Homiliae - Greek

Κλημεντος των Πετρου επιδημιων κηρυγματων επιτομη

I. Ἐγὼ Κλήμης, Ῥωμαίων πολίτης ὤν, καὶ τὴν πρώτην ἡλικίαν σωφρόνως ζῆσαι δεδύνημαι, τῆς ἐννοίας μου ἐκ παιδὸς ἀπασχολούσης τὴν ἐν ἐμοὶ ἐπιθυμίαν εἴς τε ἀθυμίας καὶ πόνους. συνῆν γάρ μοι λογισμός (οὐκ οἶδα πόθεν τὴν ἀρχὴν λαβών) περὶ θανάτου, πυκνὰς ποιούμενος ὑπομνήσεις ὅτι ἄρα θανὼν οὐκ εἰμὶ καὶ οὐδὲ μνήμην τις ποιήσει μού ποτε, τοῦ ἀπείρου χρόνου πάντων τὰ πάντα εἰς λήθην φέροντος – ἔσομαι δὲ οὐκ ὤν, οὐκ ὄντας εἰδώς, οὐ γινώσκων, οὐ γινωσκόμενος, οὐ γεγονώς, οὐ γινόμενος – καὶ ἆρά ποτε γέγονεν ὁ κόσμος καὶ πρὸ τοῦ γενέσθαι τί ἄρα ἦν (εἰ γὰρ ἦν αἰεί, καὶ ἔσται· εἰ δὲ γέγονεν, καὶ λυθήσεται) καὶ μετὰ λύσιν τί ἄρα ἔσται πάλιν, εἰ μὴ τάχα σιγὴ καὶ λήθη; ἢ καὶ τάχα ἔσται τι ὃ νῦν νοῆσαι οὐ δυνατόν.  II. ταῦτά τε καὶ τὰ τούτοις ὅμοια οὐκ οἶδα πόθεν ἀπαύστως ἐνθυμούμενος ὀδυνηρὰν εἶχον λύπην τοσοῦτον ὡς ὠχριακότα με τήκεσθαι· καὶ τὸ δεινότατον, εἴ ποτε ἀπώσασθαι τὴν φροντίδα ὡς ἀνωφελῆ ἐβουλευσάμην, ἀκμαιότερόν μοι μᾶλλον τὸ πάθος ἐγίνετο. καὶ ἠχθόμην ἐπὶ τούτῳ, οὐκ εἰδὼς σύνοικον καλὴν ἔχων ἔννοιαν, ἀθανασίας ἀγαθὴν αἰτίαν μοι γενομένην, ὡς ὕστερον τῇ πείρᾳ ἐπέγνων καὶ θεῷ τῷ πάντων δεσπότῃ ηὐχαρίστησα. ὑπὸ γὰρ τῆς κατ’ ἀρχὰς θλιβούσης με ἐννοίας εἰς τὴν τῶν πραγμάτων ζήτησιν καὶ εὕρεσιν ἠναγκάσθην ἐλθεῖν· καὶ τότε ἐταλάνιζον οὓς τὴν ἀρχὴν διὰ ἄγνοιαν μακαρίζειν ἐκινδύνευον.  III. ἐκ παιδὸς οὖν ἡλικίας ὢν ἐν τοιούτοις λογισμοῖς, χάριν τοῦ μαθεῖν τι βέβαιον εἰς τὰς τῶν φιλοσόφων ἐφοίτων διατριβάς. καὶ οὐθὲν ἕτερον ἑώρων ἢ δογμάτων ἀνασκευὰς καὶ κατασκευὰς καὶ ἔρεις καὶ φιλονεικίας καὶ συλλογισμῶν τέχνας καὶ λημμάτων ἐπινοίας. καὶ ὁτὲ μὲν ἐπεκράτει (φέρε λέγειν) ὅτι ἀθάνατος ἡ ψυχή, ὁτὲ δὲ ὅτι θνητή. εἴ ποτε οὖν ἐπεκράτει λόγος ὅτι ἀθάνατος, ἔχαιρον· ὁπότε δὲ ὅτι θνητή, ἐλυπούμην. πλεῖον δὲ ἠθύμουν ὅτι οὐδ’ ὁπότερον εἰς τὸν ἐμὸν βεβαιῶσαι νοῦν ἠδυνάμην. πλὴν συνενόουν ὅτι αἱ δόξαι τῶν ὑποθέσεων παρὰ τοὺς ἐκδικοῦντας ψευδεῖς ἢ ἀληθεῖς ὑπολαμβάνονται καὶ οὐχ ὡς ἔχουσιν ἀληθείας φαίνονται. ἐπιστήσας οὖν ἤδη ποτὲ ὅτι οὐ παρὰ τὰς ἐκδικουμένας ὑποθέσεις ἡ κατάληψις γίνεται, ἀλλὰ παρὰ τοὺς ἐκδικοῦντας αἱ δόξαι ἀποφαίνονται, ἔτι μᾶλλον ἰλιγγίων ἐν τοῖς πράγμασιν. διὸ ἐκ τοῦ τῆς ψυχῆς βάθους ἐστέναζον· οὔτε γάρ τι βεβαιῶσαι οἷός τ’ ἤμην οὐδὲ τὴν τῶν τοιούτων φροντίδα ἀποσείσασθαι ἐδυνάμην, καίπερ βουλόμενος, ὡς φθάσας εἶπον· ὅτι ἐμαυτῷ πυκνότερον ἡσυχάζειν ἐπιτάσσοντος, οὐκ οἶδ’ ὅπως λανθανόντως μεθ’ ἡδονῆς ὁ τῶν τοιούτων μοι εἰσήρχετο λογισμός.  IV. καὶ πάλιν ἀπορούμενος ἔλεγον ἐμαυτῷ· Τί ματαιοπονῶ; σαφοῦς ὄντος τοῦ πράγματος ὅτι εἰ μὲν θανὼν οὐκ εἰμί, νῦν ὄντα με λυπεῖσθαι οὐ προσῆκεν. διὸ τηρήσω τὸ λυπεῖσθαι εἰς τὴν τότε, ὅτε οὐκ ὢν οὐ λυπηθήσομαι. εἰ δ’ ἄρα εἰμί τι, νῦν ἐκ περισσοῦ μοι πρόσεστιν τὸ λυπεῖσθαι. καὶ εὐθέως μετὰ τοῦτο ἕτερός με εἰσῄει λογισμός· ἔλεγον γάρ· Μήτι γε τοῦ νῦν με λυποῦντος ἐκεῖ χεῖρον παθεῖν ἔχω, μὴ βεβιωκὼς εὐσεβῶς, καὶ παραδοθήσομαι κατ’ ἐνίων φιλοσόφων λόγους Πυριφλεγέθοντι καὶ Ταρτάρῳ ὡς Σίσυφος ἢ Τιτυὸς