθ ποιησάσης· ἐξ οὗπερ λοιπὸν κατήχθη τὸ πᾶν τῶν ἀνθρώπων γένος. καὶ αὐτοὶ δὲ ἀρχὰς καὶ ἐξουσίας καὶ ὅσα οἱ ἄλλοι δογματίζουσιν ἐδογμάτισαν.

μ´. Ἀρχοντικοί. οὗτοι πάλιν εἰς πολλοὺς ἄρχοντας τὸ πᾶν ἀναφέρουσι καὶ τὰ γενόμενα ἐκ τούτων γεγενῆσθαι λέγουσιν· ἁλίσκονται δὲ καὶ ἐπὶ αἰσχρότητί τινι. σαρκὸς δὲ ἀνάστασιν ἀθετοῦσιν καὶ παλαιὰν διαθήκην διαβάλλουσιν. κέχρηνται δὲ καὶ παλαιᾷ καὶ νέᾳ διαθήκῃ, ἑκάστην λέξιν εἰς τὸν ἑαυτῶν νοῦν μεθοδεύοντες.

μα´. Κερδωνιανοί, οἱ ἀπὸ Κέρδωνος <τοῦ> ἀπὸ Ἡρακλέωνος διαδεξαμένου τὴν μετοχὴν τῆς πλάνης, προσθέντος δὲ τῇ ἀπάτῃ· ὃς ἀπὸ τῆς Συρίας εἰς Ῥώμην μεταναστὰς τὸ κήρυγμα αὐτοῦ ἐξέθετο ἐν χρόνοις Ὑγίνου ἐπισκόπου. δύο δὲ ἀρχὰς κηρύττει οὗτος ἐναντίας ἀλλήλαις, μὴ εἶναι δὲ τὸν Χριστὸν γεννητόν· ὁμοίως τε νεκρῶν ἀνάστασιν ἀθετεῖ καὶ τὴν παλαιὰν διαθήκην.

μβ´. Μαρκιωνισταί. Μαρκίων ὁ ἀπὸ Πόντου ὁρμώμενος ἐπισκόπου μὲν ἦν υἱός, φθείρας δὲ παρθένον ἀπέδρα διὰ τὸ ἐξεῶσθαι ὑπὸ τοῦ ἰδίου πατρὸς ἀπὸ τῆς ἐκκλησίας, ἀνελθών τε εἰς Ῥώμην καὶ αἰτήσας μετάνοιαν τοὺς κατ’ ἐκεῖνο καιροῦ καὶ μὴ τυχών, ἐπαρθεὶς κατὰ τῆς πίστεως ἐδογμάτισε, τρεῖς ἀρχὰς εἰσηγησάμενος, ἀγαθόν τε καὶ δίκαιον καὶ φαῦλον, εἶναί τε τὴν καινὴν διαθήκην ἀλλοτρίαν τῆς παλαιᾶς καὶ τοῦ ἐν αὐτῇ λαλήσαντος. ἀνάστασιν σαρκὸς ἀθετεῖ, βάπτισμα δίδωσιν οὐ μόνον ἕν, ἀλλὰ καὶ δύο καὶ τρία μετὰ τὸ παραπεσεῖν· ὑπὲρ δὲ τῶν τεθνεώτων κατηχουμένων ἄλλοι παρ’ αὐτοῖς βαπτίζονται. ἀδεῶς δὲ καὶ γυναιξὶν ἐπιτρέπει δῆθεν λουτρὸν διδόναι.

μγ´. Λουκιανισταί. Λουκιανός τις ἀρχαῖος, οὐχ ὁ νῦν ἐν χρόνοις Κωνσταντίνου γενόμενος, πάντα κατὰ Μαρκίωνα ἐδογμάτισεν, ἕτερα δὲ παρὰ τὸν Μαρκίωνα καὶ αὐτὸς δῆθεν περισσοτέρως δογματίζει.

μδ´. Ἀπελληϊανοί. καὶ οὗτος ὁ Ἀπελλῆς τὰ ὅμοια Μαρκίωνι καὶ Λουκιανῷ κακίζει τὴν πᾶσαν ποίησιν καὶ τὸν πεποιηκότα. οὐχ ὁμοίως δὲ τούτοις τρεῖς ἀρχὰς εἰσηγήσατο, ἀλλὰ μίαν μὲν ἀρχὴν καὶ ἕνα θεόν, ὄντα ἀνώτατον καὶ ἀκατονόμαστον, αὐτὸν δὲ τὸν ἕνα πεποιηκέναι ἄλλον. καὶ οὗτος ὁ γεγονώς, πονηρὸς εὑρεθείς, ἐποίησεν ἐν τῇ αὑτοῦ φαυλότητι τὸν κόσμον.