ἢ Ἰξίων ἢ Τάνταλος, καὶ ἔσομαι ἐν ᾅδου τὸν αἰῶνα κολαζόμενος. πάλιν τε ἀνθυπέφερον λέγων· Ἀλλ’ οὐκ ἔστιν ταῦτα. καὶ πάλιν ἔλεγον· Εἰ δὲ ἔστιν; ἀδήλου οὖν ὄντος τοῦ πράγματος, ἔλεγον, ἀκινδυνότερόν ἐστιν μᾶλλον εὐσεβῶς βιῶσαί με. καὶ πάλιν· Πῶς δυνήσομαι, τοῦ δικαίου χάριν εἰς ἄδηλον ἐλπίδα ἀφορῶν, τῶν τοῦ σώματος κρατεῖν ἡδονῶν; ἀλλ’ οὐδὲ τί ποτέ ἐστιν δίκαιον ἀρέσκον θεῷ πεπληροφόρημαι οὔτε εἰ ἡ ψυχὴ ἀθάνατος ἢ θνητὴ γινώσκω οὔτε τίς λόγος βέβαιος εὑρίσκεται, οὔτε τῶν τοιούτων λογισμῶν ἡσυχάζειν δύναμαι. τί οὖν χρὴ ποιεῖν ἢ τοῦτο;  V. εἰς Αἴγυπτον πορεύσομαι καὶ τοῖς τῶν ἀδύτων ἱεροφάνταις τε καὶ προφήταις φιλιωθήσομαι καὶ μάγον ζητήσας καὶ εὑρὼν χρήμασι πολλοῖς πείσω, ὅπως ψυχῆς ἀναπομπήν, τὴν λεγομένην νεκρομαντείαν, ποιήσῃ, ἐμοῦ ὡς περὶ πράγματός τινος πυνθανομένου· ἡ δὲ πεῦσις ἔσται περὶ τοῦ μαθεῖν εἰ ἀθάνατος ἡ ψυχή. ἡ δὲ τῆς ψυχῆς ἀπόκρισις, ὅτι ἀθάνατός ἐστιν, οὐκ ἐκ τοῦ λαλῆσαι ἢ καὶ ἀκοῦσαι ἔσται μοι γνῶναι, ἀλλ’ ἐκ τοῦ ὀφθῆναι μόνον, ἵνα αὐτοῖς ὀφθαλμοῖς ἰδὼν αὐτὴν αὐτάρκη καὶ ἱκανὴν ἀπόφασιν ἔχω ἐκ τοῦ μόνον φανῆναι ὅτι ἔστιν· καὶ οὐκέτι δυνήσεται τὰ τῶν ὀφθαλμῶν ἴδια τὰ τῆς ἀκοῆς ἀνατρέψαι ἄδηλα ῥήματα. ὅμως καὶ αὐτὴν ταύτην τὴν σκέψιν ἀντέβαλλόν τινι συνήθει φιλοσόφῳ, ὃς συνεβούλευέν μοι τοῦτο μὴ τολμᾶν κατὰ πολλοὺς τρόπους. εἴτε γὰρ οὐκ εἰσακούσεται, φησίν, ἡ ψυχὴ τῷ μάγῳ, σὺ τοῖς ταῦτα ποιεῖν ἀπαγορεύουσι νόμοις ὡς ἀντιπράξας δυσσυνειδήτως βιώσεις· εἰ δὲ ἐπακούσεται, μετὰ τοῦ δυσσυνειδήτως σε βιοῦν οἶμαι τὰ τῆς εὐσεβείας σοι μηκέτι προχωρεῖν, οὗ εἵνεκεν καὶ ἐτόλμησας· ἐχθραίνειν γὰρ τὸ θεῖον λέγουσιν ἐπὶ τοῖς τῇ λύσει θανόντων σωμάτων σκύλλουσιν τὰς ψυχάς. ἐγὼ δὲ ταῦτα ἀκούσας ὀκνηρότερος μὲν πρὸς τὸ τοιοῦτον ἐγχειρῆσαι ἐγενόμην, τῆς δὲ ἀπ’ ἀρχῆς μου οὐκ ἐπαυσάμην βουλῆς, ἀλλ’ ὡς ἐμποδισθεὶς τὴν ὁρμὴν ἠθύμουν.

VI. Καὶ ἵνα μή σοι τὰ τοιαῦτα μακρῷ διηγήσωμαι λόγῳ, ἐν τοσούτοις λογισμοῖς καὶ πράγμασιν ὄντος μου φήμη τις ἠρέμα ἐπὶ τῆς Τιβερίου Καίσαρος βασιλείας ἐξ ἐαρινῆς τροπῆς τὴν ἀρχὴν λαμβάνουσα ηὔξανεν ἑκάστοτε καὶ ὡς ἀληθῶς ἀγαθὴ θεοῦ ἄγγελος διέτρεχε τὸν κόσμον, τὸ τοῦ θεοῦ βούλημα σιγᾶν στέγειν μὴ δυναμένη. ἑκάστοτε οὖν πλείων καὶ μείζων ἐγίνετο, λέγουσα ὥς τίς ποτε ἐν Ἰουδαίᾳ, ἐξ ἐαρινῆς τροπῆς λαβὼν τὴν ἀρχήν, Ἰουδαίοις τὴν τοῦ ἀιδίου θεοῦ εὐαγγελίζεται βασιλείαν, ἧς ἀπολαύειν λέγει ἐάν τις αὐτῶν προκατορθώσῃ τὴν πολιτείαν· τοῦ δὲ πιστεύεσθαι αὐτὸν χάριν ὅτι θειότητος γέμων ταῦτα πνέει, πολλὰ θαυμάσια σημεῖά τε καὶ τέρατα διαπράττεται κελεύσει μόνῃ, ὡς παρὰ θεοῦ εἰληφὼς τὴν ἐξουσίαν· κωφοὺς γὰρ ποιεῖ ἀκούειν, τυφλοὺς ἀναβλέπειν, κυλλοὺς χωλοὺς ὀρθοῖ, πᾶσαν νόσον ἀπελαύνει, πάντα δαίμονα φυγαδεύει. ἀλλὰ καὶ λεπροὶ [ψωροὶ] ἐκ διαστήματος μόνον ἐνορῶντες αὐτῷ ἰώμενοι ἀπαλλάσσονται. νεκροὶ δὲ προσφερόμενοι ἐγείρονται, καὶ οὐδέν ἐστιν ὃ ἀδυνατεῖ ποιεῖν. καὶ ὅσῳ γε μᾶλλον ὁ χρόνος προέκοπτεν, πολὺ μείζων διὰ πλειόνων τῶν ἐπιδημούντων <καὶ> βεβαιοτέρα ἐγίνετο οὐκέτι φήμη λέγω, ἀλλὰ τοῦ πράγματος ἡ ἀλήθεια· ἤδη γάρ ποτε καὶ συστήματα κατὰ τόπους ἐγίνετο βουλῆς καὶ σκέψεως τοῦ τίς ἂν εἴη ὁ φανεὶς καὶ τί βούλεται λέγειν.  