με´. Σευηριανοί. Σευῆρος πάλιν τις τῷ Ἀπελλῇ συνεπόμενος τὸν μὲν οἶνον ἀποβάλλεται καὶ τὴν ἄμπελον, ἔκ τε τοῦ δρακοντοειδοῦς Σατανᾶ καὶ γῆς μυθολογῶν πεφυκέναι, συνελθόντων ἀλλήλοις. τήν τε γυναῖκα παραιτεῖται, φάσκων ἀριστερᾶς δυνάμεως αὐτὴν ὑπάρχειν. ὀνομασίας τέ τινας ἀρχόντων καὶ βίβλους τινὰς ἀποκρύφους παρεισάγει. τὰ ὅμοια δὲ ταῖς ἄλλαις τὴν σαρκὸς ἀνάστασιν ἀθετεῖ καὶ παλαιὰν διαθήκην.

μϚ´. Τατιανοί. οὗτος συνήκμασεν Ἰουστίνῳ τῷ μάρτυρι τῷ ἁγίῳ, τῷ καὶ φιλοσόφῳ. μετὰ δὲ τὴν τοῦ μάρτυρος καὶ φιλοσόφου Ἰουστίνου τελευτὴν προσεφθάρη τοῖς τοῦ Μαρκίωνος δόγμασιν μαθητευθεὶς τῷ αὐτῷ, τά τε ἴσα αὐτῷ ἐδογμάτισεν καὶ ἕτερα προσθεὶς παρ’ ἐκεῖνον. ἐλέγετο δὲ ἀπὸ Μεσοποταμίας ὁρμᾶσθαι.

Ταῦτα τὰ κεφάλαια τοῦ πρώτου βιβλίου τῶν τριῶν τόμων τοῦ κατὰ τεσσαράκοντα ἓξ αἱρέσεων.

Τάδε ἔνεστι καὶ ἐν τῷ πρώτῳ τόμῳ τούτῳ τοῦ δευτέρου βιβλίου,
τετάρτῳ δὲ ὄντι κατὰ τὴν ἀπ’ ἀρχῆς
τῶν τόμων τοῦ ἀριθμοῦ ἀκολουθίαν,
ἐν ᾧ εἰσιν αἱρέσεις ιη´

μζ´. Ἐγκρατῖται, οἱ ἀπόσπασμα τυγχάνοντες Τατιανοῦ, τὸν γάμον ἀποβάλλοντες, τοῦ Σατανᾶ φάσκοντες τοῦτον εἶναι, πᾶσαν δὲ ἀπαγορεύοντες ἐμψυχοφαγίαν.

μη´. Κατὰ Φρύγας, οἱ καὶ Μοντανισταὶ καὶ Τασκοδρουγῖται, οἵτινες παλαιὰν καὶ νέαν διαθήκην δέχονται, ἑτέρους δὲ προφήτας παρεισφέρουσι μετὰ τοὺς προφήτας, Μοντανόν τινα αὐχοῦντες καὶ Πρίσκιλλαν.

μθ´. Πεπουζιανοί, οἱ καὶ Κυϊντιλλιανοί, οἷς συνάπτονται Ἀρτοτυρῖται, ἐκ τούτων μέν εἰσι τῶν κατὰ Φρύγας, ἕτερα δὲ παρ’ ἐκείνους δογματίζουσι, Πέπουζάν τινα πόλιν ἔρημον ἀνὰ μέσον Γαλατίας καὶ Καππαδοκίας καὶ Φρυγίας ἐκθειάζοντες καὶ δὴ ταύτην Ἱερουσαλὴμ ἡγούμενοι (ἔστιν δὲ καὶ ἄλλη Πέπουζα), γυναιξί τε ἀποδιδόντες τὸ ἄρχειν τε καὶ ἱερατεύειν. μυοῦνται δέ τινα παῖδα κατακεντῶντες νέον. καὶ δὴ τῇ Κυϊντίλλῃ ἢ καὶ Πρισκίλλῃ Χριστὸν ἐκεῖσε ἐν Πεπούζῃ ἀποκεκαλύφθαι ἐν ἰδέᾳ θηλείας μυθολογοῦσι. κέχρηνται δὲ ὡσαύτως παλαιᾷ καὶ καινῇ διαθήκῃ κατὰ τὸν νοῦν τὸν ἴδιον μεταποιούμενοι.

ν´. Τεσσαρεσκαιδεκατῖται, οἱ μίαν ἡμέραν τοῦ ἔτους τὸ Πάσχα ἐκτελοῦντες, ἐν ὁποίᾳ δἂν ἡμέρᾳ ἐμπέσῃ ἡ τῆς σελήνης τεσσαρεσκαιδεκάτη, ἤτοι ἐν σαββάτῳ ἤτοι ἐν κυριακῇ, ἐκείνην τε νηστεύοντες καὶ ἅμα ἀγρυπνοῦντες.

να´. Ἄλογοι, ὑφ’ ἡμῶν κληθέντες, οἱ τὸ εὐαγγέλιον Ἰωάννου καὶ τὸν ἐν αὐτῷ ἄνωθεν ἀπὸ πατρὸς ἀεὶ θεὸν Λόγον παρεκβάλλοντες, τὸ εὐαγγέλιον αὐτὸ δὴ τὸ κατὰ Ἰωάννην μὴ δεχόμενοι μήτε τὴν αὐτοῦ Ἀποκάλυψιν.

νβ´. Ἀδαμιανοί, παρὰ δέ τισιν Ἀδαμίζοντες καλούμενοι, χλεύης ἢ ἀληθείας μᾶλλον τὸ δόγμα ἔχοντες. γυμνοὶ γὰρ ὡς ἐκ μητρὸς ἄνδρες τε καὶ γυναῖκες ἐπὶ τὸ αὐτὸ συνάγονται, καὶ οὕτως τὰς ἀναγνώσεις καὶ εὐχὰς καὶ πᾶν ὁτιοῦν ἐπιτελοῦσι, δῆθεν μονάζοντές τε καὶ ἐγκρατευόμενοι ὄντες καὶ γάμον μὴ δεχόμενοι, τὴν αὐτῶν ἐκκλησίαν παράδεισον ἡγούμενοι.

νγ´. Σαμψαῖοι, οἱ καὶ Ἐλκεσαῖοι, ἔτι δεῦρο τὴν Ἀραβίαν κατοικοῦντες, καθύπερθεν τῆς νεκρᾶς θαλάσσης κειμένην χώραν· οἵτινες ἀπὸ τοῦ Ἠλξαῒ τινὸς ψευδοπροφήτου ἠπατημένοι, οὗ ἔτι δεῦρο ἐκ τοῦ γένους ὑπῆρχον Μαρθοῦς καὶ Μαρθάνα, γυναῖκες δύο προσκυνούμεναι ὑπὸ τῆς αἱρέσεως ὡς θεαί, παραπλησίως τοῖς Ἐβιωναίοις τὰ πάντα ἔχουσιν.

νδ´. Θεοδοτιανοί, οἱ ἀπὸ Θεοδότου τοῦ σκυτέως τοῦ ἀπὸ Βυζαντίου. οὗτος ἐν παιδείᾳ Ἑλληνικῇ γέγονεν ἄκρος, ἅμα δὲ ἄλλοις ὢν ἐν ἡμέραις τοῦ τότε διωγμοῦ μόνος ἐκπεσὼν καὶ ἐκείνων μαρτυρησάντων διὰ τὸ ὀνειδίζεσθαι ἐπινοήσας ψιλὸν ἄνθρωπον λέγειν τὸν Χριστόν, ἵνα μὴ ὑπὸ ἔγκλημα γένηται θεὸν ἀρνησάμενος, οὕτως ἐδίδαξεν.

νε´. Μελχισεδεκιανοί, οἱ τὸν Μελχισεδὲκ γεραίροντες, τινὰ δύναμιν αὐτὸν φάσκοντες καὶ μὴ ἄνθρωπον ψιλὸν καὶ εἰς τὸ τούτου ὄνομα πάντα ἀνάγειν τε καὶ λέγειν τετολμηκότες.