VII. καὶ δή ποτέ τις πρὸς αὐτῷ τῷ ἔτει ἐν φθινοπωρινῇ τροπῇ δημοσίᾳ στὰς ἐβόα λέγων· Ἄνδρες Ῥωμαῖοι, ἀκούσατε· ὁ τοῦ θεοῦ υἱὸς ἐν Ἰουδαίᾳ πάρεστιν, ἐπαγγελλόμενος πᾶσιν τοῖς βουλομένοις ζωὴν αἰώνιον, ἐὰν [τὰ] κατὰ γνώμην τοῦ πέμψαντος αὐτὸν πατρὸς βιώσωσιν. διὸ μεταβάλλεσθε τὸν τρόπον ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττονα, ἀπὸ τῶν προσκαίρων ἐπὶ τὰ αἰώνια· γνῶτε ἕνα θεὸν εἶναι τὸν ἐπουράνιον, οὗ τὸν κόσμον ἀδίκως οἰκεῖτε ἔμπροσθεν τῶν αὐτοῦ δικαίων ὀφθαλμῶν. ἀλλ’ ἐὰν μεταβάλησθε καὶ κατὰ τὴν αὐτοῦ βούλησιν βιώσητε, εἰς ἕτερον αἰῶνα ἐνεχθέντες καὶ ἀίδιοι γενόμενοι τῶν ἀπορρήτων αὐτοῦ ἀγαθῶν ἀπολαύσετε· ἐὰν δὲ ἀπειθήσητε, αἱ ψυχαὶ ὑμῶν μετὰ τὴν τοῦ σώματος λύσιν εἰς τὸν τόπον τοῦ πυρὸς βληθήσονται, ὅπου ἀιδίως κολαζόμεναι ἀνωφέλητα μετανοήσουσιν· ὁ γὰρ τῆς μετανοίας καιρὸς ἡ νῦν ἑκάστου ζωὴ τυγχάνει. ἐγὼ μὲν οὖν ταῦτα ἀκούων ἠχθόμην ὅτι οὐδεὶς ἐκ τοσούτων ὄχλων τηλικαύτην ἀγγελίαν ἀκούσας εἴρηκεν· Εἰς Ἰουδαίαν πορεύσομαι, ἵνα ἴδω εἰ ταῦθ’ οὗτος λέγων ἀληθεύει ὡς ὅτι υἱὸς θεοῦ ἐπιδεδήμηκεν τῇ Ἰουδαίᾳ, ἀγαθῆς καὶ αἰωνίας ἐλπίδος χάριν τὴν τοῦ ἀποστείλαντος πατρὸς βούλησιν ἐκφαίνων. καὶ ὅπερ λέγουσιν αὐτὸν κηρύσσειν, οὐκ ἔστιν μικρόν· ὧν μὲν γὰρ τὰς ψυχὰς διαβεβαιοῦται αἰωνίους οὔσας αἰωνίων ἀπολαύσειν ἀγαθῶν, ὧν δὲ ἐν πυρὶ ἀσβέστῳ ῥιφείσας τὸν αἰῶνα κολασθήσεσθαι.

VIII. Ταῦτ’ ἐγὼ λέγων περὶ ἄλλων καὶ ἐμαυτῷ ὡμίλησα λέγων· Τί ἄλλους μέμφομαι, ἐν τῷ αὐτῷ τῆς ἀμελείας ὑπάρχων ἐγκλήματι; ἀλλ’ εἰς Ἰουδαίαν ὁρμήσω, πρότερον τὸν ἐμὸν διαθεὶς βίον. καὶ δὴ οὕτως βουλευσαμένου μου πολὺς ὁ τῆς παρολκῆς ἐγενήθη χρόνος, τῶν βιωτικῶν πραγμάτων δυσεκλύτων ὄντων. πέρας γοῦν συννοήσας ὡδίποτε τὴν τοῦ βίου φύσιν ὅτι ἐλπίδι † ἐκπλοκῶν τοὺς σπεύδοντας ἐνεδρεύει, οὐ μὴν ἀλλὰ καὶ ὅν ποτε † εἰσεκλάπην χρόνον ἐλπίσιν δονούμενος, καὶ ὅτι οὕτως ἀσχολούμενοι οἱ ἄνθρωποι ἀποθνῄσκομεν, τὰ πάντα μου ὡς ἔτυχεν ἀφεὶς εἰς Πόρτον ὥρμησα, καὶ εἰς λιμένα ἐλθὼν καὶ ἀναχθεὶς ἀνέμων ἔχθραις ἀντὶ τοῦ εἰς Ἰουδαίαν εἰς Ἀλεξάνδρειαν ἠνέχθην. καὶ ἀνέμων ἀπορίᾳ ἐπισχεθεὶς ἐκεῖ συνεφοίτων τοῖς φιλοσόφοις καὶ [τὰ] τῆς φήμης μετὰ τοῦ ἐν Ῥώμῃ φανέντος ἔλεγον τοὺς λόγους. οἱ δ’ ἀπεκρίναντο ὅτι <τὸν> μὲν ἐν Ῥώμῃ φανέντα οὐκ ἴσμεν, περὶ δὲ τοῦ ἐν Ἰουδαίᾳ γενομένου καὶ υἱοῦ θεοῦ ὑπὸ τῆς φήμης λεγομένου καὶ παρὰ πολλῶν τῶν κἀκεῖθεν ἐληλυθότων ἠκούσαμεν καὶ περὶ πάντων ὧν λαλῶν ἐποίει θαυμασίων ἐμάθομεν. ἐμοῦ δὲ εἰπόντος·  IX. Ἤθελόν τινι συντυχεῖν τῶν ἑωρακότων αὐτόν, εὐθὺς ἦγόν με λέγοντες· Ἔστιν τις ἐνταῦθα οὐ μόνον ἱστορήσας αὐτόν, ἀλλὰ καὶ τῆς ἐκεῖθεν γῆς ὑπάρχων, ἀνὴρ Ἑβραῖος, ὀνόματι Βαρνάβας, ὃς καὶ ἕνα τῶν αὐτοῦ μαθητῶν ἑαυτὸν εἶναι λέγει καὶ ἐνταῦθά που καθεζόμενος τῆς ἐκείνου ὑποσχέσεως τοὺς λόγους τοῖς βουλομένοις ἑτοίμως λέγει. καὶ δὴ συνῆλθον αὐτοῖς. καὶ ἐλθών, σὺν τῷ παρεστῶτι ὄχλῳ ἔστην ἐπακούων τῶν λόγων, καὶ συνενόουν τἀληθῆ οὐ διαλεκτικῇ τέχνῃ λέγοντα, ἀλλὰ ἀκάκως καὶ ἀπαρασκευάστως ἐκτιθέμενον ἅ τε ἤκουσεν καὶ ἑώρακεν τὸν τοῦ θεοῦ φανέντα υἱὸν πεποιηκέναι τε καὶ εἰρηκέναι· πολλοὺς δὲ μάρτυρας τῶν ὑπ’ αὐτοῦ λεγομένων θαυμασίων τε καὶ λόγων καὶ ἐξ αὐτοῦ τοῦ παρεστῶτος ὄχλου παρεῖχεν.  