νϚ´. Βαρδησιανισταί. Βαρδησιάνης οὗτος ἐκ τῆς Μεσοποταμίας ὡρμᾶτο, τὰ πρῶτα μὲν τῆς ἀληθινῆς πίστεως ὑπάρχων καὶ ἐν σοφίᾳ διαπρέπων, ἐκκλίνας δὲ τῆς ἀληθείας παραπλησίως Οὐαλεντίνῳ ἐδογμάτισε, χωρὶς ἐνίων ὀλίγων <περὶ> ὧν διαφέρεται πρὸς Οὐαλεντῖνον.

νζ´. Νοητιανοί. Νόητος οὗτος ἀπὸ Σμύρνης ὑπῆρχε τῆς Ἀσίας. ἐπάρματι δὲ ἐνεχθεὶς σὺν ἄλλοις τισὶν υἱοπάτορα τὸν Χριστὸν ἐδίδαξε, τὸν αὐτὸν εἶναι <λέγων> πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα. ἑαυτὸν δὲ ἔλεγεν εἶναι Μωυσέα καὶ τὸν αὐτοῦ ἀδελφὸν ἔλεγεν εἶναι τὸν Ἀαρών.

νη´. Οὐαλήσιοι. οὗτοι, καθὼς ὑπειλήφαμεν, [οἱ] τὴν Βάκαθον κατοικοῦντες, μητροκωμίαν Ἀραβίας τῆς Φιλαδελφίας, οἱ τοὺς παρατυγχάνοντας καὶ ἐπιξενουμένους παρ’ αὐτοῖς εὐνουχίζοντες· οἱ πλείους δὲ καὶ αὐτῶν εὐνοῦχοι ὑπάρχουσιν ἀποτετμημένοι. τινὰ δὲ ἕτερα διδάσκουσιν αἱρέσεως ἔμπλεα, ἀφανίζοντες <τὰ> τοῦ νόμου καὶ τῶν προφητῶν καί τινας ἑτέρας αἰσχρουργίας παρεισφέροντες.

νθ´. Καθαροί, οἱ ἅμα Ναυάτῳ συναφθέντες τῷ Ῥωμαίῳ καὶ τοὺς διγάμους παντελῶς ἀποβαλλόμενοι καὶ μετάνοιαν μὴ δεχόμενοι.

ξ´. Ἀγγελικοί. οὗτοι παντελῶς ἐξέλιπον· αὐχοῦντες δὲ ἦσαν ἀγγελικὴν ἔχειν τάξιν ἢ διὰ τὸ ἀγγέλους † προσκεκλῆσθαι.

ξα´. Ἀποστολικοί, οἱ καὶ Ἀποτακτικοί, καὶ αὐτοὶ περὶ τὴν Πισιδίαν <οἰκοῦντες>, μόνον Ἀποτακτικοὺς δεχόμενοι, καθ’ ἑαυτοὺς δὲ εὐχόμενοι. παραπλησιάζουσι δὲ τοῖς Ἐγκρατίταις, ἄλλα δὲ παρ’ αὐτοὺς φρονοῦσιν.

ξβ´. Σαβελλιανοί, οἱ τὰ ὅμοια Νοητιανῶν δοξάζοντες, παρὰ τὸ μὴ τὸν πατέρα πεπονθέναι λέγειν.

ξγ´. Ὠριγενιανοί, τινὸς Ὠριγένους. αἰσχροποιοὶ δὲ οὗτοί εἰσιν, ἀρρητοποιοῦντες καὶ τὰ ἑαυτῶν σώματα φθορᾷ παραδιδόντες.

ξδ´. Ὠριγενιανοὶ ἄλλοι, Ὠριγένους τοῦ καὶ Ἀδαμαντίου τοῦ συντάκτου, οἱ τὴν τῶν νεκρῶν ἀνάστασιν ἀποβαλλόμενοι, Χριστὸν δὲ κτίσμα καὶ τὸ ἅγιον πνεῦμα εἰσηγούμενοι, παράδεισόν τε καὶ οὐρανοὺς καὶ τὰ ἄλλα πάντα ἀλληγοροῦντες, Χριστοῦ δὲ τὴν βασιλείαν παυθήσεσθαι ληροῦντες.

Αὗται πάλιν αἱ τοῦ δευτέρου βιβλίου, πρώτου δὲ τόμου αἱρέσεις ιη´.