X. ἐπειδὴ δὲ πρὸς τὰ ἀπανούργως λεγόμενα ἡδέως οἱ ὄχλοι διετίθεντο, οἱ ἐκ παιδείας κοσμικῆς ὁρμώμενοι φιλόσοφοι γελᾶν αὐτὸν καὶ χλευάζειν ἐπεβάλλοντο, σκώπτοντες καὶ διασύροντες θράσει ἀμέτρῳ, ὡς μεγάλοις ὅπλοις κεχρημένοι τοῖς συλλογισμοῖς. ὁ δὲ ἀπωθούμενος αὐτῶν τὸν λῆρον οὐ συνέτρεχεν αὐτῶν τῇ πανούργῳ πεύσει, ἀλλὰ ἀκαταπλήκτως ὧν ἔλεγεν οὐκ ἀφίστατο. καί ποτέ τις αὐτοῦ ἐπύθετο διὰ τί κώνωψ ἐγένετο καὶ βραχύτατον ὄν, ἓξ πόδας ἔχον ἔχει καὶ πτερά, ἐλέφας δέ, τὸ μέγιστον τῶν ζῴων, ἄπτερος ὢν τέσσαρας μόνους ἔχει πόδας. ὁ δὲ μετὰ τὴν πεῦσιν τὸν ἐμποδισθέντα ἀναλαβὼν λόγον, ὡς πρὸς τὴν πεῦσιν ἀποκρινάμενος τὸν αὐτῷ ἀπ’ ἀρχῆς προκείμενον ἀνελάμβανεν λόγον τούτῳ μόνῳ προοιμίῳ χρώμενος καθ’ ἑκάστην ἐνκοπήν· Ἡμεῖς τοῦ πέμψαντος ἡμᾶς τοὺς λόγους καὶ τὰς θαυμασίους πράξεις εἰπεῖν ὑμῖν μόνον ἔχομεν ἐντολήν, καὶ ἀντὶ τῆς λογικῆς ἀποδείξεως μάρτυρας παρέχομεν ὑμῖν τῶν ἐξ ὑμῶν παρεστώτων πολλούς, ὧν ἐγὼ τὰ εἴδη μέμνημαι ὡς ἐμψύχους εἰκόνας ἱκανὰς μαρτυρίας. λοιπὸν τῆς ὑμετέρας ἐστὶν ἐξουσίας ὑπείκειν ἢ ἀπειθεῖν. τοῦ δὲ λέγειν ὑμῖν τὸ συμφέρον οὐ παύσομαι, ὅτι ἐμοὶ μὲν ζημία τὸ σιωπᾶν, ὑμῖν δὲ τὸ ἀπειθεῖν βλάβη. ἀλλὰ καὶ τῶν εἰκαίων ὑμῶν προβλημάτων τὰς ἀποδείξεις ἀποδοῦναι ἐδυνάμην, εἰ φιλαλήθως ἐπυνθάνεσθε. κώνωπος δὲ καὶ ἐλέφαντος τὴν αἰτίαν τῆς διαφόρου δημιουργίας νῦν ὑμῖν εἰπεῖν οὐκ ἔστιν εὔκαιρον τοῖς τὸν τῶν ὅλων ἀγνοοῦσι θεόν.

XI. Ταῦτα αὐτοῦ λέγοντος, ὡς ἐκ συμφωνίας ἄτακτον ἠφίεσαν γέλωτα, κατασιωπᾶν καὶ ἀπορεῖν αὐτὸν πειρώμενοι ὡς βάρβαρόν τινα δαιμονῶντα. ἐγὼ δὲ ταῦτα ὁρῶν, ζήλῳ οὐκ οἶδ’ ὅπως ληφθεὶς εὐσεβεῖ θυμῷ τοῦ λοιποῦ σιγᾶν οὐκ ἐκαρτέρουν, ἀλλὰ μετὰ παρρησίας ἐβόων λέγων· Εὐλόγως ὁ θεὸς ὑμῖν ἀκατάληπτον τὴν αὐτοῦ βούλησιν ἔθετο, ἀναξίους προϊδὼν ὡς ἐκ τῶν νῦν τοὺς κριτικὸν νοῦν ἔχοντας πληροφορῶν φαίνεται. ἐπεὶ γὰρ νῦν τῆς αὐτοῦ βουλήσεως κήρυκες ἐξαπεστάλησαν, οὐ γραμματικὴν ἐπαγγελλόμενοι τέχνην, ἀλλὰ ἁπλοῖς καὶ ἀπανούργοις λόγοις τὴν αὐτοῦ βούλησιν ἐκφαίνοντες, ὡς πάνθ’ ὁντιναοῦν ἀκούσαντα νοεῖν τὰ λεγόμενα, καὶ οὐ μετὰ ἕξεώς τινος φθονερᾶς παρέχειν πᾶσιν ἑαυτὴν μὴ βουλομένης· πάρεστε ὑμεῖς πρὸς τῷ μὴ νοεῖν τὸ ὑμῖν συμφέρον ἐπὶ τῇ ὑμετέρᾳ βλάβῃ γελᾶν τὴν εἰς τὴν ὑμετέραν καταδίκην ἐν βαρβάροις πολιτευσαμένην ἀλήθειαν, ἣν καὶ ὑμῖν ἐπιδημήσασαν ξενίσαι οὐ βούλεσθε διὰ τὰς ἀσελγείας ὑμῶν καὶ τὸ λιτὸν τῶν λόγων αὐτῆς, ἵνα μὴ ἐλεγχθῆτε ὅτι εἰκῆ φιλόλογοί ἐστε καὶ οὐ φιλαλήθεις φιλόσοφοι. μέχρι μὲν οὖν πότε λαλεῖν μανθάνετε οἱ τὸ λαλεῖν οὐκ ἔχοντες; πολλὰ γὰρ παρ’ ὑμῶν ῥήματα ἑνὸς οὐκ ἄξια λόγου. τί ἄρα ἐρεῖ ὑμῶν τὸ ἑλληνικὸν πλῆθος μία ψυχὴ γενόμενον, εἴπερ ἔσται κρίσις, ὡς οὗτος λέγει; Διὰ τί, ὦ θεέ, τὴν σὴν βούλησιν οὐκ ἐκήρυξας ἡμῖν; οὐ πάντως ἀκούσεσθε (εἴπερ ἀποκρίσεως καταξιωθήσεσθε) τάδε· Ἐγὼ πάσας τὰς ἐσομένας πρὸ καταβολῆς κόσμου εἰδὼς προαιρέσεις, ἑκάστῳ πρὸς τὸ αὐτοῦ ἄξιον λανθανόντως προαπήντησα· τοῦτο δὲ αὐτὸ ὅτι οὕτως ἔχει βουληθεὶς τοὺς προσπεφευγότας μοι πληροφορῆσαι διὰ τί ἀπ’ ἀρχῆς ἐκ προτέρων γενεῶν τὴν ἐμὴν βούλησιν δημοσίᾳ οὐκ εἴασα κηρυχθῆναι, νῦν πρὸς τῷ τέλει τοῦ βίου κήρυκας ἐμῆς βουλῆς ἀπέστειλα, οἳ καὶ γελῶνται καὶ ὑβριζόμενοι χλευάζονται ὑπὸ τῶν μηδὲν ὠφελεῖσθαι θελόντων καὶ ἐπιτεταμένως τὴν ἐμὴν φιλίαν παραιτησαμένων. ὢ μεγάλης ἀδικίας· μέχρι φόνου κινδυνεύουσιν κήρυκες, καὶ ταῦτα ὑπὸ τῶν εἰς σωτηρίαν καλουμένων ἀνδρῶν.  XII. τοῦτο δὲ τὸ ἀδίκως γινόμενον κατὰ τῶν ἐμῶν κηρύκων ἀπ’ ἀρχῆς ἂν εἰς πάντας ἐγίνετο, εἴπερ ἀπ’ ἀρχῆς εἰς σωτηρίαν ἐκαλοῦντο οἱ ἀνάξιοι. τὸ γὰρ νῦν γινόμενον ὑπ’ αὐτῶν ἀδίκως εἰς ἀπολογίαν τῆς ἐμῆς δικαίας γίνεται προνοίας, ὅτι καλῶς τὸν τιμῆς ἄξιον λόγον ἀπ’ ἀρχῆς δημοσίᾳ εἰς ὕβριν θεῖναι οὐκ ἐβουλήθην ἀνωφελῶς, ἀλλὰ σιγᾶσθαι αὐτὸν ὡς τίμιον ἐβουλευσάμην, οὐκ ἀπὸ τῶν ἀπ’ ἀρχῆς ἀξίων (οἷς καὶ μετέδωκα), ἀλλὰ ἀπὸ τούτων καὶ τῶν τοιούτων (ὡς ὁρᾶτε) ἀναξίων, τῶν ἐμὲ μισούντων καὶ ἑαυτοὺς φιλεῖν μὴ βουλομένων. καὶ νῦν γε παρέντες γελᾶν τὸν ἄνδρα τοῦτον ἐμοῦ πρὸς τὸ τούτου ἐπάγγελμα πυνθάνεσθε ἢ πυνθανομένῳ μοι ὁ βουλόμενος ἀποκρινάσθω, καὶ μὴ ὡς ἀσελγεῖς κύνες ὑλάσσετε, ψόφῳ ἀτάκτῳ βύοντες τῶν σῴζεσθαι θελόντων τὰς ἀκοάς. ἄδικοι καὶ θεοστυγεῖς καὶ τὸν σῴζοντα λογισμὸν εἰς ἀπιστίαν ἀπασχολοῦντες, πῶς συγγνώμης τυχεῖν δυνήσεσθε, τὸν τὴν θειότητα τοῦ θεοῦ ἐπαγγελλόμενον ὑμῖν εἰπεῖν ὑβρίζοντες, καὶ ταῦτα ἄνθρωπον ὃν ἐχρῆν εἰ καὶ μηδὲν ἀληθὲς λέγοντα <διὰ> τὴν ἀγαθὴν αὐτοῦ πρὸς ὑμᾶς ἀποδέξασθαι προαίρεσιν;

XIII. Ταῦτά μου λέγοντος καὶ τὰ τούτοις ἀκόλουθα, πολὺς τῶν ὄχλων ἐγίνετο θρῦλος. καὶ οἱ μὲν ὡς τὸν Βαρνάβαν ἐλεῶντες συνήραντό μοι, οἱ δέ, ἠλίθιοι ὄντες, δεινῶς κατ’ ἐμοῦ ἔβρυχον τοὺς ὀδόντας. ἐπεὶ δὲ ἤδη ποτὲ ἑσπέρα κατειλήφει, τῆς χειρὸς λαβὼν τὸν Βαρνάβαν, μὴ θέλοντα βίᾳ εἰς τὴν ἐμὴν ἦγον οἰκίαν, ἔνθα καὶ μένειν αὐτὸν ἐποίησα, ἵνα μή τις αὐτῷ χεῖρας ἐπιβάλῃ. καὶ ἡμερῶν ὀλίγων διατρίψας καὶ τοῦ ἀληθοῦς λόγου βραχέα κατηχήσας με (ὀλίγον ὡς ἐν ὀλίγαις ἡμέραις), σπεύδειν ἔλεγεν εἰς Ἰουδαίαν τῆς κατὰ τὴν θρησκείαν ἑορτῆς χάριν καὶ τοῦ λοιποῦ τοῖς ἑαυτοῦ ὁμοεθνέσιν συνεῖναι θέλων.  XIV. φανερὸς δ’ ἦν μοι ἀποναρκήσας. ἐμοῦ γὰρ εἰπόντος· Σύ μοι μόνον τοὺς τοῦ φανέντος ἀνδρὸς οὓς ἤκουσας ἐκτίθου λόγους, κἀγὼ τῷ ἐμῷ κοσμήσας λόγῳ τοῦ θεοῦ κηρύξω τὴν βούλησιν καὶ εἶθ’ οὕτως ἐντὸς ὀλίγων ἡμερῶν συνπλεύσω σοι (λίαν γὰρ ποθῶ ἐπὶ τὸν τῆς Ἰουδαίας γενέσθαι τόπον), τάχα δὲ καὶ συνοικήσω ὑμῖν τὸν πάντα μου τῆς ζωῆς βίον – ὁ δὲ ταῦτα ἀκούσας ἀπεκρίνατο· Σὺ εἰ μὲν ἱστορῆσαι τὰ ἡμέτερα καὶ μαθεῖν τὸ συμφέρον θέλεις, ἐξ αὐτῆς μοι σύμπλευσον· ἐπεί γε τὰ σημεῖα τῆς οἰκήσεώς μου καὶ ὧν θέλεις ἐγώ σοι σήμερον ἐρῶ, ἵνα ὅτε βούλει ἐλθὼν ἐπιστῇς ἡμῖν· ἐγὼ γὰρ αὔριον πορεύσομαι ἐπὶ τὰ ἐμαυτοῦ. καὶ δὴ ἀδυσώπητον ἰδὼν συνῆλθον αὐτῷ μέχρι τοῦ λιμένος καὶ μαθὼν παρ’ αὐτοῦ ἅπερ ἔλεγεν σημεῖα τῶν οἰκήσεων, ἔφην αὐτῷ· Εἰ μὴ ὅτι ἀργύριόν τι ἀπαιτῶ ὀφειλόμενόν μοι, ἐξ αὐτῆς ἄν σοι συνέπλεον· πλὴν τάχιόν σε καταλήψομαι. καὶ ταῦτ’ εἰπὼν καὶ παραθέμενος αὐτὸν τοῖς τοῦ πλοίου ἡγουμένοις ὑπέστρεφον λυπούμενος, μεμνημένος τοῦ καλοῦ καὶ συνήθους φίλου.