Τάδε ἔνεστι καὶ ἐν τῷ δευτέρῳ τόμῳ τοῦ αὐτοῦ δευτέρου βιβλίου,
πέμπτῳ δὲ ὄντι κατὰ τὸν προειρημένον ἀριθμόν,
ἐν ᾧ εἰσιν αἱρέσεις πέντε οὕτως·

ξε´. <Παυλιανισταὶ ἀπὸ> Παύλου τοῦ Σαμοσατέως ἐπισκόπου γενομένου Ἀντιοχείας τῆς μεγάλης. οὗτος ἀνύπαρκτον τὸν Χριστὸν ὀλίγου δεῖν διαβεβαιοῦται, λόγον προφορικὸν αὐτὸν σχηματίσας, ἀπὸ δὲ Μαρίας καὶ δεῦρο εἶναι, προκαταγγελτικῶς τὰ περὶ αὐτοῦ ἐν ταῖς θείαις γραφαῖς εἰρημένα ἔχοντα, μὴ προόντα δέ, ἀλλὰ ἀπὸ Μαρίας καὶ δεῦρο διὰ τῆς ἐνσάρκου παρουσίας <γεγονότα>.

ξϚ´. Μανιχαῖοι, οἱ καὶ Ἀκουανῖται, οἱ τοῦ Μάνη μαθηταὶ τοῦ Πέρσου, Χριστὸν σχήματι λέγοντες, ἥλιον δὲ σέβοντες καὶ σελήνην, ἄστροις τε καὶ δυνάμεσι καὶ δαίμοσιν εὐχόμενοι, ἀρχὰς δύο εἰσάγοντες, πονηράν τε καὶ ἀγαθήν, ἀεὶ οὔσας· Χριστὸν δὲ δοκήσει πεφηνέναι καὶ δοκήσει πεπονθέναι· παλαιὰν διαθήκην βλασφημοῦντες καὶ τὸν ἐν αὐτῇ λαλήσαντα θεόν, κόσμον δὲ οὐ τὸν πάντα, ἀλλὰ μέρος ἐκ θεοῦ γεγενῆσθαι ὁριζόμενοι.

ξζ´. Ἱερακῖται, οἱ ἀπὸ Ἱέρακος τοῦ Λεοντοπολίτου τῆς Αἰγύπτου, ἐξηγητοῦ τινος, σαρκὸς ἀνάστασιν ἀθετοῦντες, χρώμενοι δὲ παλαιᾷ καὶ νέᾳ διαθήκῃ, καὶ ἀπαγορεύοντες γάμον παντελῶς, μονάζοντας δὲ καὶ παρθένους δεχόμενοι καὶ ἐγκρατευομένους καὶ χήρους. τὰ δὲ μηδέπω ἐν ἡλικίᾳ γεγονότα παιδία βασιλείας μὴ μετέχειν διὰ τὸ μὴ ἠθληκέναι.

ξη´. Μελιτιανοί, οἱ ἐν Αἰγύπτῳ, σχίσμα ὄντες ἀλλ’ οὐχ αἵρεσις. μὴ συνευξάμενοι τοῖς ἐν τῷ διωγμῷ παραπεπτωκόσι, νῦν δὲ Ἀρειανοῖς συναφθέντες.

ξθ´. Ἀρειανοί, οἱ καὶ Ἀρειομανῖται, οἱ τὸν υἱὸν τοῦ θεοῦ κτίσμα λέγοντες καὶ τὸ πνεῦμα τὸ ἅγιον κτίσμα κτίσματος, σάρκα μόνον τὸν σωτῆρα ἀπὸ Μαρίας εἰληφέναι διαβεβαιούμενοι καὶ οὐχὶ ψυχήν. ἦν δὲ οὗτος ὁ Ἄρειος πρεσβύτερος Ἀλεξάνδρου ἐπισκόπου Ἀλεξανδρείας.

Αὕτη καὶ ἡ τοῦ δευτέρου βιβλίου τοῦ δευτέρου τόμου, πέμπτου δὲ ἀπ’ ἀρχῆς τῆς ἀκολουθίας ὄντος ἀνακεφαλαίωσις αἱρέσεων πέντε.

Τάδε ἔνεστι καὶ ἐν τῷ πρώτῳ τόμῳ τοῦ τρίτου βιβλίου,
ἕκτου δὲ ὄντος τόμου καθ’ ὃν ἀριθμὸν προείπομεν,
ἐν ᾧ εἰσιν αἱρέσεις ἑπτὰ σὺν τοῖς σχίσμασιν οὕτως·

ο´. Αὐδιανῶν ἀφηνιασμὸς καὶ σχίσμα, οὐ μέντοι αἵρεσις. οὗτοι μὲν διαγωγὴν καὶ βίον εὖ τεταγμένον κέκτηνται, εἰσὶ δὲ κατὰ πάντα τὴν πίστιν ἔχοντες ὡς ἡ καθολικὴ ἐκκλησία, μοναστήρια δὲ οἱ πλείους κατοικοῦσι. κέχρηνται δὲ καὶ ἀποκρύφοις πολλοῖς κατακόρως. οὐ συνεύχονται δὲ ἡμῖν, ψέγοντες τοὺς παρ’ ἡμῖν ἐπισκόπους, πλουσίους <αὐτοὺς> ἀποκαλοῦντες καὶ ἄλλους ἄλλως. ποιοῦσι δὲ καὶ τὸ Πάσχα ἰδιαζόντως, ὅτε οἱ Ἰουδαῖοι ποιοῦσιν. ἔχουσι δὲ καὶ ἰδιωτικόν τι καὶ φιλόνεικον ξηρότατα τὸ κατ’ εἰκόνα ἑρμηνεύοντες.

οα´. Φωτεινιανοί. οὗτος ὁ Φωτεινὸς ἀπὸ Σιρμίου ὑπάρχων ἔτι καὶ δεῦρο περιενόστει, ὃς τὰ αὐτὰ Παύλῳ τῷ Σαμοσατεῖ ἐφρόνησε. κατά τι δὲ πρὸς ἐκεῖνον διαφέρονται, καὶ αὐτοὶ δὲ ἀπὸ Μαρίας καὶ δεῦρο τὸν Χριστὸν διαβεβαιοῦνται.

οβ´. Μαρκελλιανοὶ <οἱ> ἀπὸ Μαρκέλλου τοῦ ἀπὸ Ἀγκύρας τῆς Γαλατίας. οὗτος ἐν ἀρχῇ παραπλησίως Σαβελλίῳ φρονήσας διεφημίσθη. εἰς ἀπολογίας δὲ πολλάκις ἐλθὼν καὶ ἐγγράφως ἀπολογησάμενος παρὰ πολλῶν τοῖς αὐτοῖς ἐμμένειν κατηγορήθη. ἴσως δὲ μεταγνοὺς τάχα ἑαυτὸν διωρθώσατο ἢ οἱ αὐτοῦ μαθηταί. ὑπὲρ αὐτοῦ γὰρ καὶ ὑπὲρ τῶν αὐτοῦ μαθητῶν ὀρθόδοξοί τινες μέσως ὑπεραπελογοῦντο.

ογ´. Ἡμιάρειοι, οἱ Χριστὸν μὲν κτίσμα ὁμολογοῦντες, εἰρωνείᾳ δὲ κτίσμα αὐτὸν φάσκοντες οὐχ ὡς ἓν τῶν κτισμάτων· ἀλλά, φασίν, υἱὸν αὐτὸν λέγομεν, διὰ δὲ τὸ μὴ πάθος προσάψαι τῷ πατρὶ διὰ τοῦ γεγεννηκέναι κτιστὸν αὐτὸν λέγομεν. ὡσαύτως καὶ περὶ τοῦ πνεύματος τοῦ ἁγίου κτίσμα παντελῶς ὁρίζονται, παρεκβάλλοντες υἱοῦ τὸ ὁμοούσιον, ὁμοιοούσιον δὲ θέλουσι λέγειν. ἄλλοι δὲ ἐξ αὐτῶν καὶ τὸ ὁμοιοούσιον παρεξέβαλον.

οδ´. Πνευματομάχοι. οὗτοι περὶ μὲν Χριστοῦ καλῶς ἔχουσι, τὸ δὲ πνεῦμα τὸ ἅγιον βλασφημοῦσι, κτιστὸν αὐτὸ ὁριζόμενοι καὶ οὐκ ὂν ἐκ τῆς θεότητος, μᾶλλον δὲ καταχρηστικῶς δι’ ἐνέργειαν κεκτίσθαι, ἁγιαστικὴν αὐτὸ δύναμιν φάσκοντες εἶναι μόνον.