XV. Ἡμερῶν δὲ διατρίψας καὶ τὸ χρέος οὐχ ὅλον λαβεῖν δυνηθείς, τάχους ἕνεκα ἀμελήσας τοῦ περιλειφθέντος ὡς ἐμποδίου ὄντος, καὶ αὐτὸς εἰς Ἰουδαίαν ἀπέπλευσα καὶ δεκαπέντε ἡμερῶν εἰς Καισάρειαν κατήντησα τὴν Στράτωνος. ἐπιβάντος δέ μου τῆς γῆς καὶ ξενίαν θηρωμένου, ἔμαθον ὅτι Πέτρος τις λεγόμενος, τοῦ ἐν Ἰουδαίᾳ εἰσφανέντος ἀνδρὸς τοῦ σημεῖα καὶ τέρατα πεποιηκότος ὁ δοκιμώτατος ὑπάρχων μαθητής, αὔριον Σίμωνι τῷ ἀπὸ Γιτθῶν Σαμαρεῖ ζήτησιν ποιεῖται λόγων. ἐγὼ δὲ ταῦτα ἀκούσας ἐδεήθην τὴν τούτου μοι μηνυθῆναι μονήν· καὶ ὡς ἔμαθον καὶ τῷ πυλῶνι ἐπέστην, ἀντέβαλλον, τίς τε ὢν καὶ πόθεν ἥκω. καὶ ἰδοὺ Βαρνάβας ἐκβὰς ἅμα τῷ ἰδεῖν περιεπλάκη μοι, πολὺ χαίρων καὶ δακρύων· καὶ λαβόμενός μου τῆς χειρὸς εἰσέφερεν ἔνθα ἦν ὁ Πέτρος, λέγων μοι· Οὗτός ἐστιν Πέτρος, ὃν μέγιστον ἐπὶ τῇ τοῦ θεοῦ σοφίᾳ ἐπηγγελλόμην σοι, ᾧ ἀπαύστως σε ἀντέβαλλον, ὡς εἴσει ἐκ ταὐτομάτου, ὅτι πάντα τὰ κατὰ σὲ καλὰ ὄντα ἀψευδῶς ἀντέβαλλον, ἅμα καὶ τὴν προαίρεσιν ἐξέφανα, ὡς αὐτὸν γλίχεσθαι καὶ ἰδεῖν σε. μέγα οὖν αὐτῷ δῶρόν σε διὰ τῶν ἐμῶν προσφέρω χειρῶν.  XVI. καὶ τοῦτ’ εἰπὼν προσενέγκας ἔφη· Οὗτός ἐστιν Κλήμης, Πέτρε. ὁ δ’ ἀγαθὸς προσπηδήσας ἅμα τῷ ἀκοῦσαι τὸ ὄνομα κατεφίλησεν καὶ καθεσθῆναί με ποιήσας ἐξ αὐτῆς ἔφη· Καλῶς ἐποίησας τὸν τῆς ἀληθείας κήρυκα ξενίσας Βαρνάβαν εἰς τιμὴν τοῦ ὄντως θεοῦ μεγαλοφρόνως, οὐκ αἰδεσθείς, οὐ φοβηθεὶς τὸν τῶν ἀπαιδεύτων ὄχλων θυμόν. μακάριος ἔσῃ. ὡς γὰρ σὺ τὸν τῆς ἀληθείας πρεσβευτὴν ὄντα ἐξένισας πάσῃ τιμῇ, καὶ αὐτή σε ἡ ἀλήθεια ξένον ὄντα τῆς ἰδίας πόλεως καταστήσει πολίτην· καὶ τότε χαρήσῃ μεγάλως ὅτι βραχεῖαν νῦν δανείσας χάριν, προαίρεσιν λόγων καλῶν λέγω, ἀιδίων καὶ ἀναφαιρέτων ἀγαθῶν ἔσῃ κληρονόμος. καὶ μὴ κάμνε ἀντιβάλλειν μοι τὸ σὸν ἦθος· πάντα γὰρ τὰ κατὰ σὲ ὁ ἀψευδὴς ἡμῖν ἀντέβαλεν Βαρνάβας, σχεδὸν καθ’ ἡμέραν τὴν ἀγαθήν σου ποιούμενος μνήμην. καὶ ἵνα σοι ἐν ἐπιτομῇ ὡς γνησίῳ φίλῳ τὸ προκείμενον ἐρῶ, εἰ μή σοί τι ἐμποδίζει, συνόδευσον ἡμῖν, μεταλαμβάνων τῶν τῆς ἀληθείας λόγων, ὧν κατὰ πόλιν ποιεῖσθαι μέλλω μέχρι Ῥώμης αὐτῆς.  XVII. καὶ σὺ δὲ εἴ τι βούλει λέγε. κἀγὼ ἐξεθέμην τὴν ἐξ ἀρχῆς μου προαίρεσιν, καὶ ὡς εἰς ζητήσεις ἀπόρους ἐκενώθην, καὶ πάντα ὅσα σοι τὴν ἀρχὴν προεδήλωσα, [ὡς] ἵνα μὴ τὰ αὐτὰ πάλιν γράφω. ἔλεγον δέ· Σοὶ μὲν ἑτοίμως ἔχω συνοδεύειν (τοῦτο γὰρ οὐκ οἶδα ὅπως χαίρων θέλω), πλὴν περὶ ἀληθείας πρῶτον πληροφορηθῆναι θέλω, ἵνα γνῶ εἰ ἡ ψυχὴ θνητὴ τυγχάνει ἢ ἀθάνατός ἐστιν καὶ εἰ ἀίδιος οὖσα περὶ ὧν ἔπραξεν ἐνταῦθα ἔχει κριθῆναι καὶ [εἴ] τί ποτ’ ἔστιν δίκαιον [ἢ] ἀρέσκον θεῷ καὶ εἰ γέγονεν <ὁ> κόσμος καὶ διὰ τί γέγονεν καὶ εἰ οὐ λυθήσεται καὶ εἰ λυθήσεται καὶ εἰ κρείττων ἔσται ἢ οὐδὲ ἔσται, καὶ ἵνα μὴ τὸ κατ’ εἶδος λέγω, ταῦτά τε καὶ τὰ τούτοις ἑπόμενα μαθεῖν εἶπον θέλειν. ὁ δὲ πρὸς ταῦτα ἀπεκρίνατο· Συντόμως σοι, ὦ Κλήμης, τὴν τῶν ὄντων γνῶσιν παρέξομαι, καὶ τὰ νῦν ἐξ αὐτῆς ἄκουσον.  