οε´. Ἀεριανοί. οὗτος ὁ Ἀέριος ἀπὸ Πόντου ὡρμᾶτο. ἔτι δὲ δεῦρο περίεστι πειρασμὸς τῷ βίῳ. πρεσβύτερος οὗτος ἦν τοῦ ἐπισκόπου Εὐσταθίου τοῦ ἐν Ἀρειανοῖς διαβληθέντος. καὶ ἐπειδὴ αὐτὸς Ἀέριος οὐ κατεστάθη ἐπίσκοπος, πολλὰ κατὰ τῆς ἐκκλησίας ἐδογμάτισε, τῇ μὲν πίστει ὢν Ἀρειανὸς τελειότατος, περιττότερον δὲ δογματίζει. μὴ δεῖν φησι προσφέρειν ὑπὲρ τῶν προκεκοιμημένων, νηστεύειν δὲ τετράδα καὶ προσάββατον καὶ τεσσαρακοστὴν καὶ Πάσχα κωλύει· ἀποταξίαν κηρύσσει, σαρκοφαγίαις δὲ παντοίαις κέχρηται καὶ τρυφαῖς ἀδεῶς. εἰ δέ τις τῶν αὐτοῦ βούλοιτο νηστεύειν, μὴ ἐν ἡμέραις τεταγμέναις, φησίν, ἀλλ’ ὅτε βούλεται· οὐ γὰρ εἶ ὑπὸ νόμον. φάσκει δὲ μηδὲν εἶναι διαφορώτερον ἐπίσκοπον πρεσβυτέρου.

οϚ´. Ἀετιανοὶ οἱ ἀπὸ Ἀετίου τοῦ Κίλικος, διακόνου γενομένου ὑπὸ Γεωργίου τοῦ τῶν Ἀρειανῶν ἐπισκόπου τῆς Ἀλεξανδρείας, οἱ καὶ Ἀνόμοιοι καλούμενοι, παρά τισι δὲ Εὐνομιανοί, δι’ Εὐνόμιόν τινα μαθητὴν τοῦ Ἀετίου γενόμενον καὶ ἔτι περιόντα. σὺν αὐτοῖς δὲ ἦν καὶ Εὐδόξιος ἀρειανίζων, ἀλλὰ δῆθεν διὰ τὸν πρὸς τὸν βασιλέα Κωνστάντιον φόβον ἀφώρισεν ἑαυτὸν καὶ μόνος Ἀέτιος ἐξωρίσθη. ἔμεινε δὲ Εὐδόξιος ἀρειανίζων, οὐ μέντοι γε κατὰ τὸν Ἀέτιον οὗτοι οἷ Ἀνόμοιοι. οἱ καὶ Ἀετιανοί, παντάπασι Χριστὸν καὶ τὸ ἅγιον πνεῦμα ἀπαλλοτριοῦσι θεοῦ, κτιστὸν αὐτὸν διαβεβαιούμενοι, καὶ οὐδὲ ὁμοιότητά τινα ἔχειν λέγουσιν. ἐκ συλλογισμῶν γὰρ καὶ Ἀριστοτελικῶν καὶ γεωμετρικῶν τὸν θεὸν παριστᾶν βούλονται, καὶ Χριστὸν δῆθεν μὴ δύνασθαι εἶναι ἐκ θεοῦ διὰ τοιούτων τρόπων <ὁρίζονται>. οἱ δὲ ἀπ’ αὐτοῦ Εὐνομιανοὶ καλούμενοι ἀναβαπτίζουσι πάντας τοὺς πρὸς αὐτοὺς ἐρχομένους, οὐ μόνον δέ, ἀλλὰ καὶ τοὺς ἀπὸ Ἀρειανῶν <ἐρχομένους>· βαπτίζουσι δὲ κατὰ κεφαλῆς ἄνω τοὺς πόδας στρέφοντες τῶν βαπτιζομένων, ὡς πολὺς ᾄδεται λόγος. τὸ δὲ σφαλῆναί τινα ἐν πορνείᾳ ἢ ἑτέρᾳ ἁμαρτίᾳ οὐδὲν εἶναί φασιν. οὐδὲν γὰρ ζητεῖ ὁ θεὸς ἀλλὰ τὸ εἶναί τινα ἐν ταύτῃ μόνῃ τῇ αὐτῶν νομιζομένῃ πίστει.