XVIII. ἡ τοῦ θεοῦ βουλὴ ἐν ἀδήλῳ γέγονεν κατὰ πολλοὺς τρόπους. τὰ μὲν πρῶτα εἰσαγωγῇ κακῇ, συντροφίᾳ πονηρᾷ, συνηθείᾳ δεινῇ, ὁμιλίᾳ οὐ καλῇ, προλήψει οὐκ ὀρθῇ. διὰ ταῦτα πλάνη, εἶτα ἀφοβία, ἀπιστία, πορνεία, φιλαργυρία, κενοδοξία καὶ ἄλλα τοιαῦτα μυρία κακά, ὥσπερ καπνοῦ πλῆθος, ὡς ἕνα οἶκον οἰκοῦντα τὸν κόσμον <ἔπλησεν, καὶ> τῶν ἔνδοθεν οἰκούντων ἀνδρῶν ἐπιθολῶσαν τὰς ὁράσεις, οὐκ εἴασεν ἀναβλέψαντας ἐκ τῆς διαγραφῆς τὸν δημιουργήσαντα νοῆσαι θεὸν καὶ τὸ τούτῳ δοκοῦν γνωρίσαι. διὸ τοὺς φιλαλήθεις ἔσωθεν χρὴ ἐκ στέρνων βοήσαντας ἐπικουρίαν προσκαλέσασθαι φιλαλήθει λογισμῷ, ἵνα τις ἐκτὸς ὢν τοῦ οἴκου τοῦ πεπλησμένου καπνοῦ προσιὼν ἀνοίξῃ θύραν, ὅπως δυνηθῇ τὸ μὲν ἐκτὸς τοῦ ἡλίου φῶς εἰσκριθῆναι τῷ οἴκῳ, ὁ δὲ ἐντὸς τοῦ πυρὸς ὢν ἐκβληθῆναι καπνός.  XIX. τὸν μὲν οὖν βοηθὸν ἄνδρα τὸν ἀληθῆ προφήτην λέγω, ὃς μόνος φωτίσαι ψυχὰς ἀνθρώπων δύναται, ὥστ’ ἂν αὐτοῖς ὀφθαλμοῖς δυνηθῆναι [ἡμᾶς] ἐνιδεῖν τῆς αἰωνίου σωτηρίας τὴν ὁδόν. ἄλλως δὲ ἀδύνατον, ὡς οἶσθα καὶ σύ, μικρῷ τάχιον εἰπὼν ὡς πᾶσα ὑπόθεσις ἀνασκευάζεται καὶ κατασκευάζεται καὶ πρὸς τὴν τοῦ ἐκδικοῦντος δύναμιν ἡ αὐτὴ ἀληθὴς καὶ ψευδὴς νομίζεται, ὡς μηκέτι τὰς ὑποθέσεις φαίνεσθαι ὃ εἰσίν, ἀλλὰ παρὰ τοὺς ἐκδικοῦντας φαντασίαν λαμβάνειν τοῦ εἶναι ἢ μὴ εἶναι ἀληθεῖς ἢ ψευδεῖς. τούτου ἕνεκεν προφήτου ἀληθοῦς ὅλον τὸ τῆς εὐσεβείας ἐδεήθη πρᾶγμα, ἵνα ἡμῖν ἐρεῖ τὰ ὄντα ὡς ἔστιν καὶ ὡς δεῖ περὶ πάντων πιστεύειν. ὥστε πρῶτον χρὴ τὸν προφήτην πάσῃ τῇ προφητικῇ ἐξετάσει δοκιμάσαντα καὶ ἐπιγνόντα ἀληθῆ, τοῦ λοιποῦ τὰ πάντα αὐτῷ πιστεύειν καὶ μηκέτι τὸ καθ’ ἓν ἕκαστον τῶν ὑπ’ αὐτοῦ λεγομένων ἀνακρίνειν, ἀλλὰ λαμβάνειν αὐτὰ βέβαια ὄντα, δοκούσῃ μὲν πίστει, ληφθέντα δὲ ἀσφαλεῖ κρίσει· ἀποδείξει γὰρ μιᾷ τῇ ἀπ’ ἀρχῆς καὶ ἀκριβεῖ ἐξετάσει τῇ πανταχόθεν τὰ ὅλα ὀρθῷ εἴληπται λογισμῷ. διὸ πρὸ πάντων τὸν ἀληθῆ προφήτην ζητεῖν δεῖ, ὅτι ἄνευ τούτου βέβαιόν τι προσεῖναι ἀνθρώποις ἀδύνατον.  XX. καὶ ὁμῶς ἀνέπαυσέν με, ἐκθέμενός μοι τίς ἐστιν καὶ πῶς εὑρίσκεται, καὶ ἀληθῶς εὑρετόν μοι παρασχὼν αὐτόν, τῶν παρὰ ὀφθαλμοῖς ὁρωμένων ἐμφανεστέραν τῆς <περὶ> τοῦ προφήτου ὁμιλίας τοῖς ὠσὶν δείξας τὴν ἀλήθειαν, ὡς ἐκπλαγέντα με θαυμάζειν πῶς τῶν πᾶσι ζητουμένων ἔμπροσθεν κειμένων οὐδεὶς ἐνορᾷ. πλὴν γράψας τὸν περὶ προφήτου λόγον, αὐτοῦ κελεύσαντος, ἀπὸ τῆς Καισαρείας τῆς Στράτωνος διαπεμφθῆναί σοι ἐποίησεν τὸν τόμον, παρὰ σοῦ ἐντολὴν ἔχειν εἰπὼν τὰς καθ’ ἕκαστον ἐνιαυτὸν ὁμιλίας τε καὶ πράξεις γράφοντα διαπέμπειν σοι. ὁμῶς ἐν μιᾷ τῇ πρώτῃ ἡμέρᾳ ἀρχὴν ἤδη μόνον ποιούμενος περὶ τοῦ τῆς ἀληθείας