Αὗται δέ εἰσιν ὁμοίως καὶ αἱ τοῦ τρίτου βιβλίου τοῦ πρώτου τόμου, ἕκτου δὲ ὄντος κατὰ τὴν ἀκολουθίαν, αἱρέσεις ἑπτά.

Τάδε ἔνεστι καὶ ἐν τῷ δευτέρῳ τόμῳ τοῦ αὐτοῦ τρίτου βιβλίου,
ἑβδόμῳ δὲ ὄντι καθ’ ἣν εἴπομεν τῶν τόμων τοῦ ἀριθμοῦ διαίρεσιν,
ὅς ἐστι τόμος ἕβδομος καὶ τέλος τῆς πραγματείας πάσης,
ἐν ᾧ εἰσιν αἱρέσεις τέσσαρες·

<οζ´>. Διμοιρῖται, οἱ καὶ Ἀπολιναρῖται, οἱ μὴ τελείαν τὴν Χριστοῦ ἐνανθρώπησιν ὁμολογοῦντες· ὧν τινες ὁμοούσιον τὸ σῶμα τῇ θεότητί ποτε ἐτόλμησαν λέγειν, τινὲς δέ ποτε ψυχὴν αὐτὸν εἰληφέναι ἠρνοῦντο, τινὲς δὲ διὰ τοῦ ῥητοῦ τοῦ «ὁ λόγος σὰρξ ἐγένετο» ἐπερειδόμενοι ἠρνοῦντο ἀπὸ κτιστῆς σαρκὸς τουτέστι Μαρίας τὸ κατὰ σάρκα αὐτὸν εἰληφέναι. μόνον δὲ φιλονείκως ἔλεγον τὸν λόγον σάρκα γεγενῆσθαι, εἰς ὕστερον δέ, τί διανοούμενοι οὐκ οἶδα εἰπεῖν, νοῦν αὐτόν φασι μὴ εἰληφέναι.

<οη´>. Ἀντιδικομαριαμῖται, οἱ τὴν ἁγίαν Μαρίαν τὴν ἀειπάρθενον μετὰ τὸ τὸν σωτῆρα γεγεννηκέναι τῷ Ἰωσὴφ συνῆφθαι λέγοντες.

<οθ´>. Κολλυριδιανοί, οἱ εἰς ὄνομα τῆς αὐτῆς Μαρίας ἐν ἡμέρᾳ τινὶ τοῦ ἔτους ἀποτεταγμένῃ κολλυρίδα τινὰ προσφέροντες, οἷς ἐπεθέμεθα ὄνομα τῇ πράξει αὐτῶν ἀκόλουθον, Κολλυριδιανοὺς αὐτοὺς ὀνομάσαντες.

<π´>. Μασσαλιανοί, οὕτως <ὀνομαζόμενοι> ἑρμηνευόμενοι συνάπτονται δὲ τούτοις καὶ τῶν ἀπὸ Ἑλλήνων ἐπιτετηδευμένων αἱρέσεων οὗτοι οἱ λεγόμενοι Εὐφημῖται καὶ Μαρτυριανοὶ καὶ Σατανιανοί.

Αὕτη καὶ ἡ τοῦ ἑβδόμου τόμου ἀνακεφαλαίωσις καὶ τέλος τῶν τριῶν βιβλίων. ὁμοῦ δὲ αἱ πᾶσαι αἱρέσεις π´. ἐν αὐτῷ δὲ τῷ τέλει τοῦ τρίτου βιβλίου, ἑβδόμου δὲ τόμου ἐν ὑστέρῳ ἡ πίστις τῆς καθολικῆς ἐκκλησίας καὶ ἀπολογία ὑπὲρ ἀληθείας καὶ κήρυγμα τοῦ εὐαγγελίου Χριστοῦ καὶ χαρακτὴρ τῆς καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας τῆς ἀπ’ αἰῶνος οὔσης, κατὰ δὲ διαδοχὴν χρόνων φανερώτατα ἐν τῇ τοῦ Χριστοῦ ἐνσάρκῳ παρουσίᾳ ἀποκαλυφθείσης.