προφήτου, περὶ πάντων με ἐπληροφόρησεν. καὶ εἶθ’· Οὕτως, ἔφη, ἐνόρα τοῦ λοιποῦ τὰς ἐξ ἐμοῦ πρὸς τοὺς ἐξ ἐναντίας γινομένας ζητήσεις· καὶ εἰ τὸ ἧττον ἀπενέγκωμαι, οὐ δέδια μήπως σὺ περὶ τῆς παραδοθείσης σοι ἀληθείας διακριθῇς, [ἠ] εἰδὼς ὅτι ἐγὼ ἡττᾶσθαι ἔδοξα, οὐχὶ ἡ ὑπόθεσις ἡ διὰ τοῦ προφήτου παραδοθεῖσα ἡμῖν. πλὴν ἐλπίζω μήτε ἐν τῷ ἐξεταστικῷ λόγῳ τὸ ἧττον ἀπενέγκασθαι πρὸς τοὺς νοῦν ἔχοντας (φιλαλήθεις λέγω), οἵτινες δύνανται γνωρίζειν τῶν λόγων τίνες εἰσὶ πιθανοὶ ἔντεχνοί τε καὶ ἐπιτερπεῖς, τίνες τε λιτοὶ καὶ ἁπλοῖ, μόνῃ τῇ δι’ αὐτῶν ἀληθείᾳ πεποιθότες.  XXI. ταῦτα αὐτοῦ εἰπόντος, ἀπεκρινάμην· Ἤδη εὐχαριστῶ τῷ θεῷ· ὡς γὰρ ἐβουλόμην πληροφορηθῆναι, οὕτως μοι καὶ παρέσχεν. πλὴν τὰ περὶ ἐμοῦ τοσοῦτον ἀμέριμνος ἴσθι ὅτι οὐ πώποτε ἐνδοιάσω, [τοσοῦτον] ὅσον εἰ καὶ αὐτὸς σὺ βουληθείης ποτὲ τῆς προφητικῆς ὑποθέσεως ἐκστῆσαί με, ἀδυνατῶν οὐ δυνήσῃ, τοσοῦτον οἶδα ὃ παρείληφα. καὶ μήτοι νόμιζέ μέ σοι μέγα ἐπαγγέλλεσθαι τοῦτ’ αὐτὸ τὸ μὴ ἐνδοιάσαι ποτέ· ἀλλ’ οὔτ’ αὐτὸς ἐγὼ οὔτε τις ἀνθρώπων τὸν περὶ προφήτου λόγον ἐπακούσας ἐνδοιάσαι ποτὲ δυνήσεται, περὶ τῆς ἀληθοῦς ὑποθέσεως πρότερον ἐπακούσας καὶ νοήσας τίς ἐστιν προφητικῆς ἐπαγγελίας ἀλήθεια. διὸ θάρρει τῷ θεοβουλήτῳ δόγματι· πᾶσα γὰρ τέχνη κακίας νενίκηται. πρὸς γὰρ προφητείαν οὐδὲν δύνανται οὔτε τέχναι λόγων οὔτε σοφισμάτων ἐπίνοιαι, οὐ συλλογισμοί, οὐκ ἄλλη τις μηχανή, ἐάν γε ὁ ἐπακούσας προφήτου ἀληθοῦς ἀληθείας ὄντως ὀρέγηται καὶ οὐ προφάσει ἀληθείας ἕτερόν τι περιβλέπηται. ὥστε, κύριέ μου Πέτρε, μὴ ἀθύμει ὡς ἀναισθήτῳ τὸ μέγιστον δωρησάμενος ἀγαθόν· αἰσθομένῳ γὰρ χάριτος ἐδωρήσω καὶ μὴ δυναμένῳ ἀπατηθῆναι ἀπὸ τοῦ δοθέντος ἀληθοῦς. οἶδα γὰρ ὅτι ἔνεστιν ὧν βούλεταί τις καὶ ταχέως λαβεῖν καὶ βραδέως μὴ τυχεῖν· οἶδα οὖν μὴ καταφρονεῖν τοῦ δοθέντος μοι διὰ τὸ τάχος ἀσυγκρίτου καὶ μόνου ἀσφαλοῦς.

XXII. Ταῦτά μου εἰπόντος ὁ Πέτρος ἔφη· Χάριν ὁμολογῶ τῷ θεῷ καὶ περὶ τῆς σῆς σωτηρίας καὶ περὶ τῆς ἐμῆς ἀπολαύσεως. ἀληθῶς γὰρ ἥδομαι εἰδὼς ὅτι ἐπέγνως τί ποτ’ ἔστιν προφητείας μέγεθος. ἐπεὶ οὖν (ὡς ἔφης) οὐδ’ ἂν αὐτὸς ἐγὼ θελήσω ποτέ (ὅπερ ἀπείη) εἰς ἕτερόν σε μεταστῆσαι δόγμα, οὐχ ἱκανὸς ἔσομαι πεῖσαί σε, ἄρξαι τοῦ λοιποῦ ἀπὸ τῆς αὔριον παρεῖναί μοι ἐν ταῖς τῶν ἀντικειμένων ζητήσεσιν. ἔστι δέ μοι ἡ αὔριον πρὸς Σίμωνα μάγον. καὶ ταῦτ’ εἰπὼν καὶ τροφῆς αὐτὸς μεταλαβὼν ἰδίᾳ κἀμὲ μεταλαβεῖν ἐκέλευσεν. εὐλογήσας δὲ ἐπὶ τῆς τροφῆς καὶ εὐχαριστήσας μετὰ τὸ κορεσθῆναι καὶ αὐτοῦ τούτου τὸν λόγον μοι ἀποδοὺς ἐπήγαγεν λέγων· Δῴη σοι ὁ θεὸς κατὰ πάντα ἐξομοιωθῆναί μοι καὶ βαπτισθέντα τῆς αὐτῆς μοι μεταλαβεῖν τραπέζης. ταῦτα εἰπὼν ἡσυχάζειν μοι προσέταξεν. ἤδη γάρ που καὶ τὸν ὕπνον ἀπῄτει ἡ τοῦ σώματος φύσις.

 

Homiliae